Ancient Greek
ΕΙΣ ΤΟΝ ΡΜΒʹ ΨΑΛΜΟΝ. Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 3.1-37
Not analysed yet
Τοιοῦτον γοῦν τι καὶ ὁ πρωτόπλαστος ἥμαρτε· διὸ καὶ ἔλεγεν· Ἡ γυνὴ, ἣν ἔδωκας μετ' ἐμοῦ, αὕτη μοι ἔδωκε, καὶ ἔφαγον. Καὶ Ἰουδαῖοι δὲ πολλὰ τοιαῦτα ἡμάρτανον. Ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Τί δαὶ λέγω ἐμαυτὸν καὶ τὸν δεῖνα καὶ τὸν δεῖνα; φησίν. Οὐκ ἔστιν ἄνθρωπος ἐπὶ τῆς γῆς, ὃς κρινόμενος πρὸς τὰ ἐπηγγελμένα παρὰ σοῦ, δικαιωθῆναι δύναται· οὕτως ἐκ περιουσίας τὰ νικητήρια παρὰ σοί. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου. Ἔστι μὲν τοῦτο νοεῖν καὶ διὰ τὸν Σαοὺλ εἰρῆσθαι, ἐχθρὸν ὄντα, καὶ αὐτὸν τότε διώκοντα· ἔστι δὲ καὶ κατὰ ἀναγωγὴν ἐχθρὸν τὸν διάβολον εἰπεῖν· οὐ παύεται γὰρ ἐκεῖνος διώκων τοὺς τοῦ Θεοῦ. Πῶς οὖν ἂν ἀπαλλαγείημεν τοῦ διώκεσθαι; Εἰ τόπον εὕροιμεν, ἔνθα εἰσελθεῖν οὐ δύναται. Καὶ ποῖος, φησὶν, οὗτός ἐστιν ὁ τόπος; Ποῖος δὲ ἕτερος, ἀλλ' ἢ ὁ οὐρανός; Πῶς δὲ δυνατὸν εἰς τὸν οὐρανὸν ἀναβῆναι; Ἄκουσον Παύλου λέγοντος καὶ δεικνύντος, ὅτι καὶ σαρκὶ συμπεπλεγμένοι δυνάμεθα διατρίβειν ἐκεῖ· Τὰ ἄνω γὰρ φρονεῖτε, φησὶν, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος. Καὶ πάλιν· Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει. Ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Πολλὰ σημαίνει τῆς ταπεινώσεως τὸ ὄνομα. Ἔστι γὰρ καὶ ἀρετῆς ταπείνωσις, ὡς ὅταν λέγῃ· Καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἔστι καὶ ἀπὸ συμφορῶν ταπείνωσις· ἔστι καὶ ἀπὸ ἁμαρτημάτων. Ἐνταῦθα μέντοι τὴν ἀπὸ τῶν συμφορῶν λέγει. Διὸ καὶ ἐπήγαγε τοῦτο δεικνύς· Ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἔστι καὶ ταπείνωσις ἐξ ἀπονοίας, ὡς ὅταν λέγῃ, Ὁ ὑψῶν ἑαυτὸν, ταπεινωθήσεται. Ἔστι καὶ ἑτέρα ταπείνωσις, ἡ ἀπὸ τῆς ἀπληστίας. Τί γὰρ ταπεινότερον τῶν κατορυττόντων ἑαυτοὺς ἐν πλούτῳ καὶ δυναστείαις καὶ δόξαις; Διπλῶς γάρ εἰσι ταπεινοὶ οἱ τοιοῦτοι, ὅτι τε χαμαὶ σύρονται, καὶ ὅτι μεγάλα ταῦτα νομίζουσιν, ὡς τὰ παιδία τὰ μικρὰ ἀστραγάλους καὶ σφαίρας καὶ τὰ τοιαῦτα ἀθύρματα μεγάλα τίθενται. Ἀλλὰ τοῦτο οὐ τοῦ μεγάλα εἶναι ἐκεῖνα σημεῖόν ἐστιν, ἀλλὰ τοῦ τῶν θαυμαζόντων τὴν διάνοιαν ἀτελῆ τυγχάνειν καὶ ταπεινήν. Ἀλλ' ἐκεῖνο μὲν ἡλικίας καὶ φύσεώς ἐστιν ἐλάττωμα, τοῦτο δὲ προαιρέσεως ἔγκλημα. Καὶ γὰρ ἀνὴρ ὢν, καὶ ἐν ἡλικίᾳ τελείᾳ γεγονὼς, τραπέζας καὶ πόρνας καὶ τρυφὴν μεγάλα εἶναι νομίζει· οὗ τί γένοιτ' ἂν ταπεινότερον; Καίτοι πολλοὶ τοὺς τοιούτους