# Expositiones in Psalmos 3.1-21

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΡΙΑʹ ΨΑΛΜΟΝ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/3.1-21

Εἰ δὲ ἐν τῇ γῇ τοιαῦτα, ἐννόησον ἐν οὐρανοῖς ἡλίκης δόξης ἀπολαύσονται. Τί δέ ἐστιν, Ἐν τῷ οἴκῳ αὐτοῦ; Μετ' αὐτοῦ, φησίν. Ὁ δὲ ἔξωθεν πλοῦτος οὐ μετὰ τοῦ ἔχοντος, ἐπειδὴ οὐδὲ ἐν ἀσφαλείᾳ κεῖται, ἀλλὰ ἐν ταῖς τῶν συκοφαντῶν χερσὶν, ἐν ταῖς τῶν κολάκων, ἐν ταῖς τῶν ἀρχόντων, ἐν ταῖς τῶν οἰκετῶν· διὰ τοῦτο πανταχοῦ αὐτὸν διασπείρει, μὴ θαῤῥῶν αὐτὸν ὅλον ἐν τῷ οἴκῳ κατέχειν· διὰ τοῦτο φυλακαὶ, καὶ προφυλακαὶ, καὶ πλέον οὐδὲν, πάντα δυναμένου διαδιδράσκειν ἐκείνου. Καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἕτερός φησιν· Ἡ ἐλεημοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἤτοι τὴν ἀρετὴν τὴν καθόλου φησὶν ἐνταῦθα, ἤτοι τὴν ἀντικειμένην τῇ ἀδικίᾳ, ἢ καθὼς ἕτερος ἑρμηνευτὴς ἔφη, τὴν φιλανθρωπίαν τὸν ἔλεον λέγει. Τοιοῦτον γὰρ ἡ τῆς ἐλεημοσύνης δύναμις, ἀθάνατον πρᾶγμα καὶ ἀκήρατον, καὶ οὐδέποτε σβεσθῆναι δυνάμενον. Ἀλλὰ τὰ μὲν ἀνθρώπινα ἅπαντα διασύρεται, ὁ δὲ τῆς ἐλεημοσύνης καρπὸς ἀμάραντος διαμένει διηνεκῶς, μηδεμιᾷ δυσκολίᾳ καιρῶν ἐλεγχόμενος. Κἂν γὰρ τὸ σῶμα διαλυθῇ, ἐκείνη οὐ συγκαταλύεται τῷ βίῳ, ἀλλὰ προαποδημεῖ μονὰς αὐτῷ προευτρεπίζουσα, περὶ ὧν φησιν ὁ Χριστὸς, ὅτι Ἐν τῷ οἴκῳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσιν. Ὥστε καὶ τούτῳ κρατεῖ τῶν ἀνθρωπίνων, τῷ διηνεκεῖ καὶ μονίμῳ, ὅπερ οὐδὲν ἔχει τῶν βιωτικῶν. Ἄν τε γὰρ κάλλος εἴπῃς, νόσῳ μαραίνεται, καὶ γήρᾳ δαπανᾶται· ἄν τε δυναστείαν εἴπῃς, πολλάκις μεταβάλλεται· ἄν τε πλοῦτον, ἄν τε ἄλλο ὁτιοῦν τῶν λαμπρῶν καὶ περιφανῶν τῶν κατὰ τὸν παρόντα βίον, ἢ ζῶντας ἀπέλιπεν, ἢ τελευτήσαντας γυμνοὺς καὶ ἐρήμους εἴασεν. Ἀλλ' οὐχ ὁ τῆς δικαιοσύνης καρπὸς τοιοῦτος· οὐ χρόνῳ δαπανᾶται, οὐ θανάτῳ διακόπτεται, ἀλλὰ τότε μᾶλλον ἀσφαλέστερος γίνεται, ὅταν πρὸς ἐκεῖνον καταπλεύσῃ τὸν ἀκύμαντον λιμένα. Ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσι. Τὸν μακαρισμὸν ὑπογράφων τοῦ φοβουμένου τὸν Θεὸν, λέγει καὶ τὰ ἐν τῷ παρόντι συμβαίνοντα πράγματα, οἷον ὅτι ἀθάνατα αὐτοῦ τὰ κτήματα, ὅτι δόξης ἀπολαύσεται, καὶ πάντων ἀνώτερος ἔσται, ὅτι τοὺς ἐοικότας αὐτῷ κατὰ τὴν ἀρετὴν, καὶ τέκνα αὐτοῦ γινομένους, ἀχειρώτους ὄψεται, ὅτι ἐν τῇ τῶν πραγμάτων δυσκολίᾳ πολλῆς τεύξεται τῆς ἀδείας. Τοῦτο γάρ ἐστιν, Ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσι. Τοῖς γὰρ οὕτω