# Expositiones in Psalmos 3.1-34

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΡΛΘʹ ΨΑΛΜΟΝ. Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ· ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/3.1-34

Καὶ ὅρα πῶς ἦν μεμελετημένη ἡ πονηρία, καὶ μετὰ σπουδῆς ἡ ἐπιβουλή. Καὶ γὰρ ἔκρυψαν, καὶ διέτειναν, καὶ ἐχόμενα τρίβου, ὥστε καὶ τῷ μήκει, καὶ τῷ λανθάνειν, καὶ τῷ πλησίον τείνειν, ἑλεῖν καὶ χειρώσασθαι. Δημιουργοὶ γὰρ ἐγένοντο τῆς κακίας, πανταχόθεν ἐκτείνοντες τὰς πάγας, ἓν ἔργον τιθέμενοι, τὸ καθελεῖν. Βούλει μαθεῖν πῶς καὶ ὁ διάβολος τοιαῦτα τίθησι σχοινία; Ὅρα πάλιν ἐπὶ τοῦ Ἰὼβ τὸ πρᾶγμα συμβαῖνον. Τί γὰρ πλατύτερον ἐκείνων; τί δὲ μακρότερον; τί δὲ ἐγγύτερον, ὅπου γε οὐκ ἐν συγγενέσι μόνον, οὐδὲ φίλοις, οὐδὲ ἐν γυναικὶ, ἀλλ' ἐν αὐτῷ τῷ σώματι τὴν παγίδα ἔθηκεν; Εἶπα τῷ Κυρίῳ· Θεός μου εἶ σύ· ἐνώτισαι, Κύριε, τὴν φωνὴν τῆς δεήσεώς μου. Κύριε, Κύριε, δύναμις τῆς σωτηρίας μου. Ἄλλος, Κράτος τῆς σωτηρίας μου. Εἰπὼν τὸν πόλεμον καὶ τὰς ἐπιβουλὰς, καὶ δείξας ἀφόρητα τὰ δεινὰ, καταφεύγει λοιπὸν ἐπὶ τὴν ἀχείρωτον συμμαχίαν, ἀπὸ τοῦ οὐρανοῦ καλῶν τὸν βοηθὸν ταῦτα λῦσαι δυνάμενον. Τοῦτο ψυχῆς γενναίας δεῖγμα, τοῦτο φιλοσόφου διανοίας, ἡνίκα ἂν ταῦτα πανταχόθεν περίκεινται, μὴ καταφεύγειν εἰς ἀνθρωπίνην συμμαχίαν, μηδὲ εἰς λογισμοὺς θνητοὺς, ἀλλὰ πρὸς τὸν οὐρανὸν ὁρᾷν, καὶ πανταχοῦ παρόντα καλεῖν τὸν Θεὸν, μηδὲ τῆς ἀθυμίας γίνεσθαι, καὶ τοῦ θορύβου, καὶ τῆς ταραχῆς. Καὶ ὅρα πῶς ἀξίως ἑαυτοῦ τὸν λόγον κατασκευάζει. Οὐ γὰρ εἶπε, Τὸ καὶ τὸ κατώρθωσα, καὶ τήνδε τὴν δικαιοσύνην εἰργασάμην· ἀλλὰ τί; Θεός μου εἶ σὺ, μέγιστον δικαίωμα συμμαχίας προβαλλόμενος τὸ πρὸς Δεσπότην καταφεύγειν, καὶ Δημιουργὸν, καὶ Βασιλέα. Ἐνώτισαι, Κύριε, τὴν φωνὴν τῆς δεήσεώς μου, Κύριε, Κύριε, δύναμις τῆς σωτηρίας μου. Δύναμις τῆς σωτηρίας εἶπε, δεικνὺς ὅτι ἔστι καὶ δύναμις κολάσεως καὶ τιμωρίας. Ἀλλ' ἐμοὶ τὴν δύναμιν τῆς σωτηρίας, φησὶ, παρέσχες. Δύνασαι μὲν γὰρ καὶ κακῶς ποιεῖν καὶ ἀναιρεῖν· ἀλλ' ἀεὶ πρὸς σωτηρίαν τὴν ἐμὴν ἐχρήσω τῇ δυνάμει σου. Καὶ ὅρα τὸν πόθον τοῦ λέγοντος. Τῷ γὰρ διπλασιασμῷ καὶ τῷ προσθεῖναι, Τῆς σωτηρίας μου, πολλὴν δείκνυσι τὴν διάθεσιν. Ἐπεσκίασας ἐπὶ τὴν κεφαλήν μου ἐν ἡμέρᾳ πολέμου. Εἶδες τὴν εὐχάριστον ψυχήν; Τῶν προτέρων ἀναμιμνήσκει ἑαυτὸν, ὅτι ἐν ἀσφαλείᾳ κατέστησεν αὐτόν. Τοῦτο γάρ ἐστι τὸ, Ἐπεσκίασας. Καὶ ὅρα τὸ εὔκολον τοῦ Θεοῦ πῶς δείκνυσιν. Οὐ γὰρ εἶπε, Πρὸ τούτου, ἀλλ', Ἐν αὐτῇ τῇ ἡμέρᾳ, φησὶν, ὅτε τὰ δεινὰ ᾔρετο, ὅτε ἡ παράταξις ἦν, ὅτε περὶ τῶν ἐσχάτων ἐκινδύνευον, τότε με ἐν ἀσφαλείᾳ κατέστησας. Οὐ γὰρ παρασκευῆς ἢ παρακλήσεως δεῖται ὁ Θεὸς πάντα εἰδὼς, τά