Ancient Greek
ΕΙΣ ΤΟΝ ΡΛΔʹ ΨΑΛΜΟΝ. Αἰνεῖτε τὸ ὄνομα Κυρίου, αἰνεῖτε, δοῦλοι, Κύριον. Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν. Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς Κύριος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 3.1-31
Not analysed yet
Ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν. Ὅρα παράδοξον ἕτερον πάλιν, καὶ ἐναντίας φύσεις συνιούσας. Οὔτε γὰρ ἀστραπῆς τι πυρωδέστερον, οὔτε ὑδάτων ψυχρότερον, ἀλλ' ὅμως ἀναμίγνυνται αὗται, καὶ οὐ συγχέονται, οὐδὲ κεράννυνται, ἀλλὰ τοὺς οἰκείους ἑκάστη διατηρεῖ ὅρους. Μένον γὰρ τὸ πῦρ ἐν τῷ ὕδατι, καὶ τὸ ὕδωρ ἐν τῷ πυρὶ, οὔτε τοῦτο ἐκεῖνο ἀνεξήρανεν, οὔτε ἐκεῖνο τοῦτο κατέσβεσε. Καίτοι ἡ ἀστραπὴ τοῦ ἡλιακοῦ πυρὸς ὀξύτερον, φανότερον, τομώτερον. Καὶ μαρτυροῦσιν αἱ ὄψεις αὐταῖς ἀκτῖσι διηνεκῶς προσβάλλουσαι· ἐκείνης δὲ τὴν φορὰν οὐδὲ πρὸς βραχὺ δυνάμεναι ἐνεγκεῖν. Καὶ ὁ μὲν ἥλιος διὰ πάσης ἡμέρας διατρέχει τὸν οὐρανὸν, αὕτη δὲ ἐν μιᾷ καιροῦ ῥοπῇ τὴν οἰκουμένην ἅπασαν· καθάπερ καὶ ὁ Χριστὸς μαρτυρεῖ λέγων· Ὥσπερ ἡ ἀστραπὴ πορεύεται ἐξ ἀνατολῶν, καὶ φαίνεται ἕως δυσμῶν. Ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ. Αὕτη πάλιν ἑτέρα φύσις, χρείαν οὐ μικρὰν ἡμῖν παρέχουσα, ἀλλὰ τοσαύτην, ὥστε εἰς τὸ πολὺ τῆς ζωῆς ἡμῶν συντελεῖν, καὶ κεκμηκότα ἀνακτᾶσθαι τὰ σώματα, καὶ καταψύχειν, καὶ τὸν ἀέρα κουφότερον ποιεῖν. Τοῦτο γὰρ ἔργον ἀνέμων, ἀναῤῥιπίζειν τὸν ἀέρα, ὥστε μὴ ἀκίνητον ὄντα φθείρεσθαι, πεπαίνειν τοὺς καρποὺς, τρέφειν τὰ σώματα. Τί ἄν τις εἴποι τὰς ἐν ναυτιλίᾳ χρείας αὐτῶν, τοὺς καιροὺς, καθ' οὓς τεταγμένως ἐφίστανται, καὶ παραχωροῦσιν ἀλλήλοις, χορεύοντες ἐν τῷ πελάγει, καὶ τοὺς πλωτῆρας διαβιβάζοντες; Καὶ ὁ μὲν παρέπεμψεν, ὁ δὲ διεδέξατο, καὶ ἐναντίας ὁδεύουσιν ὁδοὺς, καὶ διακονοῦνται, καὶ ἡ μάχη αὐτῶν τῷ βίῳ πάλιν γίνεται χρήσιμος. Καὶ μυρία ἕτερα ἄν τις εἴποι τῶν ἀνέμων ἔργα. Ἀλλ' ὅμως ταῦτα πάντα παραδραμὼν ὁ Προφήτης, καὶ καταλιπὼν τῷ ἀκροατῇ ἀναλέγεσθαι, αὐτὸς μόνον τὴν εὐκολίαν τῆς δημιουργίας παρέστησε. Τὸ γὰρ εἰπεῖν, Ἐκ θησαυρῶν αὐτοῦ, οὐ τοῦτο δηλοῦντός ἐστιν, ὅτι θησαυροί τινές εἰσιν ἀνέμων, ἀλλὰ τὸ εὔκολον τοῦ ἐπιστατοῦντος, τὸ ἕτοιμον τῆς κτίσεως, τὸ παρεσκευασμένον. Ὥσπερ γὰρ ὁ ἐν θησαυρῷ ἔχων, μετ' ἀδείας ἐξάγει πάντα, καὶ ὅτε βούλεται· οὕτω καὶ ὁ τοῦ παντὸς δημιουργὸς πάντα εὐκόλως ἐποίησε, καὶ τῇ φύσει παρέδωκεν. Εἶδες πόση καὶ ἐν ἀέρι διαφορὰ, καθάπερ καὶ ἐν ὕδατι καὶ ἐν πυρὶ, πολλαὶ ἐναλλαγαί; Καὶ γὰρ τοῦ ὕδατος τὸν μέν ἐστι πηγαῖον, τὸ δὲ θαλάττιον, τὸ δὲ ἀέριον, τὸ δὲ ἐν νεφέλαις, τὸ δὲ οὐράνιον, τὸ δὲ ὑπεράνω τῶν οὐρανῶν, τὸ δὲ ὑπόγειον. Καὶ ἐν τῷ πυρὶ, τὸ μέν ἐστιν