# Expositiones in Psalmos 3.1-32

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΡΛΕʹ ΨΑΛΜΟΝ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/3.1-32

Ὁρᾷς πῶς δικαίως καθ' ἕκαστον στίχον λέγει τὸ, Εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ; Ταῦτα γὰρ ἅπαντα τὴν διηνεκῆ κηδεμονίαν ἐδείκνυ. Εἰ γὰρ καὶ τὰ γενόμενα τέλος εἶχεν, ἀλλ' αἱ μνῆμαι αὐτῶν τοῖς μετὰ ταῦτα πολλὴν θεογνωσίας παρεῖχον ὑπόθεσιν. Καὶ γὰρ τῇ μνήμῃ εἰς ἐγγόνους παραπεμπόμενα ἐχειραγώγει πρὸς φιλοσοφίαν πολλήν. Ἄλλως δὲ οὐκ ἐκεῖνα ἐπράχθη μόνον, καὶ ἐπαύσατο ἡ τοῦ Θεοῦ κηδεμονία, οὐδὲ μέχρι τῶν Αἰγυπτιακῶν ἔστη τὰ τῆς φιλανθρωπίας, ἀλλ' ἕκαστος καιρὸς καὶ χρόνος ἅπας ἔχει παρατεινόμενα τῆς ἀφάτου αὐτοῦ φιλανθρωπίας τὰ δείγματα. Ὑπὲρ ὧν καὶ αὐτὸς ἐκπληττόμενος, συνεχῶς ἐπιλέγει τὸ, Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Καὶ καλῶς ἐπήγαγε, Τῷ διαγαγόντι τὸν Ἰσραὴλ διὰ μέσου αὐτῆς· ἐπεὶ καὶ τοῦτο τῆς τοῦ Θεοῦ δυνάμεως. Οὐ γὰρ ἤρκει τὸ τὴν θάλασσαν ὑπονοστῆσαι, καὶ ῥᾳδίαν αὐτοῖς ποιῆσαι τὴν δίοδον· ἀλλ' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα ἂν αὐτοὺς ἐξέπληξε, καὶ ἐφόβησε, καὶ ἀπεῖρξε τολμᾷν, τῷ παραδόξῳ πολλὴν δειλίαν ἐμποιοῦν· ἀλλὰ τῆς τοῦ Θεοῦ δυνάμεως ἐγένετο τὸ καὶ μετὰ τὴν ἀναχώρησιν τῆς θαλάσσης θάρσος αὐτοῖς ἐνθεῖναι, καὶ πεῖσαι διαβῆναι τὴν καινὴν ἐκείνην καὶ ξένην ὁδόν. Καὶ γὰρ ἐν ἑκατέρῳ τμήματι κορυφουμένων τῶν ὑδάτων, ὑψηλῆς τινος καὶ γενναίας ἔδει ψυχῆς αὐτοῖς, ὥστε μὴ δεῖσαι τὴν διάβασιν, μηδὲ ὑποπτεῦσαι, ὅτι κορυφούμενα ἑκατέρωθεν τὰ πελάγη ἐπελεύσεται αὐτοῖς, καὶ καταποντίσει τὸ στρατόπεδον ἅπαν. Καὶ ἐκτινάξαντι Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ εἰς θάλασσαν Ἐρυθράν. Τὴν εὐκολίαν βουλόμενος δεῖξαι τοῦ καταποντισμοῦ, τῇ λέξει ταύτῃ ἐχρήσατο. Σὺ δέ μοι σκόπει, πῶς μετὰ τῆς δυνάμεως καὶ τῆς ἀγανακτήσεως καὶ τὴν μακροθυμίαν ἐπεδείξατο, οὐ πρότερον αὐτοὺς ἀνελὼν, καίτοι οὕτως ἀναισχύντως καὶ φιλονείκως διακειμένους, ἕως ὅτε φέροντες αὐτοὶ ἑαυτοὺς ἑκόντες κατεκρήμνισαν. Οὐδ' εἰκῆ δὲ καὶ τὸ στρατόπεδον κολάζεται· ἀλλ' ἐπειδὴ τῶν ἁμαρτημάτων ἐκοινώνησαν, καὶ τῆς διώξεως μετέσχον, κοινωνοῦσι καὶ τῆς κολάσεως καὶ τῆς τιμωρίας. Τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ ἐν τῇ ἐρήμῳ· ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τοῦτο οὐκ ἔλαττον