# Expositiones in Psalmos 3.1-38

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΡΜΓʹ ΨΑΛΜΟΝ. Εὐλογητὸς ὁ Κύριος ὁ Θεός μου, ὁ διδάσκων τὰς χεῖράς μου εἰς παράταξιν, τοὺς δακτύλους μου εἰς πόλεμον.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/3.1-38

Καὶ σκόπει τοῦτο ἐπὶ τῶν πραγμάτων αὐτῶν, τοὺς ἐν ἀξιώμασι λογιζόμενος, τοὺς ἐπὶ τῶν ὀχημάτων, τοὺς ἐν ταῖς δυναστείαις, τοὺς εἰς τὸ δεσμωτήριον ἐμβάλλοντας καὶ μαστιγοῦντας. Τί γὰρ σκιᾶς διαφέρουσιν οὗτοι, οὐκ ἐν τῷ καιρῷ τῆς τελευτῆς, ἀλλὰ καὶ πρὸ τῆς τελευτῆς; Ὅταν γὰρ ἀρχῆς παραλυθῶσι, πάντα ἐκεῖνα οἴχεται καὶ ἐκποδὼν γίνεται· τὰ δὲ ἀληθῆ πράγματα μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν· τότε καὶ εὐθῦναι καὶ κολάσεις ἀληθεῖς, καὶ τὰ ἀγαθὰ ὁμοίως, καὶ ὁ δικαστὴς ἀνεξαπάτητος. Τὰ δὲ ἐνταῦθα παισὶν ἔοικε παίζουσιν. Ὁ σήμερον γὰρ δικάζων, ἕστηκεν αὔριον δικαζόμενος, καὶ πυκναὶ αἱ μεταβολαὶ, καὶ ἀνώμαλοι αἱ μεταβάσεις. Κύριε, κλῖνον οὐρανούς σου, καὶ κατάβηθι. Ἅψαι τῶν ὀρέων, καὶ καπνισθήσονται. Ἕτερος. Κλίναντός σου οὐρανοὺς, καὶ καταβάντος, καὶ ἁψαμένου τῶν ὀρέων ἐκαπνίσθησαν. Καὶ ποία αὕτη ῥημάτων ἀκολουθία; Πολλὰ μὲν οὖν, καὶ σφόδρα ἐχομένη τῶν προτέρων. Ἐπειδὴ γὰρ περὶ τῆς εὐτελείας τῆς ἀνθρωπίνης διελέχθη, καὶ τὸ οὐδαμινὸν τῆς φύσεως παρέστησε, καὶ ἐνταῦθα πάλιν καταστέλλει τῶν φλεγμαινόντων τὴν ἀπόνοιαν, μονονουχὶ τοῦτο δι' ὧν ἐπήγαγε λέγων· Ἔδει μὲν αὐτοὺς οἴκοθεν συνιδεῖν τῆς φύσεως τὸ εὐτελὲς, καὶ μὴ μέγα φρονεῖν· ἐπειδὴ δὲ οὐ βούλονται, δεῖξον ἀπὸ τῶν σῶν ἔργων ποῦ ταπεινότητός εἰσιν ἀπῳκισμένοι. Κύριε, κλῖνον οὐρανοὺς, καὶ κατάβηθι. Τοῦτο λέγει, οὐκ ἐπειδὴ ὁ Θεὸς καταβαίνει· πῶς γὰρ ὁ πανταχοῦ παρών; ἀλλ' ἵνα διὰ τῶν ἀνθρωπίνων τούτων λέξεων τοὺς παχυτέρους ἐκπλήξῃ τῶν ἀκροατῶν, ἀνθρωπινώτερον περὶ αὐτοῦ διαλέγεται. Ἐπεὶ καὶ τὸ τῆς ἁφῆς, εἰ καὶ δοκεῖ μέγα εἶναι, ἀλλὰ πολὺ τῆς τοῦ Θεοῦ ἀξίας καταδεέστερον. Οὐδὲ γὰρ ἁφῆς ὁ Θεὸς χρείαν ἔχει, ἵνα καπνίσῃ τὰ ὄρη, μᾶλλον δὲ οὐδὲ νεύματος, ἀλλὰ βουλῆς καὶ θελήσεως. Εἰπὼν τοίνυν περὶ τῆς εὐτελείας τοῦ ἀνθρώπου, λέγει καὶ περὶ τῆς δυνάμεως τοῦ Θεοῦ, ὡς ἀνθρώπῳ δυνατὸν εἰπεῖν· ἐπεὶ καὶ ταῦτα πολὺ ἀποδέοντα τῆς μεγαλωσύνης ἐκείνης. Ἄστραψον ἀστραπὴν, καὶ σκορπιεῖς αὐτούς· ἐξαπόστειλον τὰ βέλη σου, καὶ συνταράξεις αὐτούς. Ἀστραπὴν ἐνταῦθα καὶ βέλη οὐ τὴν ἀστραπὴν ταύτην φησὶν, οὐδὲ ταῦτα τὰ βέλη, ἀλλὰ τὰς τιμωρίας οὕτω καλεῖ, ἀπὸ τῶν ἤδη γνωρίμων τὸν καταφρονητὴν πείθων καὶ τὸν ἀναπεπτωκότα τρέμειν καὶ δεδοικέναι καὶ ὑποκύπτειν. Εἰ γὰρ ἀστραπήν τις οὐκ ἂν ἐνέγκοι, καίτοι οὐκ ἐπὶ κολάσει πεμπομένην, εἰ βουληθείη κινῆσαι τὴν τιμωρητικὴν αὑτοῦ δύναμιν, τίς ὑποστήσεται; Βέλη δὲ Θεοῦ λιμοὶ, καὶ λοιμοὶ, καὶ σκηπτοὶ, καὶ πολυειδεῖς τιμωρίαι. Ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ὕψους· ἐξελοῦ με, καὶ ῥῦσαί με ἐξ ὑδάτων πολλῶν, ἐκ χειρὸς υἱῶν ἀλλοτρίων. Οὐ γὰρ πρὸς τὸ κολάζειν μόνον, ἀλλὰ καὶ πρὸς τὸ σώζειν ἀπηρτισμένη ἡ δύναμις τοῦ Θεοῦ. Χεῖρα δὲ ἐνταῦθα τὴν βοήθειαν, τὴν συμμαχίαν λέγει· διὸ οὐδὲ Ἔκτεινον, εἶπεν, ἀλλ' Ἐξαπόστειλον, τοῦτο δηλῶν· εἰ δέ που καὶ, Ἔκτεινον, λέγοι, τὸ αὐτὸ πάλιν αἰνίττεται. Καὶ ὕδατα δὲ τὴν ἄτακτον τῶν πολεμίων ἔφοδον καλεῖ, καὶ συγκεχυμένην, καὶ πολλῇ τῇ ῥύμῃ φερομένην. Ὅτι γὰρ οὐ περὶ ὑδάτων ὁ λόγος, δῆλον διὰ τῆς ἐπαγωγῆς· Ἐκ χειρὸς γὰρ, φησὶν, υἱῶν ἀλλοτρίων. Υἱοὺς δὲ ἀλλοτρίους ἐνταῦθά μοι δοκεῖ λέγειν τοὺς τῆς ἀληθείας ἀπεξενωμένους. Ὥσπερ γὰρ τοὺς πιστοὺς οἰκείους ἡγούμεθα καὶ ἀδελφοὺς, οὕτω τοὺς ἀπίστους ἀλλοτρίους· καὶ τούτῳ μάλιστα τὸν οἰκεῖον καὶ τὸν ἀλλότριον ἐπιγινώσκομεν. Οἰκεῖος γὰρ οὗτος ὁ τὸν αὐτόν μοι πατέρα ἐπιγραφόμενος, καὶ τῆς αὐτῆς κοινωνῶν τραπέζης, μᾶλλον ἢ ὁ γένει προσήκων· καὶ γὰρ ἀκριβέστερος οὗτος τῆς συγγενείας ὁ νόμος, ὥσπερ οὖν καὶ ἀλλοτριότης ἡ ἀπὸ τῶν ἐναντίων τρανοτέρα τῆς κατὰ γένος. Μὴ τοίνυν τοῦτο ἴδῃς, ὅτι ὑπὸ τὸν αὐτόν ἐσμεν οὐρανὸν καὶ τὴν αὐτὴν οἰκουμένην· ἄλλην γὰρ ἐγὼ κοινωνίαν ἐπιζητῶ, καὶ ὑπὲρ τὸν οὐρανόν. Ἐκεῖ ἡμῶν τὸ πολίτευμα καὶ ἡ ζωή· Ζωὴ γὰρ ἡμῶν, φησὶ, κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Οὐδὲ γὰρ γῆν οἰκοῦμεν, ἀλλὰ μετέστημεν πρὸς τὴν ἄνω μητρόπολιν. Ἕτερον φῶς ἀληθινὸν ἔχομεν, ἑτέραν πατρίδα, καὶ πολίτας ἄλλους καὶ συγγενεῖς. Διὸ καὶ Παῦλος ἔλεγεν· Ἄρα οὐκ ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων. Πῶς οὖν, φησὶ, τὸν Σαμαρείτην πλησίον ἔφησεν εἶναι ὁ Χριστὸς, καίτοι πολὺ τὸ μέσον ὄν; Ἀλλ' οὐ κατὰ τὸν τῆς φύσεως λόγον. Ὅταν οὖν εὐποιεῖν δέῃ, πᾶς ἄνθρωπός σοι ἐγγὺς ἔστω· ὅταν δὲ ὁ τῆς ἀληθείας γυμνάζηται λόγος, ἐπιγίνωσκε τὸν οἰκεῖον καὶ τὸν ἀλλότριον. Κἂν ἀδελφὸν ἔχῃς ὁμοπάτριον καὶ ὁμομήτριον, καὶ μὴ κοινωνήσῃ σοι κατὰ τὸν τῆς ἀληθείας νόμον, ἔστω σοι τοῦ Σκύθου βαρβαρικώτερος· κἂν Σκύθης, κἂν Σαυρομάτης ᾖ, τῶν δογμάτων δὲ εἰδῇ τὴν ἀκρίβειαν, καὶ πιστεύῃ τοῦτο ὃ καὶ αὐτὸς σὺ, αὐτοῦ τοῦ τὰς αὐτὰς ὠδῖνας σοὶ λύσαντος οἰκειότερος ἔστω καὶ ἐγγύτερος· καὶ τὸν βάρβαρον καὶ τὸν οὐ τοιοῦτον ἐντεῦθεν διακρίνωμεν, μὴ ἀπὸ τῆς γλώττης, μηδὲ ἀπὸ τοῦ γένους, ἀλλ' ἀπὸ τῆς γνώμης καὶ τῆς ψυχῆς. Τοῦτο γὰρ μάλιστα ἄνθρωπος, ὅταν δογμάτων ἀκρίβειαν ἔχῃ καὶ πολιτείαν φιλόσοφον.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