μεγαλοψύχους καλοῦσιν· ἀλλ' οὗτοι ἐκείνων πολλῷ ταπεινότεροι πάλιν. Μάθωμεν τοίνυν ὅπερ ἐστὶν ὕψος ἀληθὲς, καὶ τί εὐτέλειαν ἐργάζεται. Οὐδὲν γὰρ οὕτως ὑψηλὸν, ὡς τὸ τούτων ὑπερορᾷν, ποιεῖ. Νῦν οὖν ὁ προφήτης τὴν ἀπὸ τῶν συμφορῶν λέγει ταπείνωσιν· Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος. Διπλῆν λέγει τὴν συμφορὰν, καὶ ὅτι ἐν σκοτεινοῖς, καὶ ὅτι ὡς νεκροὺς αἰῶνος, δι' ἑκατέρων αἰνιττόμενος τὴν τότε αἰχμαλωσίαν. Ἐπεὶ γάρ ἐστι καὶ ἐν σκοτεινοῖς ὄντα πράττειν τι, λύχνον ἅψαντα, μετ' ἐπιτάσεως βουλόμενος δεῖξαι τὴν ὑπερβολὴν τῶν κακῶν, τῷ ὀνόματι τῶν νεκρῶν ὤγκωσε τὴν τραγῳδίαν. Τοιοῦτοί εἰσι καὶ οἱ ἐν ἁμαρτήμασι ζῶντες. Ὡς γὰρ ἐν σκότῳ νεκροὶ, οὕτως εἰσί· κἂν μυρίας οὖν περιφέρωσι λαμπηδόνας, κἂν πρὸς τὸν ἥλιον βλέπωσι, κἂν φαιδροὶ γίνωνται ἀπὸ τῶν ἐσθημάτων καὶ τῆς ἄλλης θεραπείας, τῶν νεκρωθέντων ἅπαξ καὶ ἐν σκότῳ ὄντων οὐδὲν ἄμεινον διάκεινται, ἀλλὰ καὶ πολλῷ χαλεπώτερον, ὅσῳ τὸ μὲν φύσεως πρᾶγμα, τὸ δὲ προαιρέσεως κατηγορία. Ἔστι σκότος καὶ τὸ μέλλον περὶ οὗ φησιν, Ἄρατε αὐτὸν, καὶ ἐμβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον. Ἔστι καὶ σκότος τὸ τῆς κακίας. Καθημένους ἐν σκότει, φησὶ, καὶ σκιᾷ θανάτου. Καὶ ὁ Παῦλος, Οὐκ ἐσμὲν υἱοὶ σκότους. Καὶ πάλιν, Ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία. Διὰ δὴ τοῦτο καὶ ὥσπερ οἱ ἐν σκότῳ οὐκ ἴσασι τῶν πραγμάτων τὴν φύσιν, καὶ καθάπερ οἱ ἐν ἁμαρτίαις ζῶντες πεπήρωνται, καὶ οὐ διαγινώσκουσι τὰ φαινόμενα, ἀλλὰ πρὸς τὰς σκιὰς ὡς πρὸς τὴν ἀλήθειαν τρέχουσι, πλοῦτον καὶ τρυφὰς καὶ δυναστείας διώκοντες, καὶ ἀγνοοῦσιν ἐχθροὺς, καὶ ἀγνοοῦσι φίλους, τοῖς μὲν ἐχθροῖς ὡς φίλοις θαῤῥοῦντες, τοῖς δὲ φίλοις ὡς πολεμίοις συῤῥηγνύμενοι. Οὐχ ὁρᾷς καθ' ἑκάστην ἡμέραν πένητας βοῶντας, ὀδυνωμένους, καὶ οὐδένα ἀκούοντα; Διὰ τί οὖν οὐκ ἀκούουσιν; Ὅτι ἐκάθισεν αὐτοὺς ὁ διάβολος ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος. Ὅπερ γὰρ ἑτέροις τὸ σκότος καὶ ἡ νεκρότης, τοῦτο τούτοις ἡ ἀπανθρωπία. Τῶν ἐν σκότῳ καθημένων ἐστὶ τὸ μὴ ὁρᾷν τὰ ἐπιόντα κακά. Τοῦτο καὶ οὗτοι πάσχουσι, παρακειμένας σχεδὸν τὰς συμφορὰς οὐ βλέποντες, καὶ εἰς βάραθρα καὶ εἰς κρημνοὺς καταφερόμενοι. Τῶν ἐν σκότῳ καθημένων ἐστὶ τὰ αἰσχρὰ μετὰ πάσης ἀδείας τολμᾷν. Τοῦτο καὶ οἱ ἐν πονηρίᾳ ζῶντες πράττουσιν, ὥσπερ ἐν σκότῳ καθήμενοι, καὶ μηδενὸς ὄντος ἀνθρώπων τοῦ βλέποντος τὰ πραττόμενα, οὕτω μετὰ ἀδείας ἅπαντα τολμῶσιν ἐν μέσαις πόλεσιν ὡς ἐν ἐρημίᾳ παρανομοῦντες.