τοῦ διὰ τῆς θαλάττης διαγαγεῖν. Εἰ γὰρ καὶ ξηρὰ ὑπέκειτο γῆ, δυναμένη στέγειν τὸ στρατόπεδον, ἀλλ' ὅμως πολλὰ ἕτερα ἦν τὰ λυποῦντα. Καὶ γὰρ ἱκανὰ πάντα καταναλῶσαι, καὶ θανάτῳ παραδοῦναι χαλεπωτάτῳ, καὶ λιμὸς, καὶ αὐχμὸς, καὶ δίψος, καὶ ἀκτὶς θερμοτέρα τοῦ δέοντος ἐπικειμένη, καὶ θηρίων πλήθη, καὶ ἡ τῶν ἐπιτηδείων ἁπάντων ἐρημία. Οἶδας δὲ ὅσων ὁ ἄνθρωπος δεῖται. Ἀλλ' ὅμως ἁπάντων ἐκείνων γυμνωθέντες, καὶ οὐ στέγην ἔχοντες, οὐ τροφὰς, οὐκ ἐνδύματα ἀρκοῦντα, οὐχ ὑποδήματα, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν, ὡς ἐν μέσαις χορεύοντες πόλεσιν, οὕτω διὰ τῆς ἐρήμου πάσης ἐκείνης ἐβάδιζον. Σὺ δέ μοι σκόπει, πόσα παρέδραμε θαύματα τὰ ἐν τῇ ἐρήμῳ γινόμενα, καὶ πόσων ἐτῶν δημαγωγίαν· καὶ δύο τινῶν μέμνηται θαυμάτων, τῶν ἐπὶ τῶν βασιλέων ἐκείνων γεγενημένων. Καὶ γὰρ παρεὶς εἰπεῖν τὴν καινὴν τράπεζαν ἐκείνην, τὴν στέγην τὴν παράδοξον, τὴν λαμπάδα τὴν μηδέποτε μὴ φανεῖσαν, τῶν ἱματίων τὸ διαρκὲς, τῶν ὑποδημάτων τὸ ἀνένδοτον, τὰς ἀπὸ τῶν πετρῶν πηγὰς, τὰ ἄλλα τὰ καινὰ καὶ παράδοξα, δι' ὧν ῥᾳδίαν ἐποίει τὴν ὁδοιπορίαν αὐτοῖς, δύο μόνον μέμνηται, πῶς τοὺς βασιλέας τῶν βαρβάρων ἀνεῖλε, καὶ πῶς τὸ τρόπαιον ἔστησε, καὶ τὴν νίκην αὐτοῖς ἐχαρίσατο, τὰ λοιπὰ παραχωρῶν τῷ ἀκροατῇ μετὰ ἀκριβείας ἀναλέγειν· διό φησι· Τῷ πατάξαντι βασιλεῖς μεγάλους. Καὶ ἀποκτείναντι βασιλεῖς κραταιούς· τὸν Σηὼν βασιλέα τῶν Ἀμοῤῥαίων, καὶ τὸν Ὢγ βασιλέα τῆς Βασάν. Καὶ ἐφ' ἑκάστῳ τούτων ἐπιλέγει, Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, δεικνὺς ὅτι εἰ καὶ ἀπὸ πολεμίων πολέμιοι διεδέχοντο, ἀλλ' οὐδεὶς αὐτοὺς ἐχειροῦτο. Διὰ τί; Ὅτι διηνεκῶς τῆς φιλανθρωπίας αὐτοῦ ἀπέλαυον. Τοῦτο γὰρ αἰνίττεται λέγων συνεχῶς, Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Καὶ δόντι τὴν γῆν αὐτῶν κληρονομίαν, κληρονομίαν Ἰσραὴλ δούλῳ αὐτοῦ. Διπλᾶ τὰ τῆς εὐεργεσίας, καὶ τὸ κρατῆσαι τῶν πολεμίων, καὶ τὸ γενέσθαι κυρίους τῶν ἐκείνων. Καὶ γὰρ καὶ τοῦτο δυνάμεως πολλῆς ἦν, οὐ τὸ ἐκβαλεῖν τοὺς ἐνοικοῦντας, ἀλλὰ καὶ τὸ δυνηθῆναι κατασχεῖν καὶ περιγενέσθαι τῆς ἀλλοτρίας. Εἶτα πάλιν σαφέστερον τοῦτο δεικνὺς, ὅτι οὐκ ἀπ' ἀξίας τούτων γεγόνασι κύριοι, ἀλλ' ἀπὸ τῆς ἀγαθότητος αὐτοῦ μόνης, ἐπήγαγεν· Ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ Κύριος· δηλῶν ὡς οὐκ ἐν τοῖς κατορθώμασιν, οὐκ ἐν τῇ εὐπραγίᾳ, ἀλλ' ἐν τῇ ταπεινώσει