# Expositiones in Psalmos 3.1-22

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΡΙΒʹ ΨΑΛΜΟΝ. Αἰνεῖτε, παῖδες, Κύριον, αἰνεῖτε τὸ ὄνομα Κυρίου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/3.1-22

Εἶδες πῶς κατὰ μικρὸν πτεροῖ τὴν διάνοιαν τῶν ἀκουόντων; Εἶτα ἀναστήσας ἀπὸ τῆς γῆς τὸν ἀκροατὴν καὶ τῷ οὐρανῷ προσηλώσας, πάλιν μεῖζόν τι φαντάζεσθαι παρασκευάσας, ἐφ' ἕτερον ἔρχεται τῆς δυνάμεως αὐτοῦ δεῖγμα, λέγων· Ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν, καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα. Μεγάλης γὰρ δυνάμεως καὶ σφόδρα ἀφάτου, καὶ τὰ μικρὰ ἐπαίρειν. Ἀλλαχοῦ μέντοι καὶ τὸ ἐναντίον τίθησιν· ὅτι καὶ τὰ μεγάλα ταπεινοῖ, λέγων οὕτως· Διαιρῶν σύντριμμα ἐπὶ ἰσχὺν, καὶ ταλαιπωρίαν ἐπὶ ὀχύρωμα ἐπάγων. Ἐνταῦθα μέντοι γε εἴρηται, ὅτι τοὺς μικροὺς ἐπᾶραι δύναται. Ἔστι μὲν οὖν καὶ καθολικὸς ὁ λόγος. Εἰ δέ τις καὶ κατὰ ἀναγωγὴν αὐτὸν ἐκλαβεῖν βουληθείη, ὄψεται τοῦτο ἐπὶ τῶν ἐθνῶν γινόμενον, ὄψεται τοῦτο ἐπὶ τῶν ἀνθρώπων ἡμῶν ἐπὶ τῆς παρουσίας τοῦ Χριστοῦ. Τί γὰρ τῆς ἡμετέρας φύσεως πτωχότερον; Ἀλλ' ὅμως αὐτὴν ἤγειρε καὶ ἀνήγαγε μετὰ τῆς ἀπαρχῆς ἡμῶν εἰς οὐρανὸν, καὶ συνεκάθισεν εἰς τὸν πατρικὸν θρόνον. Καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα· τοῦ καθίσαι αὐτὸν μετὰ ἀρχόντων, μετὰ ἀρχόντων τοῦ λαοῦ αὐτοῦ. Κοπρίαν ἐνταῦθα τὸ εὐτελὲς λέγει, καὶ τὴν ἐκεῖθεν ἀθρόον γινομένην μεταβολὴν, δεικνὺς ὅτι πάντα αὐτῷ ῥᾴδια καὶ εὔκολα. Εἶτα ἐφ' ἕτερον ἔρχεται μεῖζον. Ποῖον δὴ τοῦτο; Ὅτι οὐ τὰ πράγματα μεταθεῖναι δύναται, οὐδὲ τὴν εὐτέλειαν εἰς ἀξίωμα μεταστῆσαι μόνον, ἀλλὰ καὶ αὐτῆς τῆς φύσεως μεταθεῖναι τοὺς ὅρους, καὶ στεῖραν ποιῆσαι μητέρα. Διόπερ ἐπήγαγεν· Ὁ κατοικίζων στεῖραν ἐν οἴκῳ, μητέρα ἐπὶ τέκνοις εὐφραινομένην. Ὅπερ γέγονεν ἐπὶ τῆς Ἄννης, ὅπερ γέγονεν ἐπὶ μυρίων ἑτέρων. Εἶδες ὕμνον ἀπηρτισμένον; εἶδες ὕμνον πεπληρωμένον; Εἶπε τὰ μέλλοντα κατορθοῦσθαι τῇ οἰκουμένῃ, πῶς ὁ Ἰουδαϊσμὸς παύεσθαι μέλλει, πῶς καινὴ τῆς Ἐκκλησίας πολιτεία διαλάμπειν, πῶς θυσία πανταχοῦ προσάγεσθαι. Εἶτα ἀξιόπιστον ποιῶν καὶ τοῖς παχυτέροις τὸν λόγον, ἀπὸ τῶν ἤδη γινομένων καὶ περὶ τῶν μελλόντων βεβαιοῦται. Ὃ δὲ λέγει τοῦτό ἐστι· Μὴ ἀπιστήσῃς, ἄνθρωπε, ὅτι τοσαύτη ἔσται μεταβολὴ, καὶ τὰ ἀπεῤῥιμμένα ἔθνη εἰς δόξαν ἥξει μεγίστην. Οὐχ ὁρᾷς καθ' ἑκάστην ἡμέραν ταῦτα γινόμενα; τοὺς ταπεινοὺς ὑψουμένους, καὶ μετὰ ἀρχόντων καθημένους; οὐχ ὁρᾷς τὴν φύσιν πηρουμένην καὶ διορθουμένην, στείρας μητέρας γινομένας; Τοιοῦτόν τι καὶ περὶ τῆς Ἐκκλησίας συνέβη· στεῖρα ἦν, ἀλλ' ἐγένετο μήτηρ τέκνων πολλῶν. Διὸ καὶ λέγει ὁ Ἡσαΐας· Εὐφράνθητι, στεῖρα, ἡ οὐ τίκτουσα· ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα· τοῦτο καὶ ἐπὶ τῆς Ἐκκλησίας ἐσόμενον προαναφωνῶν. Διὰ δὴ τοῦτο καὶ οὗτος ἐνταῦθα τὸν λόγον κατέλυσε, τὴν προφητείαν ἀξιόπιστον καὶ ἐντεῦθεν ἀποφήνας, ἀπὸ τῶν ἤδη γενομένων, ἀπὸ τῆς μεγαλωσύνης αὐτοῦ. Πάντα γὰρ ὅσα ἂν δόξῃ τῷ Θεῷ, ῥᾴδια ποιῆσαι. Καὶ γὰρ φύσιν μεταθεῖναι δύναται, καὶ ταπεινότητα μεταβαλεῖν εἰς ὕψος, καὶ διορθῶσαι τρόπους. Ταῦτ' οὖν εἰδότες ἅπαντα, τὰ παρ' ἑαυτῶν εἰσφέρωμεν, καὶ πάσης ἀπολαυσόμεθα δόξης, καὶ πρὸς ἄφατον ὕψος ἀναβησόμεθα, τῆς ῥοπῆς ἀπολαύοντες τοῦ Θεοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος, τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
