Ancient Greek
ΕΙΣ ΤΟΝ ΡΙΔʹ ΨΑΛΜΟΝ. Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 3.1-24
Not analysed yet
Εἶδες πόσον ἐστὶ φιλοσοφία καλόν; Ἃ τοῖς ἄλλοις ἄξια δακρύων εἶναι δοκεῖ, ταῦτα τούτῳ εὐχῆς· καὶ ἃ τοῖς ἄλλοις ἄξια εὐφροσύνης καὶ ἡδονῆς, ταῦτα τούτῳ στεναγμῶν. Ἢ οὐκ ἄξια στεναγμῶν τὸ ἐπ' ἀλλοτρίας εἶναι, καὶ πόῤῥωθεν τῆς ἡμετέρας ἀπῳκίσθαι πατρίδος; Ἢ οὐκ ἄξιον εὐφροσύνης τὸ ταχέως καταδραμεῖν ἐπὶ τὸν εὔδιον λιμένα, καὶ ἀπολαβεῖν τὴν ἄνω πόλιν, ἔνθα ἀπέδρα ὀδύνη, καὶ λύπη, καὶ στεναγμός; Καὶ τί πρὸς ἐμὲ, φησὶ, τὸν ἁμαρτωλόν; Ὁρᾷς ὅτι οὐχ ὁ θάνατός ἐστιν ὁ ποιῶν τὴν λύπην, ἀλλὰ τὸ πονηρὸν συνειδός; Παῦσαι οὖν τοῦ εἶναι ἁμαρτωλὸς, καὶ ἔσται σοι ποθεινὸς ὁ θάνατος. Τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων. Εἰκότως οὕτως εἶπεν· οὐ γάρ ἐστιν ἐκεῖ λύπη, οὐδὲ ἀθυμία, οὐδὲ θρῆνος. Καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος. Τοῦτο τοῦ προτέρου μεῖζον. Πῶς; Ὅτι οὐ μόνον λύπης ἐσμὲν ἀπηλλαγμένοι, ἀλλὰ καὶ τοῦ ὑποσκελίζεσθαι καὶ ἐπιβουλεύεσθαι. Ἐπὶ τῆς πέτρας ἕστηκε γὰρ ὁ ἀπελθὼν μετὰ κατορθωμάτων· τοῦ λιμένος ἐπείληπται· πάντα ἀνῄρηται τὰ κωλύματα λοιπόν· οὐδαμοῦ θόρυβος, οὐδὲ ταραχή· ἀλλ' ἐν εὐδοκιμήσει διηνεκεῖ μένει ὁ οὕτως ἐντεῦθεν ἀναχωρήσας. Εὐαρεστήσω ἐνώπιον Κυρίου ἐν χώρᾳ ζώντων. Ἕτερος, Ἔμπροσθεν Κυρίου. Ἄλλος, Ἐμπεριπατήσω. Τοῦτο καὶ ὁ Παῦλος δείκνυσι λέγων· Καὶ ἡμεῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. Καὶ καλῶς εἶπεν, Ἐν χώρᾳ ζώντων. Ἐκείνη γὰρ ὄντως ζωὴ, ἀπηλλαγμένη θανάτου, ἀμιγῆ τὰ ἀγαθὰ ἔχουσα. Ὅταν καταργήσῃ, φησὶ, πᾶσαν ἀρχὴν, καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν, ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. Τούτων δὲ καταργηθέντων, οὐδὲν τῶν λυπηρῶν μένει, οὐ φροντὶς, οὐ πόνος· ὥστε πάντα χαρὰ, πάντα εἰρήνη, πάντα ἀγάπη, πάντα εὐθυμία, καὶ πάντα εὐφροσύνη, πάντα ἀληθῆ καὶ εἰλικρινῆ καὶ πεπηγότα· οὐδὲν γάρ ἐστιν ἐκεῖ τῶν τοιούτων ὀλισθημάτων, οὐ θυμὸς, οὐ λύπη, οὐ χρημάτων ἔρως, οὐ σωμάτων πόθος, οὐ πενία, οὐ πλοῦτος, οὐκ ἀτιμία, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Ταύτης τοίνυν καὶ ἡμεῖς ἐπιθυμῶμεν τῆς ζωῆς, καὶ πάντα πρὸς τοῦτο πράττωμεν. Διὰ γὰρ τοῦτο καὶ ἐν τῇ εὐχῇ κελευόμεθα λέγειν, Ἐλθέτω ἡ βασιλεία σου, ἵνα ἀεὶ πρὸς ἐκείνην βλέπωμεν τὴν ἡμέραν. Ὁ γὰρ ἐκείνῳ τῷ ἔρωτι κατεχόμενος, καὶ ταῖς ἐλπίσι τῶν ἀγαθῶν τρεφόμενος ἐκείνων, οὐδενὶ τῶν παρόντων βαπτίζεται δεινῶν, ὑπ' οὐδενὸς τῶν ἐνταῦθα καθέλκεται λυπηρῶν· ἀλλ' ὥσπερ οἱ πρὸς πόλιν βασιλικὴν ὁδεύοντες οὐδενὶ τῶν παρὰ τὴν ὁδὸν κατέχονται, οὔτε λειμῶσιν, οὔτε παραδείσοις, οὔτε φάραγξιν, οὔτε ἐρημίαις, ἀλλ' ἑκατέρων ἀλογοῦντες πρὸς ἓν μόνον ὁρῶσι τὴν ἐκδεξομένην αὐτοὺς πατρίδα· οὕτω καὶ ὁ καθ' ἑκάστην τὴν ἡμέραν ἐκείνην ἀναπλάττων ἑαυτῷ τὴν πόλιν, καὶ τὸν πόθον αὐτῆς τρέφων, οὐδὲν τῶν δεινῶν ἡγήσεται δεινὸν, οὐδὲ τῶν φαιδρῶν καὶ περιφανῶν φαιδρὸν καὶ περιφανές. Τί λέγω, οὐχ ἡγήσεται; Ἀλλ' οὐδὲ ὄψεται ταῦτα, ἑτέρους κτώμενος ὀφθαλμούς· τοιούτους, οἵους ὁ Παῦλος ἐκέλευε, λέγων· Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα, πρόσκαιρα· τὰ δὲ μὴ βλεπόμενα, αἰώνια. Εἶδες τὴν ὁδὸν πῶς ἑτέρᾳ λέξει παρέστησεν; Ἐκείνων τοίνυν ἀντεχώμεθα, ἵνα αὐτῶν ἐπιτύχωμεν, καὶ τῆς ἀκηράτου ζωῆς ἀπολαύσωμεν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.