# Expositiones in Psalmos 3.1-26

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΡΙΖʹ ΨΑΛΜΟΝ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/3.1-26

Τί τῶν βαρβάρων ἐκείνων, τῶν Νινευϊτῶν λέγω, ἀθλιώτερον ἦν; ἀλλ' ὅμως ἐν αὐτῇ ἑστῶτες τῇ παγίδι, καὶ προσδοκῶντες, ὅτι πεσεῖται ἡ πόλις, οὐδὲ οὕτως ἀπέγνωσαν, ἀλλὰ μετάνοιαν ἐπεδείξαντο τὴν ἀκριβῆ· διὸ καὶ τοῦ Θεοῦ τὴν ἀπόφασιν εἰς τὸ πάλιν ὑποστρέψαι παρεσκεύασαν. Εἶδες πόση τῆς ἐλπίδος ἡ ἰσχύς; Τί δὲ αὐτὸς ὁ προφήτης; οὐκ ἐν τῇ κοιλίᾳ τοῦ κήτους ὢν, τοῦ ναοῦ καὶ τῆς εἰς τὰ Ἱεροσόλυμα ἐπανόδου ἐμέμνητο; Καὶ σὺ τοίνυν, κἂν εἰς αὐτὸν ἐμβῇς τὸν θάνατον, καὶ τοσούτων ἐπικρεμασθῇ κινδύνων μέγεθος, μὴ ἀπογνῷς. Δυνατὸν γὰρ τῷ Θεῷ καὶ ἐξ ἀπόρων πόρον εὑρεῖν. Διὸ καί τις σοφὸς ἔλεγεν· Ἀπὸ πρωῒ ἕως ὀψὲ μεταβολαὶ πολλαὶ, καὶ πάντα ταχινὰ ἐνώπιον αὐτοῦ. Οὐκ εἶδες τὸν περιστάτην ἐν ἀφθονίᾳ λιμώττοντα; οὐκ εἶδες τὴν χήραν λιμῷ εὐθηνουμένην; Ὅταν εἰς ἀπορίαν τὰ πράγματα ἐμπέσῃ, τότε μάλιστα ἔλπιζε. Τότε γὰρ μάλιστα ὁ Θεὸς ἐπιδείκνυται τὴν ἑαυτοῦ δύναμιν, οὐκ ἐκ προοιμίων, ἀλλ' ὅταν τὰ παρὰ τῶν ἀνθρώπων ἀπογνωσθῇ. Οὗτος γὰρ τῆς τοῦ Θεοῦ βοηθείας ὁ καιρός. Διὰ δὴ τοῦτο οὔτε τοὺς παῖδας ἐκ προοιμίων ἥρπασεν, ἀλλὰ μετὰ τὴν κάμινον· οὔτε τὸν Δανιὴλ πρὶν ἢ ἐμπεσεῖν, ἀλλὰ μετὰ τὰς ἑπτὰ ἡμέρας. Μὴ δὴ πρόσεχε τῇ φύσει τῶν πραγμάτων εἰς ἀπόγνωσιν ἐμβαλλόντων, ἀλλὰ τῇ δυνάμει τοῦ Θεοῦ τῇ τὰ ἀπεγνωσμένα εἰς ἐλπίδας ἀγούσῃ χρηστάς. Τοῦτο δὴ καὶ ὁ Ψαλμῳδὸς δεικνὺς, καὶ τὸ εὔπορον τῆς τοῦ Θεοῦ δυνάμεως παραστῆσαι θέλων, ὅτι καὶ εἰς αὐτὰ τὰ δεινὰ ἐμπεσόντας, καὶ καταποθέντας ἀνιμήσασθαι δύναται, οὐκ ἐκ προοιμίων μόνον, ἄκουσον τί ἐπήγαγε· Πάντα τὰ ἔθνη ἐκύκλωσάν με. Εἶδες ἄφευκτον κίνδυνον; Οὐ γὰρ ἐκ παρατάξεως ἦν ἡ μάχη, οὐδὲ ἐξ εὐθείας ἑστώτων, ἀλλ' ἔνδον ἀπείληπτο, καὶ ὡς σαγήνῃ τινὶ περιεβέβλητο, καὶ ὥσπερ ὑπὸ δικτύων συνείχετο, οὐχ ὑφ' ἑνὸς, καὶ δύο, καὶ τριῶν, ἀλλ' ὑπὸ τῶν ἐθνῶν ἁπάντων· ἀλλ' ὅμως πάντα διεῤῥήγνυτο τὰ δεσμὰ ταῦτα τῇ εἰς Θεὸν ἐλπίδι. Καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Κυκλώσαντες ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον, καὶ ἐξεκαύθησαν ὡς πῦρ ἐν ἀκάνθαις, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Εἶδες πῶς διαγράφει τῶν δεινῶν τὸ μέγεθος; Οὐ γὰρ ἁπλῶς εἶπεν, Ἐκύκλωσαν, ἀλλ', Ὡσεὶ μέλισσαι, καὶ ὡς πῦρ ἐν ἀκάνθαις· διὰ μὲν τῶν μελισσῶν τὸ σφοδρὸν τῆς προθυμίας, διὰ δὲ τῶν ἀκανθῶν τὸ ἀφόρητον τοῦ θυμοῦ, καὶ τὸ ἄσβεστον τῆς ὀργῆς αἰνιττόμενος. Τίς γὰρ ὑφέξει πῦρ ἀκάνθαις ἐμπεσόν; Ἀλλ' ὅμως, φησὶν, οὕτω