ἡμῶν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· ἤρκεσεν ἡ συμφορὰ ἐπικάμψαι αὐτὸν, καὶ τὸ κακῶς πάσχειν ἡμᾶς. Ἐπεὶ καὶ ἐξ ἀρχῆς, ὅτε αὐτοὺς ἀπήλλαττεν Αἰγύπτου, οὐκ εἶπεν, Ἰδὼν εἶδον τὴν καταβολὴν αὐτῶν τὴν ἐπὶ τὸ βέλτιον· ἀλλ', Ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ. Καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Ἵνα μὴ κατὰ μικρὸν καταλέγῃ τοὺς πολέμους, τὰς ἐφόδους, τὰς νίκας, τὰ τρόπαια, πάλιν ἑνὶ ῥήματι κατορθωμάτων ὁρμαθὸν παραδραμὼν, καὶ τὰ μερικὰ ἀφεὶς τὰ εἰς Ἰουδαίους γινόμενα, ἐπὶ τὴν καθολικὴν αὐτοῦ πρόνοιαν ἔρχεται λέγων· Ὁ διδοὺς τροφὴν πάσῃ σαρκί. Ἄλλος, Ὃς δίδωσιν ἄρτον. Ἄλλος, Διδοὺς ἄρτον. Οὐκ ἄρα γῆς, οὐδὲ ὑδάτων, οὐδὲ ἀέρων, οὐδὲ ἀκτῖνος, οὐδὲ ἄλλου τινός εἰσι τῶν καρπῶν αἱ γοναὶ, ἀλλ' αὐτοῦ τὸ πᾶν. Καὶ ὅρα κἀνταῦθα οὐ τὴν δύναμιν μόνον, ἀλλὰ καὶ τὴν φιλανθρωπίαν τὴν ἄφατον. Ὅπερ γὰρ ὁ Χριστός φησιν, Ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους· τοῦτο καὶ οὗτος ἐνταῦθα ᾐνίξατο, εἰπών· Ὁ διδοὺς τροφὴν πάσῃ σαρκί· τουτέστιν, οὐχὶ τοῖς δικαίοις, οὐδὲ τοῖς κατορθοῦσι μόνον, ἀλλὰ καὶ ἁμαρτωλοῖς καὶ ἀσεβέσι, καὶ πάσῃ τῇ τῶν ἀνθρώπων φύσει· ὃ καὶ μάλιστα αὐτοῦ τὴν δεσποτείαν ἀνακηρύττει. Εἶδες ὅτι διὰ τοῦτο μάλιστα ὁ ψαλμὸς σύγκειται, ὥστε πρὸς θεογνωσίαν χειραγωγῆσαι; Διὰ δὴ τοῦτο καὶ ἀρχόμενος ἀπὸ τῶν καθόλου ἤρξατο, καὶ τελευτῶν εἰς ταῦτα κατέληξεν· ἀνωτέρω μὲν εἰπὼν ἥλιον καὶ σελήνην, καὶ ἀστραπὰς καὶ ὑετοὺς, ἅπερ οὐκ ἐν μέρει γίνεται τῆς οἰκουμένης· ἐν δὲ τῷ τέλει εἰς τὴν κοινὴν ἁπάντων καταλήξας τροφήν. Εἶτα ἀπὸ τούτων κατασκευάσας τὴν καθόλου πρόνοιαν, ἐπήγαγεν· Ἐξομολογεῖσθε τῷ Θεῷ τοῦ οὐρανοῦ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Ἀπὸ γὰρ τούτων κἀκεῖνο δῆλον, ὅτι καὶ τῶν ἄνω καὶ τῶν κάτω πάντων αὐτός ἐστι Δεσπότης, καὶ πανταχοῦ τὰ τῆς προνοίας αὐτοῦ καὶ τῆς κηδεμονίας ἐκτέταται. Ὑπὲρ ἁπάντων τοίνυν αὐτῷ τὴν εὐχαριστίαν ἀναφέρωμεν, τῶν κοινῶν, τῶν ἰδικῶν, ὑπὲρ τῆς ἀγαθότητος, ὑπὲρ τῆς φιλανθρωπίας, ὑπὲρ τῆς δυνάμεως, ὑπὲρ τῆς κηδεμονίας, καὶ διηνεκῶς τοῦτο ποιοῦντες διατελῶμεν, καθὼς καὶ ὁ Ψαλμῳδός φησιν, Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τοῦτο γὰρ θυσία, τοῦτο προσφορὰ, τοῦτο μάλιστα ἡμῖν ἵλεων αὐτὸν καθίστησι, καὶ τῆς εὐνοίας ἀπολαῦσαι ποιεῖ τῆς ἐκείνου· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