ἐν ἡλίῳ, τὸ δέ ἐστιν ἐν σελήνῃ, τὸ δέ ἐστιν ἐν ἄστροις, τὸ δὲ ἐν ἀστραπαῖς, τὸ δὲ ἐν ἀέρι, τὸ δὲ ἀπὸ ξύλων, τὸ περὶ ἡμᾶς, καὶ τὸ λυχνιαῖον, τὸ δὲ ἀπὸ γῆς· καὶ γάρ ἐστι πολλαχοῦ τοιοῦτον ἀπὸ γῆς ἀναδιδόμενον, ὥσπερ αἱ πηγαὶ τῶν ὑδάτων· τὸ δὲ ἐν λίθοις παρατριβομένοις, τὸ δὲ ἐν κόμαις δένδρων, καὶ αὐτῶν παρατριβομένων, τὸ δὲ ἐν κεραυνοῖς. Οὕτω δὴ καὶ ἐν ἀέρι, ὁ μέν ἐστι παχύτερος, ὁ περὶ ἡμᾶς· ὁ δὲ λεπτότερος, ὁ δὲ ἀνώτερος πάλιν πυρωδέστερος. Καὶ τῶν ἀνέμων πολλαὶ αἱ διαφοραί· ὁ μὲν γὰρ λεπτότερος, ὁ δὲ παχύτερος· ὁ μὲν ψυχρότερος, ὁ δὲ ξηρότερος· ὁ μὲν ὑγρότερος, ὁ δὲ θερμότερος. Ἀὴρ δὲ καὶ νέφος, τὸ μὲν σχολαιότερον, τὸ δὲ ταχύτερον χωρεῖ, καθάπερ ἐφ' ἵππων. Οὕτω δὴ καὶ ἐπὶ νεφελῶν καὶ ἀνέμων αἱ μὲν ἐοίκασιν ὑδροφόροις σκεύεσι, ποτὲ μὲν ὑδάτων ἐμπεπλησμέναι, ποτὲ δὲ κεναὶ φερόμεναι· αἱ δὲ ῥιπίδι ἐοίκασι. Σὺ δὲ ταῦτα ὁρῶν καὶ τὴν διαφορὰν καὶ τὴν ποικιλίαν αὐτῶν, θαύμαζε τὸν δημιουργόν. Ὃς ἐπάταξε τὰ πρωτότοκα Αἰγύπτου. Εἰπὼν τὰ καθόλου, καὶ δείξας τοῦ Θεοῦ τὴν πρόνοιαν τὴν περὶ τὴν οἰκουμένην ἅπασαν, διὰ τῶν ἀστραπῶν, διὰ τῶν ἀνέμων, διὰ τῶν ἀέρων, διὰ τῶν νεφελῶν, διὰ τῶν ὑετῶν, καὶ ἐλέγξας τὴν ληρωδίαν τῶν μέχρι σελήνης πρόνοιαν λεγόντων εἶναι, ἐπὶ τὸ μερικὸν ἔρχεται τὸ περὶ Ἰουδαίους μέρος. Ὅτι μὲν γὰρ γῆ, καὶ οὐρανὸς, καὶ τὰ ὁρώμενα πάντα τῆς αὐτοῦ φιλανθρωπίας ἀπολαύει, ἔδειξε διὰ τῶν εἰρημένων· ἵνα δὲ εὐγνωμονεστέρους Ἰουδαίους ἐργάσηται, καὶ τὰ μερικὰ διηγεῖται, δεικνὺς ὅτι ὁ καθόλου Θεὸς, καὶ τῶν ἁπάντων προνοῶν, ἰδικὰς αὐτοῖς τινας εὐεργεσίας ἐχαρίσατο. Καίτοι καὶ τὰ εἰς ἐκείνους γινόμενα, καθολικὰ πάλιν ἦν. Τό τε γὰρ ἐκ τῶν ἄλλων αὐτοὺς ἐξειλέχθαι, παραζηλοῦν ἐκείνους ἐποίει· ὅπερ καὶ ὁ Παῦλος δεικνὺς λέγει· Τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς. Καὶ γὰρ ὥσπερ πατὴρ ἐπὶ παιδίων ἀφισταμένων αὐτοῦ, λαβὼν ἓν ἐξ αὐτῶν ἐπὶ τῶν γονάτων καθίζει, καὶ οὐ δι' ἐκεῖνο τοῦτο ποιεῖ, ἀλλὰ πολλῷ μᾶλλον διὰ τὰ ἄλλα, ὥστε δηχθέντα αὐτὰ τῇ τιμῇ προσδραμεῖν πρὸς τὸν πατέρα τῆς αὐτῆς ἀπολαύσοντα θεραπείας· οὕτω καὶ ὁ Θεὸς ἐπὶ τῶν Ἰουδαίων ἐποίησε. Λαβὼν γὰρ αὐτοὺς οὐκ ἐπὶ τῶν γονάτων, ἀλλ' ἐπὶ τῶν βραχιόνων (καθάπερ ὁ προφήτης φησὶ), καὶ ἐπὶ τῶν μεταφρένων ἀνέλαβεν αὐτοὺς, χαρίζεται τὰ ἐκείνοις ποθεινὰ, ναὸν, θυσίας, ἃ μάλιστα ἐζήτουν μετὰ πλείονος τῆς ἀκριβείας, προστασίας τὰς ἐν πολέμοις, νίκας, τρόπαια, τὴν ἀπὸ τῆς γῆς εὐθηνίαν, τὴν τῆς φύσεως εὐετηρίαν, τούτοις τε τούτους καλλωπίζων, καὶ τοὺς ἄλλους εἰς ζῆλον ἄγων. Ἀλλ' ἐπειδὴ ἔμελλον φαῦλοι γίνεσθαι διαπαντὸς κολακευόμενοι, καὶ διὰ τῶν τιμωριῶν αὐτοὺς ῥυθμίζει. Πολλὴ γὰρ ἡ τοῦ Θεοῦ σοφία, καὶ ἐξ ἀμηχάνων εὑρίσκει πόρους.