Ancient Greek
ΕΙΣ ΤΟΝ ΡΙΕʹ ΨΑΛΜΟΝ. Ἐπίστευσα, διὸ ἐλάλησα· ἐγὼ δὲ ἐταπεινώθην σφόδρα.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 3.1-25
Not analysed yet
Ἕτερος γοῦν οὐ σφόδρα ταύτην πεπαιδευμένος ὅρα πῶς χωλεύει καὶ θορυβεῖται. Εἰ γὰρ Δαυῒδ λέγει τὸν ψαλμὸν ἐκεῖνον, ἀλλ' οὐκ ἐξ οἰκείου προσώπου, ἀλλὰ τῶν χωλευόντων τὰ πάθη διηγούμενος οὕτως ἔλεγεν· Ὡς ἀγαθὸς ὁ Θεὸς τῷ Ἰσραὴλ τοῖς εὐθέσι τῇ καρδίᾳ. Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες, παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου· οὐ περὶ ποδῶν λέγων καὶ διαβημάτων, ἀλλὰ περὶ λογισμῶν χωλευόντων. Καὶ τὴν αἰτίαν ἐπάγει, λέγων· Ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, τουτέστι, τοὺς βαρβάρους εὐδοκιμοῦντας ὁρῶν, τὰ δὲ Ἰουδαίων τεταπεινωμένα. Καὶ τί τῆς χωλείας λέγει τὸ εἶδος; Καὶ εἶπον· Ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου, καὶ ἐνιψάμην ἐν ἀθώοις τὰς χεῖράς μου. Καὶ πόθεν τοιαῦτα προήχθη εἰπεῖν, λέγει· Ὅτι ἰδοὺ οὗτοι οἱ ἁμαρτωλοὶ καὶ εὐθηνοῦντες εἰς τὸν αἰῶνα κατέσχον πλούτου. Εἶτα ὅρα πῶς ἑαυτὸν ἀνακτᾶται· Εἰ ἔλεγον, διηγήσομαι Οὕτω· Τοῦτο κόπος, φησὶν ἐστὶν ἐνώπιόν μου, ἕως οὗ εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ, καὶ συνῶ εἰς τὰ ἔσχατα αὐτῶν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐκοπούμην, ἐταλαιπωρούμην ἐν τοῖς λογισμοῖς. Τοιοῦτον γὰρ ὁ λογισμός. Εἶτα ἐλογιζόμην, ὅτι πρᾶγμα ἐπίπονον ποιῶ. Ταῦτα ἀναζητῶν, οὐδὲν δυνήσομαι σαφῶς εἰδέναι, ἕως ἂν ἀπολάβω πατρίδα. Ὁρᾷς ὅσον κακόν ἐστι λογισμοῖς ἐπιτρέπειν τὰ πράγματα τῆς πίστεως, καὶ μὴ τῇ πίστει; Εἰ γὰρ ἐκεῖνος ἦν πεπηγὼς ἐν τῇ πίστει, οὐκ ἂν ταῦτα ἐφθέγξατο, οὐκ ἂν ἐθορυβήθη, οὐκ ἂν ἐταράχθη, οὐκ ἂν ἐσαλεύθησαν οἱ πόδες αὐτοῦ, οὐκ ἂν παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματα αὐτοῦ. Ἀλλ' οὐχ ὁ Προφήτης οὕτως, ἀλλ' ἐπὶ τῆς πέτρας ἑστηκὼς οὐκ ἐθορυβεῖτο, οὐκ ἐταράττετο, ἀλλ' ὁρῶν τὰ μὲν τῶν Ἰουδαίων οὕτω διακείμενα, τὰ δὲ τῶν βαρβάρων ἐναντίως, καὶ περὶ τῆς ἐπανόδου λαμπρᾷ τῇ φωνῇ καὶ πεπληροφορημένῃ διανοίᾳ ἐκήρυττε συνεχῶς καὶ ἐν πολλοῖς τοῖς ψαλμοῖς, καὶ σφόδρα ἐθάῤῥει, οὔτε τῇ δυνάμει τῶν βαρβάρων προσέχων, οὔτε τῇ εὐτελείᾳ τῇ Ἰουδαϊκῇ, ἀλλὰ τῇ δυνάμει τοῦ ταῦτα ἐπαγγειλαμένου Θεοῦ. Διό φησιν· Ἐπίστευσα, διὸ ἐλάλησα· ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. Ἕτερός φησιν, Ἐγὼ μέντοι ἐκακώθην σφόδρα. Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου, Πᾶς ἄνθρωπος ψεύστης. Ἕτερος· Καὶ εἶπον ἀδημονῶν, Πᾶς ἄνθρωπος διαψεύδεται. Ἐντεῦθεν πάλιν τὰ τῆς πίστεως λαμπρὰ δείκνυται, ὅτι οὐδὲ τὸ μέγεθος τῆς συμφορᾶς εἰς ἀπόγνωσιν αὐτὸν ἐνέβαλε. Τοιοῦτον γὰρ ἡ πίστις· ἱερά τίς ἐστιν ἄγκυρα, πάντοθεν ἀνέχουσα τὴν ἔχουσαν αὐτὴν διάνοιαν, καὶ τότε μάλιστα διαδείκνυται, ὅταν ἐκ τῶν ἀπόρων ἀναπείθῃ τὸν ἔχοντα αὐτὴν χρηστὰς ἀναμένειν ἐλπίδας, τῶν λογισμῶν ἐκβάλλουσα τὸν θόρυβον. Ὅπερ καὶ αὐτὸς δηλῶν ἔλεγεν· Ἐγὼ δὲ ἐκακώθην σφόδρα, φησί· τουτέστιν, Ἐκακώθην, ἀλλ' οὐκ ἀπέγνων, οὐδὲ ἀνέπεσον. Εἶτα δεικνὺς, ὅτι οὐχ ἁπλῶς ἐκακώθη, καὶ τὴν ἐπίτασιν προστίθησι λέγων· Ἐγὼ δὲ εἶπον ἐν τῇ ἐκστάσει μου, Πᾶς ἄνθρωπος ψεύστης. Τί ἐστιν, Ἐν τῇ ἐκστάσει μου; Ἐν τῇ ὑπερβολῇ τῆς συμφορᾶς, φησὶν, ἐν τῷ μεγέθει τῶν κακῶν. Τοσοῦτος γὰρ ἐπῆλθεν ἡμῖν πειρασμὸς, ὡς καὶ ἔκστασιν καὶ κάρον ἐνθεῖναι. Ἔκστασιν γὰρ ἐνταῦθα τὴν ἀναισθησίαν τὴν ἐκ τῶν κακῶν γινομένην λέγει. Ἐπεὶ καὶ ἐπὶ τοῦ Ἀδὰμ, ὅταν λέγῃ, ὅτι ἐπέβαλεν ἐπ' αὐτὸν ἔκστασιν, ἀναισθησίαν τινὰ λέγει. Καὶ γὰρ ἔκστασις λέγεται τὸ ἔξω αὐτοῦ γενέσθαι. Ἐπεβέβλητο δὲ αὐτῷ τότε, ὥστε μὴ αἰσθάνεσθαι τῆς πλευρᾶς ἀφαιρουμένης, μηδὲ ἀλγῆσαι τῷ γενομένῳ. Οὕτω κλέπτων ὁ Θεὸς τῆς ὀδύνης τὴν αἴσθησιν, ἵνα μὴ μισήσῃ τὸ ἐξ αὐτοῦ γινόμενον, ἅτε ἀλγήσας, ἐπέβαλεν ἐπ' αὐτὸν ἔκστασιν. Καὶ ἀλλαχοῦ πάλιν, Ἔπεσεν ἐπ' αὐτοὺς ἔκστασις, φησί. Κάρον τινὰ καὶ ἐκεῖ δηλοῖ, καὶ τὸ ἔξω αἰσθήσεως γενέσθαι. Καὶ πανταχοῦ ἡ ἔκστασις τοῦτο ἐμφαίνει. Γίνεται δὲ ἢ τοῦ Θεοῦ ἐργαζομένου, ἢ τῆς ὑπερβολῆς τῶν κακῶν κάρον ἐμποιούσης. Οἶδε γὰρ καὶ συμφορὰ ποιεῖν ἔκστασιν καὶ κάρον. Ἐνταῦθα οὖν ἔκστασιν λέγει, τὸ μέγεθος τῶν κακῶν τῶν κατειληφότων. Τί δέ ἐστιν ὅ φησι, Πᾶς ἄνθρωπος ψεύστης; Οὐδεὶς οὖν ἀληθής; Πῶς οὖν ὁ Ἰὼβ ἀναγέγραπται Ἄνθρωπος ἀληθινὸς, δίκαιος, θεοσεβής; Τί δὲ καὶ περὶ τῶν προφητῶν ἐροῦμεν; Εἰ γὰρ καὶ ἐκεῖνοι ψεῦσται, καὶ ἐψεύσαντο ἃ εἰρήκασι, πάντα οἴχεται. Τί δὲ ὁ Ἀβραάμ; τί δὲ οἱ δίκαιοι πάντες, Ὁρᾷς ὅσον ἐστὶ κακὸν τὴν λέξιν ἁπλῶς ἐκδέχεσθαι, καὶ μὴ τὰ νοήματα περισκοπεῖν; Τί οὖν ἐστιν ὅ φησι, Πᾶς ἄνθρωπος ψεύστης; Ὃ ἀλλαχοῦ φησιν, Ἄνθρωπος ματαιότητι ὡμοιώθη. Ὃ καὶ ἕτερος προφήτης εἶπε· Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· τουτέστιν, εὐτελέστατον πρᾶγμα, παραῤῥέον, σκιᾷ ἐοικὸς, ὀνείρατι, εἰκόνι τινί.