τε παρόντα, τά τε μέλλοντα, τά τε γεγονότα, καὶ πάντα δυνάμενος, καὶ ἀεὶ παρεστὼς ἕτοιμος εἰς βοήθειαν. Εἶτα δηλῶν τὴν ὑπερβολὴν τῆς νίκης καὶ τῆς ἀσφαλείας, οὐκ εἶπεν, Ἔσωσάς με ἀλλὰ τί; Ἐπεσκίασας· τουτέστιν, οὐδὲ τὸ τυχὸν λυπηρὸν ὑπομεῖναι ἐποίησας, οὐδὲ ὅσον ἀπὸ καύματος· ἀλλ' ἐν τοσαύτῃ κατέστησας ἀσφαλείᾳ, καὶ μετὰ τῆς ἀσφαλείας ἐν ἡδονῇ καὶ ἀνέσει, ὡς μηδὲ τυχεῖν θέρμης τινὸς λυπούσης, ἀλλὰ σκιᾷ ἐντρυφᾷν, τουτέστι, τῇ τῶν δεινῶν ἀπαλλαγῇ καὶ ἐλευθερίᾳ. Διὰ τοῦτο ἐπήγαγε τὸ, Ἐπεσκίασας, τοῦτό τε αὐτὸ δηλῶν, καὶ τὸ εὔκολον τῆς βοηθείας τοῦ Θεοῦ δεικνὺς, διὰ τοῦ τῆς σκιᾶς ὀνόματος, ὡσανεὶ ἔλεγεν, Ἀρκεῖ παρεῖναί σε μόνον, καὶ πάντα λέλυται. Μὴ παραδῷς με, Κύριε, ἀπὸ τῆς ἐπιθυμίας μου ἁμαρτωλῷ. Ἄλλος, Μὴ δῷς, Κύριε, τὰς ἐπιθυμίας τοῦ παρανόμου. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Μὴ δῷς ἀπὸ τῆς ἐπιθυμίας τῆς κατ' ἐμοῦ, τουτέστιν, ἃ ἐπιθυμεῖ κατ' ἐμοῦ, ταῦτα μὴ ἀφῇς αὐτὸν πληρῶσαι. Καὶ οὐκ εἶπεν, Ἃ ἐπιθυμεῖ, ἀλλ', Ἀπὸ τῆς ἐπιθυμίας μου, τοιοῦτόν τι βουλόμενος δηλῶσαι· Μηδὲ μικρόν τι δῷς ὧν ἐπιθυμεῖ. Τοιοῦτοι γὰρ οἱ πονηροί· μετὰ πολλῆς τῆς ἐπιθυμίας τὴν κατὰ τῶν πλησίον ἐργάζονται ἐπιβουλὴν, καθάπερ καὶ ὁ διάβολος, περὶ οὗ φησιν, ὅτι Περιέρχεται ὡς λέων ὠρυόμενος, ζητῶν τίνα καταπίῃ. Οὕτω μετ' ἐπιθυμίας προσέβαλε τῷ Ἰώβ· οὕτως ἐβουλεύετο τῷ Πέτρῳ προσβαλεῖν· διὸ καὶ ἔλεγε· Ποσάκις ἐξῃτήσατό σε ὁ Σατανᾶς σινιάσαι σε ὡς τὸν σῖτον; Εἶδες πόσην εἶχεν ἐπιθυμίαν; Εἰσὶ καὶ ἄνθρωποι ἐκείνου ζηλοῦντες κακίαν ὑπὸ βασκανίας καὶ φθόνου, καὶ τοῦ χαίρειν ἐπὶ κακοῖς. Οὓς καὶ ταλανίζει ἡ Γραφὴ λέγουσα, Οὐαὶ οἱ εὐφραινόμενοι ἐπὶ κακοῖς, οἱ χαίροντες ἐπὶ διαστροφῇ κακῶν· καὶ μάλα εἰκότως· διεφθαρμένης γὰρ τοῦτο διανοίας. Εἰ γὰρ καὶ ἀλγεῖν δεῖ, καὶ στένειν, καὶ θρηνεῖν ἐπὶ τοῖς ἀπολλυμένοις, τίνα ἂν σχοῖεν συγγνώμην, ποίαν δὲ ἀπολογίαν, οἱ μὴ μόνον οὐ συναλγοῦντες, ἀλλὰ καὶ χαίροντες; Οὐκ εἶδες, ὅτι καὶ αὐτὸς ὁ κολάζειν μέλλων Χριστὸς δακρύει τὴν Ἱερουσαλὴμ ἀπολλυμένην; οὐχ ὁρᾷς καὶ Παῦλον στένοντα καὶ θρηνοῦντα ταῖς ἑτέρων ἀπωλείαις καὶ πενθοῦντα; Ἀλλ' εἰσί τινες οὕτω διεφθαρμένοι, ὡς τῶν ἰδίων κακῶν παραμυθίαν ἡγεῖσθαι τὰς ἀλλοτρίας συμφοράς. Διελογίσαντο κατ' ἐμοῦ, μὴ ἐγκαταλίπῃς με, μήποτε ὑψωθῶσιν ἀεί. Τὸ γὰρ Διάψαλμα τοῦτό ἐστιν. Ἄλλος, Μὴ ἀποβαίης, μήποτε ὑψωθῶσι. Τοῦτο τῆς μιαρᾶς καὶ ἐφθαρμένης γνώμης, ὅταν καὶ βουλῆς καὶ σχολῆς καὶ μελέτης δέωνται πρὸς τὴν κακίαν. Οὐ γὰρ ἀρκεῖ τὰ ἀπὸ συναρπαγῆς γινόμενα· οὐ γὰρ ἱκανὰ τὰ κατὰ προπέτειαν ἡμᾶς ἀπολέσαι, ἀλλὰ καὶ βουλῆς σοι καὶ χρόνου καὶ σκέψεως δεῖ πρὸς τὴν κακίαν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
