# Expositiones in Psalmos 3.1-29

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΡΚΘʹ ΨΑΛΜΟΝ. Ἐκ βαθέων ἐκεκραξά σοι, Κύριε· Κύριε, εἰσάκουσον τῆς φωνῆς μου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/3.1-29

Τοῦτο καὶ διὰ τοῦ προφήτου δηλῶν ἔλεγεν· Ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου. Τουτέστι, τοῦτο ἐμόν ἐστι, τῆς ἐμῆς ἀγαθότητος, τῆς ἐμῆς φιλανθρωπίας. Ὡς τά γε σὰ οὐκ ἀρκεῖ ποτε πρὸς ἐλευθερίαν τιμωρίας, ἂν μὴ τὰ τῆς ἐμῆς προστεθῇ φιλανθρωπίας. Καὶ πάλιν· Ἐγὼ ἀνέχομαι ὑμῶν. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε. Ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, Ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. Ἄλλος, Ἕνεκεν τοῦ νόμου σου. Ἕτερος πάλιν, Ἕνεκεν τοῦ γνωσθῆναι τὸν λόγον σου. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· διὰ τὴν φιλανθρωπίαν σου, διὰ τὸν νόμον σου προσεδόκησα σωτηρίαν· ἐπεὶ εἰς τὰ ἐμαυτοῦ εἰ ἀπεῖδον, πάλαι ἂν ἀπέγνων, πάλαι ἂν ἀπήλπισα· νῦν δὲ τῷ νόμῳ σου προσέχων καὶ τῷ λόγῳ σου, χρηστὰς ἔχω ἐλπίδας. Ποίῳ λόγῳ; Τῷ τῆς φιλανθρωπίας. Αὐτὸς γάρ ἐστιν ὁ λέγων· Καθὼς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχουσιν αἱ βουλαί μου ἀπὸ τῆς βουλῆς ὑμῶν, καὶ αἱ ὁδοί μου ἀπὸ τῶν ὁδῶν ὑμῶν. Καὶ πάλιν· Κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν. Καὶ πάλιν· Καθ' ὅσον ἀπέχουσιν αἱ ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ' ἡμῶν τὰς ἀνομίας ἡμῶν. Τουτέστιν, οὐ κατορθώσαντας ἔσωσα μόνον, ἀλλὰ καὶ ἁμαρτανόντων ἐφεισάμην, καὶ μεταξὺ τῶν πλημμελημάτων τῶν σῶν τὴν ἀντίληψιν τὴν ἐμαυτοῦ καὶ τὴν κηδεμονίαν ἐπεδειξάμην. Ἄλλος φησὶν, Ὅπως ἐπίφοβος ἔσῃ, προσεδόκησα τὸν Κύριον. Ἐπίφοβος τίνι; Τοῖς ἐχθροῖς, τοῖς ἐπιβούλοις, τοῖς ἐχθραίνουσί μοι. Τί δέ ἐστι πάλιν, Ἕνεκεν τοῦ ὀνόματός σου; Ὅτι εἰ καὶ ἁμαρτωλὸς ἐγὼ, καὶ μυρίων γέμων κακῶν, φησὶν, ἀλλ' ὅμως ᾔδειν, ὅτι ἵνα μὴ τὸ ὄνομά σου βεβηλωθῇ, οὐκ ἂν περιεῖδες ἡμᾶς ἀπολλυμένους. Ὃ καὶ αὐτὸς ἐν τῷ Ἰεζεκιὴλ λέγει· Οὐ δι' ὑμᾶς ἐγὼ ποιῶ, ἀλλὰ διὰ τὸ ὄνομά μου, ἵνα μὴ βεβηλωθῇ ἐν τοῖς ἔθνεσιν. Τουτέστιν, ἡμεῖς μὲν οὐκ ἦμεν ἄξιοι σωθῆναι, οὐδὲ εἴχομέν τινα ἀπὸ τῶν πεπραγμένων ἡμῖν προσδοκίαν χρηστήν· διὰ δὲ τὸ ὄνομά σου προσδοκῶμεν σώζεσθαι, καὶ αὕτη ἡμῖν ὑπολέλειπται σωτηρίας ἐλπίς. Ἄλλος, Ἕνεκεν φόβου ὑπέμεινα Κύριον. Ἄλλος, Ἕνεκεν νόμου ὑπέμεινα Κύριον. Ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου. Ἄλλος, Προσεδόκησεν ἡ ψυχή μου τῷ ῥήματι αὐτοῦ. Ἄλλος, Ὑπέμεινεν ἡ ψυχή μου, καὶ τὸ ῥῆμα αὐτοῦ ἐκαραδόκησα. Τουτέστιν, ἀπὸ τῶν ἐπαγγελιῶν καὶ τῶν συνεχῶν ὑποσχέσεων τῶν περὶ φιλανθρωπίας καὶ χρηστότητος ἄγκυραν εἶχον ἱερὰν, καὶ οὐκ ἀπηγόρευον τὰ κατὰ ἐμαυτόν. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτὸς ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Πάντα τὸν βίον, φησί· τουτέστι, νύκτα καὶ ἡμέραν πᾶσαν. Οὐδὲν γὰρ πρὸς σωτηρίαν ἴσον τοῦ διαπαντὸς ὁρᾷν, καὶ τῆς ἐλπίδος ἐκκρέμασθαι ἐκείνης, κἂν μυρία συμπίπτῃ τὰ εἰς ἀπόγνωσιν ἐμβάλλοντα. Τοῦτο τεῖχος ἀῤῥαγὲς, τοῦτο ἀσφάλεια ἀχείρωτος, τοῦτο πύργος ἄμαχος. Κἂν τὰ πράγματα τοίνυν θάνατον ἀπειλῇ, καὶ κίνδυνον, καὶ πανωλεθρίαν, μὴ ἀποστῇς ἐλπίζων εἰς Θεὸν, καὶ προσδοκῶν τὴν παρ' αὐτοῦ σωτηρίαν. Ῥᾴδια γὰρ αὐτῷ πάντα καὶ εὔκολα, καὶ ἐξ ἀπόρων πόρον εὑρεῖν δυνήσεται. Μὴ τοίνυν κατὰ ῥοῦν φερομένων τῶν πραγμάτων προσδόκα ἀπολαύσεσθαι συμμαχίας μόνον· ἀλλὰ καὶ τότε μάλιστα, ὅταν κλυδώνιον ᾖ καὶ χειμὼν, καὶ ὁ περὶ τῶν ἐσχάτων ἐπικρέμαται κίνδυνος. Τότε γὰρ μάλιστα πλεῖον ὁ Θεὸς τὴν ἑαυτοῦ δύναμιν ἐνδείκνυται. Τοῦτο οὖν ἐστιν ὃ λέγει· διαπαντὸς δεῖ πρὸς Κύριον ἐλπίζειν πάντα τὸν βίον, πᾶσαν τὴν ζωήν. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις. Καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. Τί ἐστιν, Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος; Πηγὴ καὶ θησαυρὸς ἐκεῖ φιλανθρωπίας, φησὶ, πηγάζων διηνεκῶς. Ὅπου δὲ ἔλεος, καὶ λύτρωσις· καὶ οὐχ ἁπλῶς λύτρωσις, ἀλλὰ καὶ πολλὴ, καὶ φιλανθρωπίας ἄπειρον πέλαγος. Κἂν τοίνυν ὑπὸ τῶν ἁμαρτημάτων ὦμεν προδεδομένοι, ἀναπίπτειν οὐ χρὴ, οὐδὲ ἀπαγορεύειν. Ὅπου γὰρ ἔλεος καὶ φιλανθρωπία, οὐ γίνονται τῶν πεπλημμελημένων ἀκριβεῖς αἱ εὐθῦναι, τοῦ δικάζοντος διὰ τὸν πολὺν ἔλεον, καὶ τὸ πρὸς φιλανθρωπίαν ἐπιῤῥεπὲς, τὰ πολλὰ παρατρέχοντος. Τοιοῦτον γὰρ ὁ Θεὸς, πρὸς τὸ ἐλεεῖν διηνεκῶς καὶ συγγνώμην διδόναι ἐπιῤῥεπὲς καὶ πρόχειρον. Καὶ αὐτὸς λυτρώσεται τὸν, Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. Εἰ τοίνυν τοιοῦτός ἐστι, καὶ κέχυται πανταχοῦ τῆς φιλανθρωπίας αὐτοῦ τὸ μέγεθος, εὔδηλον ὅτι καὶ τὸν λαὸν αὐτοῦ σώσει, καὶ ἀπαλλάξει οὐχὶ κολάσεως μόνον, ἀλλὰ καὶ τῶν ἁμαρτημάτων. Ταῦτ' οὖν εἰδότες, μένωμεν παρακαλοῦντες, δεόμενοι, καὶ μηδέποτε ἀποστῶμεν, κἂν λάβωμεν, κἂν μὴ λάβωμεν. Εἰ γὰρ τοῦ δοῦναι κύριος, καὶ τοῦ πότε δοῦναι κύριός ἐστι, καὶ τὸν καιρὸν ἀκριβῶς οἶδεν αὐτός. Μένωμεν τοίνυν ἱκετεύοντες, παρακαλοῦντες, θαῤῥοῦντες αὐτοῦ τῷ ἐλέει καὶ τῇ φιλανθρωπίᾳ, καὶ μηδέποτε τὴν ἑαυτῶν ἀπογινώσκωμεν σωτηρίαν, ἀλλὰ τὰ παρ' ἑαυτῶν εἰσφέρωμεν, καὶ πάντως ἕψεται τὰ παρ' ἐκείνου, ἐπειδὴ ἄφατον παρ' αὐτῷ τὸ ἔλεος καὶ ἄπειρος ἡ φιλανθρωπία· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
