# Expositiones in Psalmos 3.1-30

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΡΛΑʹ ΨΑΛΜΟΝ. Μνήσθητι, Κύριε, τοῦ Δαυῒδ, καὶ πάσης τῆς πραότητος αὐτοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/3.1-30

Καλῶς οὖν οὕτως εἶπε· πολλὴν γὰρ ὁ Θεὸς ἐνεδείξατο δι' αὐτῆς δύναμιν, καὶ ἅπαξ, καὶ δὶς, καὶ πολλάκις, οἷον ὅτε ἐλήφθη παρὰ τῶν Ἀζωτίων, ὅτε τὰ εἴδωλα κατήνεγκεν, ὅτε ἔπληξε τοὺς εἰληφότας, ὅτε ἔστησε τὴν πληγὴν ἀποδοθείσης αὐτῆς, καὶ διὰ τῶν ἄλλων δὲ, δι' ὧν αὐτόθι εἰργάζετο, τὴν ἰσχὺν ἐπεδείκνυτο τὴν ἑαυτοῦ. Τί δέ ἐστιν, Ἀνάστηθι εἰς τὴν ἀνάπαυσίν σου; Στῆσον ἡμᾶς ἀλωμένους, φησὶ, καὶ τὴν κιβωτὸν περιφερομένην, καὶ ὀψὲ γοῦν ποτε ἀνάπαυσον αὐτήν. Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην. Ἕτερος, Ἀμφιεσθήτωσαν. Ἄλλος, Ἐνδυσάσθωσαν, ὅπερ μάλιστά ἐστι σαφέστερον· εὐχομένου γάρ ἐστιν, οὐχὶ προφητεύοντος, καὶ αἰτοῦντος τὴν τῆς ἀρετῆς κτῆσιν. Δικαιοσύνην δὲ ἐνταῦθά φησι τὴν ἁγιαστίαν, τὴν ἱερωσύνην, τὴν λατρείαν, τὰς θυσίας, τὰς προσφορὰς, καὶ μετὰ τούτων τὴν ἀκριβῆ πολιτείαν, ἐπειδὴ μάλιστα καὶ παρὰ ἱερέων ταύτην ἀπαιτεῖσθαι χρή. Καὶ οἱ ὅσιοί σου ἀγγαλλιάσονται· τούτων γενομένων. Ὅρα αὐτὸν οὐ πόλεως ζητοῦντα οἰκοδομὴν, οὐκ ἀφθονίαν ὠνίων, οὐ τὴν ἄλλην εὐπραγίαν, ἀλλὰ τὴν εὐπρέπειαν τοῦ ναοῦ, τὴν τῆς κιβωτοῦ κατάπαυσιν, τὸ τῶν ἱερέων πλήρωμα, τὴν ἁγιαστίαν, τὴν λατρείαν, τὴν ἱερωσύνην. Εἶτα ἐπειδὴ ταῦτα ᾔτησαν, αὐτοὶ δὲ ὑπεύθυνοι ἁμαρτήμασιν ἦσαν πολλοῖς, ἐπὶ τὸν πρόγονον καταφεύγει πάλιν λέγων· Ἕνεκεν Δαυῒδ τοῦ δούλου σου μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ κριστοῦ σου. Τί ἐστιν, Ἕνεκεν Δαυῒδ τοῦ δούλου σου; Οὐ διὰ τὴν ἀρετὴν ἐκείνου μόνον, φησὶν, οὐδ' ὅτι τοσαύτην σπουδὴν ἐποιήσατο πρὸς τὸ τὸν ναὸν ἀναστῆσαι, ἀλλ' ὅτι καὶ συνθήκας ἔθου πρὸς αὐτόν. Ἕνεκεν Δαυῒδ τοῦ δούλου σου μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ κριστοῦ σου. Τίνος φησί; Τοῦ τότε χρισθέντος καὶ δημαγωγοῦντος, καὶ προεστῶτος τοῦ λαοῦ. Ὤμοσε Κύριος τοῦ Δαυῒδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν. Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου. Ἐπειδὴ γὰρ ἐμνήσθη τοῦ Δαυῒδ, καὶ τῆς ἀρετῆς τοῦ ἀνδρὸς, καὶ τῆς σπουδῆς τῆς πρὸς τὸν ναὸν, καὶ τὰ παλαιὰ διηγήματα εἶπε, καὶ ἠξίωσεν ἐπὶ τῆς προτέρας αὐτοῦ φανῆναι πολιτείας, ὅπερ μέγιστον ἔχει κεφάλαιον, τοῦτο προβάλλεται, τὰς συνθήκας ἀναγινώσκων τοῦ Θεοῦ. Ποῖαι δὲ αὗταί εἰσιν; Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου. Ἀλλ' οὐχ ἁπλῶς αἱ συνθῆκαι ἐγένοντο, ἀλλὰ μετὰ διορισμοῦ τινος. Τίς δὲ ἦν ὁ διορισμός; Ἄκουε· ἐπάγει γάρ· Ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου, καὶ τὰ μαρτύριά μου ταῦτα. ἃ διδάξω αὐτοὺς, καὶ οἱ υἱοὶ αὐτῶν ἕως τοῦ αἰῶνος καθιοῦνται ἐπὶ τοῦ θρόνου σου. Ταύτας τὰς συνθήκας θέμενος ὁ Θεὸς, αὐτοῖς ἐνεχείρισε τὸ χειρόγραφον· κἀκεῖνοι πάλιν ἔλεγον, Πάντα ὅσα εἶπεν ὁ Κύριος ποιήσομεν καὶ ἀκουσόμεθα. Εἶτα ἐπειδὴ ὁρᾷ τὸ ἓν μέρος παραβεβηκὸς τὰς συνθήκας, ἐπὶ τὸν τόπον ἄγει τὸν λόγον, πανταχόθεν κινῶν λόγους παρακλητικοὺς, καὶ λέγων· Ὅτι ἐξελέξατο Κύριος τὴν Σιὼν, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ. Αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος. Ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν. Τουτέστιν, οὐκ ἄνθρωπος τὸν τόπον ἐξελέξατο, ἀλλ' ὁ Θεὸς αὐτὸν ἐψηφίσατο, συγκαταβαίνων αὐτῶν τῇ ἀσθενείᾳ. Ὃ οὖν λέγει, τοιοῦτόν ἐστιν· ὃν εἵλου, ὃν ἐξελέξω, ὃν ἐψηφίσω, ὃν ἐδοκίμασας ἐπιτήδειον εἶναι, μὴ ἀφῇς διαῤῥυῆναι, μηδὲ ἀπολέσθαι. Ταῦτα γὰρ ἔλεγες, ὅτι Κατοικήσω ἐνταῦθα. Ἀλλὰ ταῦτα ἐλέγετο μετὰ τῶν συνθηκῶν ἐκείνων. Ποίων δὴ τούτων; Ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου. Τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω. Ἕτερος, Τὸν ἐπισιτισμόν. Θήραν λέγει τῶν ὠνίων τὴν ἀφθονίαν, τὴν εὐετηρίαν, καὶ εὔχεται πάντα αὐτοῖς ὡς ἀπὸ πηγῶν ἐπιῤῥεῖν. Καὶ γὰρ τοιαύτην εἶχον πολιτείαν οἱ Ἰουδαῖοι τὸ παλαιὸν, οὐκ αἰσθανομένην τῶν φυσικῶν ἀναγκῶν, εἴ ποτε τὸν Θεὸν ἵλεων εἶχον· οὔτε γὰρ σιτοδεία τις ἦν παρ' αὐτοῖς, οὐ λιμὸς, ἢ λοιμὸς, οὐ θάνατος ἄωρος, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν, οἷα συμβαίνειν τοῖς ἀνθρώποις εἴωθεν, ἀλλὰ πάντα αὐτοῖς ὥσπερ ἐκ πηγῶν ἐπέῤῥει, τῆς τοῦ Θεοῦ χειρὸς τῶν ἀνθρωπίνων πραγμάτων τὴν ἀσθένειαν διορθουμένης. Τοῦτο οὖν φησιν ἐνταῦθα, ὅτι Ὑπέσχου τὴν θήραν αὐτῆς εὐλογήσειν, τουτέστι, τὴν τῶν ἀναγκαίων ἀφθονίαν παρέξειν μετὰ πολλῆς τῆς ἀσφαλείας. Τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων. Τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν, καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται. Ἐκεῖ ἐξανατελῶν κέρας τῷ Δαυΐδ· ἡτοίμασα λύχνον τῷ χριστῷ μου. Τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην· ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου. Ὅρα πανταχόθεν εὐημερίαν συγκεκροτημένην, ἀπὸ τοῦ μηδὲν τῶν ἀναγκαίων ἐνδεῖν, ἀπὸ τοῦ τοὺς ἱερεῖς ἐν ἀσφαλείᾳ εἶναι, ἀπὸ τοῦ τὸν λαὸν ἐν εὐφροσύνῃ, ἀπὸ τοῦ τὸν βασιλέα ἐν ἰσχύϊ. Λύχνον γὰρ ἐνταῦθα ἢ τὸν βασιλέα φησὶν, ἢ ἀντίληψιν, ἢ σωτηρίαν, ἢ φῶς· μετὰ δὲ τούτων τὸ μέγιστον τῆς εὐημερίας εἶδος. Ποῖον δὴ τοῦτο; Τὸ τοὺς ἐχθροὺς ἐγκαλύπτεσθαι, καὶ μηδένα εἶναι τὸν λυμαινόμενον τοῖς καλοῖς τούτοις. Καὶ οὐκ εἶπεν ἀπώλειαν ἁπλῶς, ἀλλ' αἰσχύνην, βουλόμενος ὥστε ζῶντας ἐγκαλύπτεσθαι, καὶ καταδύεσθαι, καὶ μαρτυρεῖν δι' ὧν πάσχουσι τὴν ἰσχὺν καὶ τὴν εὐημερίαν τῷ ἔθνει τούτῳ. Ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου. Τί ἐστιν, Ἐπὶ δὲ αὐτόν; Ἐπὶ τὸν λαόν. Τὸ ἁγίασμα ἕτερος Τὸ κέρας εἶπεν. Ἄλλος, Ἀφόρισμα αὐτοῦ. Ἄλλος, Τὸ ἀφωρισμένον αὐτοῦ. Τί ποτ' οὖν ἐστι τὸ εἰρημένον; Ἐμοὶ δοκεῖ τὴν εὐπραγίαν λέγειν, τὴν ἀσφάλειαν, τὴν ἰσχὺν, τὴν βασιλείαν. Ἅπερ ἐξ ἀρχῆς ἀφώρισα αὐτῷ, ταῦτα μενεῖ ἀνθοῦντα, φησὶ, βρύοντα, οὐ μαραινόμενα, οὐδὲ καταπίπτοντα· ἀλλὰ ταῦτα πάντα ἔσται, τοῦ διορισμοῦ τοῦ ἔμπροσθεν εἰρημένου μένοντος. Ποίου δὴ τούτου; Ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου. Οὐ γὰρ μόναι αἱ ὑποσχέσεις τοῦ Θεοῦ παρέχουσιν ἡμῖν τὰ ἀγαθὰ, ἂν μὴ καὶ ἡμεῖς τὰ παρ' ἑαυτῶν ποιῶμεν, οὐδὲ χρὴ τούτοις προσέχοντας ἀναπεπτωκέναι, καὶ ὑπτίους εἶναι. Πολλὰ γὰρ καὶ τῶν ἀγαθῶν ὧν ἐπηγγείλατο ὁ Θεὸς οὐ ποιεῖ, τῶν τὰς ἐπαγγελίας δεξαμένων ἀναξίων εὑρισκομένων· ὥσπερ καὶ τὰ κακὰ, ἃ ἠπείλησεν, εἰς ἔργον οὐκ ἄγει, τῶν παροξυνάντων αὐτὸν ὕστερον μεταβαλλομένων, καὶ τὴν ὀργὴν ἀποκρουσαμένων. Ταῦτα οὖν εἰδότες, μήτε διὰ τὰς ὑποσχέσεις ῥᾳθυμῶμεν, ἵνα μὴ καταπέσωμεν, μήτε διὰ τὰς ἀπειλὰς ἀπογινώσκωμεν, ἀλλὰ μεταβαλλώμεθα. Οὕτω γὰρ δυνησόμεθα τῶν μελλόντων ἐπιτυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