διακειμένοις, τοῖς ὀρθὰ βαδίζουσι, ἐν μέσῳ σκότους φῶς ἀνατεῖλαι παρασκευάσει. Τί ἐστιν, Ἐν σκότει; Κἂν ἐν θλίψει καὶ στενοχωρίᾳ καὶ πειρασμῷ καὶ κινδύνοις γένωνται, φησὶ (ταῦτα γὰρ σκότος καλεῖ), πολλὴν αὐτοῖς εὐθέως ποιήσει ἔσεσθαι τὴν ἡδονήν. Ὅπερ καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν· Οὐ θέλω δὲ ἀγνοεῖν ὑμᾶς περὶ τῆς θλίψεως τῆς γενομένης ἡμῖν ἐν τῇ Ἀσίᾳ, ὅτι καθ' ὑπερβολὴν ἐβαρύνθημεν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν. Εἶδες τὸ σκότος; Ἀλλ' αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐν ἑαυτοῖς, ἀλλ' ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκροὺς, ὃς ἐκ τηλικούτων θανάτων ἐῤῥύσατο ἡμᾶς. Εἶδες τὸ φῶς πῶς ἀνέτειλε; Σκόπει δὲ αὐτὸ καὶ ἐπὶ τῶν τριῶν παίδων. Προσδοκῶντες γὰρ ἐμπίπρασθαι, δρόσου καθαρωτάτης ἀπήλαυσαν. Καὶ ἐπὶ τοῦ Δανιὴλ δὲ καὶ τῶν ἄλλων προφητῶν. Εἰ δὲ καὶ κατὰ ἑτέραν τις ἀναγωγὴν ταῦτα ἐκλαβεῖν θέλει, ἐπὶ τῆς οἰκουμένης ὄψεται τοῦτο γεγονός. Κατέχοντος γὰρ τοῦ σκότους γῆν καὶ θάλατταν, καὶ πλάνης πανταχοῦ κεχυμένης, κάτωθεν ὁ τῆς δικαιοσύνης ἀνέτειλεν ἥλιος. Ἐπειδὴ γὰρ οὐρανὸν ἀφέντες οἱ τότε ἄνθρωποι Θεὸν ἐπὶ γῆς ἐζήτουν, ἐκεῖθεν αὐτοῖς ἐφάνη συγκαταβὰς τοῖς ἀσθενοῦσιν, ἵνα ἀναγάγῃ πρὸς ὕψος ἄπειρον. Ἐλεήμων, καὶ οἰκτίρμων, καὶ δίκαιος Κύριος ὁ Θεός. Ἐπειδὴ εἶπεν, ὅτι Ἡ δικαιοσύνη αὐτοῦ μένει, καὶ παρεμυθήσατο ἐκείνῳ τῷ τρόπῳ, πολλοὶ δὲ τῶν ἐλεημόνων, καὶ τῶν τὸν ὀρθὸν βιούντων βίον, τῶν ἐναντίων ἐνταῦθα ἀπολαύουσιν, ἑτέραν ἐπεισάγει παραμυθίαν λέγων· Ἐλεήμων, καὶ οἰκτίρμων, καὶ δίκαιος ὁ Κύριος· διπλῆν κατασκευὴν ἐργαζόμενος ἐντεῦθεν. Εἰ γὰρ ἐλεήμων ἐστὶ, καὶ τοὺς ἁμαρτάνοντας πολλάκις συγγνώμης ἀξιοῖ, πολλῷ μᾶλλον τοὺς κατορθοῦντας οὐ περιόψεται ἀστεφανώτους ἀπελθόντας. Ἀλλὰ κἂν ἐνταῦθα μὴ ἀποδῷ, ἀποδώσει πάντως ἐκεῖ. Εἶτα καὶ, Δίκαιος, ἐπάγει· εἰ δὲ δίκαιός ἐστιν, ὥσπερ οὖν καὶ ἔστι, τὸ κατ' ἀξίαν ἑκάστῳ ἀποδώσει, κἂν ἐνταῦθα μὴ ἀποδῷ· ὅπερ μάλιστα καὶ τῆς ἀναστάσεώς ἐστιν ἀπόδειξις μεγίστη. Ὅταν γὰρ πολλοὶ τῶν ἐναρέτων φαίνωνται μυρία παθόντες δεινὰ, καὶ τῶν πονηρῶν πολλῆς ἀπολαύσαντες ἀδείας, ποῦ τὸ κατ' ἀξίαν ἕκαστος ἀπολήψεται, εἰ μὴ μέλλοι ἀνάστασις εἶναι καὶ ἑτέρα ζωὴ, καὶ κρίσις, καὶ ἀντίδοσις; Εἶτα ἐπειδὴ δικαιοσύνης μνησθεὶς, ἐφόβησε τὸν ἀκροατὴν ὡς μέλλοντα εὐθύνας ὑπέχειν τῶν ἡμαρτημένων, ταχέως ἐπάγει τὸ φάρμακον λέγων· Χρηστὸς ἀνὴρ ὁ οἰκτείρων καὶ κιχρῶν, οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