σφοδρῶς, οὕτω ταχέως ἀναφθέντας καὶ ἐν μέσῳ περιλαβόντας οὐ μόνον διέφυγον, ἀλλὰ καὶ ἠμυνάμην. Τοῦτο ὅρα καὶ ἐπὶ τῆς ὕλης αὐτῆς γινόμενον. Καὶ γὰρ πῦρ βάτον ἔκαιε, καὶ οὔτε ἡ βάτος ἐκαίετο, οὔτε ἐκεῖνο ἐσβέννυτο, ἀλλ' ἀμφότερα ἔμε[ι]νεν ὁμιλοῦντα ἀλλήλοις, καὶ οὐκ ἀναλισκόμενα. Καίτοι τί σαθρότερον βάτου; τί δὲ πυρὸς καυστικώτερον; Ἀλλ' ὅμως ἡ θαυματουργὸς τοῦ Θεοῦ δύναμις παραδοξοποιοῦσα ἀμφότερα εἴασε μένειν. Τοιοῦτον δέ τι παράδοξον καὶ τότε συνέβαινε. Ὡς πῦρ γὰρ ἐπέδραμον, ὡς μέλισσαι μετὰ προθυμίας ἐπέθεντο, ἔνδον εἶχον ἀπειλημμένον, καὶ οὐδὲν ποιῆσαι ἴσχυσαν. Τὸ γὰρ ὅπλον τὸ ἀχείρωτον, ἡ συμμαχία ἡ ἀκαταμάχητος, τοῦ Θεοῦ τὸ ὄνομα πάντας αὐτοὺς ἀπήλασεν. Ὠσθεὶς ἀνετράπην τοῦ πεσεῖν, καὶ ὁ Κύριος ἀντελάβετό μου. Εἶπε τὸ μέγεθος τῶν δεινῶν, ἀπὸ τοῦ πλήθους, ἀπὸ τοῦ σχήματος, ἀπὸ τῆς προθυμίας, ἀπὸ τῆς ὀργῆς τῶν ἐπιόντων· λέγει καὶ ἀφ' ὧν αὐτὸς ἔπαθεν. Οὕτω μου ἐπεκράτησε τὰ δεινὰ, φησὶν, ὡς καὶ μικροῦ ἐγγὺς γενέσθαι τοῦ πεσεῖν καὶ κατενεχθῆναι. Οὕτω γὰρ ἀνετράπην ὠσθεὶς, ὡς μέλλειν καταπίπτειν· ἀλλ' ὅτε λοιπὸν ἔμελλον ἐπὶ γόνυ φέρεσθαι, καὶ κατακλίνεσθαι, καὶ πάντα ἀπέγνωστο τὰ ἀνθρώπινα, τότε τὴν ἑαυτοῦ συμμαχίαν ἐπεδείξατο. Ποιεῖ δὲ τοῦτο ὁ Θεὸς, ἵνα μηδεὶς τὴν ἑαυτοῦ δόξαν νοσφίζηται. Τοῦτο καὶ ἐν τῇ ἱστορίᾳ τῶν Κριτῶν ἐπὶ τοῦ Γεδεὼν ἐποίησε. Διὰ τοῦτο καὶ ἐπὶ τοῦ Ἐζεκίου, νυκτὸς οὔσης, τὸ τρόπαιον ἔστησεν. Εἰ γὰρ καὶ μηδὲν συντελέσας εἰς τὴν νίκην ἐκεῖνος καὶ τὸν πόλεμον, ὅμως ἀπενοήθη· εἰ παρέστη μόνον τῇ παρατάξει, εἰ πίπτοντας εἶδε τοὺς ἀναιρουμένους, οὐκ ἂν μειζόνως τοῦτο ἔπαθεν; Ὅταν τοίνυν ἀπογνωσθῇ ἐξ ἀνθρωπίνης ἐλπίδος τὰ πράγματα, τότε ἐπάγει τὴν παρ' ἑαυτοῦ συμμαχίαν. Τοῦτο καὶ ἐπὶ τοῦ Γολιὰθ ἐποίησε· τοῦτο καὶ ἐπὶ τῶν ἀποστόλων. Διὸ καὶ ὁ Παῦλος ἔλεγεν· Ἀλλ' αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς, ἀλλ' ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς. Ἰσχύς μου, καὶ ὕμνησίς μου ὁ Κύριος, καὶ ἐγένετό μοι εἰς σωτηρίαν. Ὡσεὶ ἔλεγε· Δύναμίς μου αὐτὸς ἐγένετο καὶ βοήθεια. Τί δέ ἐστιν ὅ φησιν, Ὕμνησίς μου; Ἡ δόξα μου, ὁ αἶνός μου, ὁ κόσμος μου, ἡ περιφάνειά μου. Οὐ γὰρ δὴ μόνον ἀπαλλάττει τῶν κινδύνων, ἀλλὰ καὶ λαμπροὺς ποιεῖ καὶ περιφανεῖς· καὶ πανταχοῦ τοῦτο ἔστιν ἰδεῖν, μετὰ δόξης τὴν σωτηρίαν διδομένην. Καὶ ἕτερον δέ τι διὰ τούτου αἰνίττεται. Ποῖον δὲ τοῦτο; Ὅτι τοῦτό μοι, φησὶ, διηνεκὴς ᾠδὴ, τοῦτό μοι διηνεκὴς φωνὴ, ὁ ὕμνος ὁ εἰς αὐτὸν, τοῦτό μοι ἔργον, διηνεκῶς αὐτὸν ἀνυμνεῖν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
