Ancient Greek · ~11 min
ΕΙΣ ΤΟΝ Ιʹ ΨΑΛΜΟΝ. Εἰς τὸ τέλος τῷ Δαυΐδ. Ἄλλος, Ἐπινίκιος τῷ Δαυΐδ. Ἄλλος, Τῷ νικοποιῷ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 3.1-7
Not analysed yet
Τί ἐστιν, Ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν; Τοῦτο αὐτοῖς κλῆρος, φησὶ, τοῦτο κτῆμα, τούτῳ ἐνδιατρίψουσιν, ἐν τούτοις δαπανηθήσονται. Εἶτα καὶ ἡ αἰτία· ὅτι ὁ πάντα ἐφορῶν οὐκ ἀνέξεται ταῦτα ἀτιμωρητὶ παραδραμεῖν. Ὅπερ καὶ ἕτερος προφήτης φησί· Καθαρὸς ὁ ὀφθαλμός σου, τοῦ μὴ ὁρᾷν πονηρὰ, καὶ ἐπιβλέπειν ἐπὶ πόνους οὐ δυνήσῃ· τοῦτο καὶ οὗτος παρίστησι λέγων· Ὅτι δίκαιος Κύριος, καὶ δικαιοσύνας ἠγάπησε. Τοῦτο τοῦ Θεοῦ μάλιστα ἐξαίρετον, ἀποδέξασθαι τὰ δίκαια, τὴν ὀρθότητα· καὶ οὐκ ἂν ἀνάσχοιτο εἰς τέλος τῶν ἑτέρως γινομένων. Διὰ δὴ τοῦτο ἀρχόμενος τοῦ ψαλμοῦ ἔλεγεν· Ἐπὶ τῷ Κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου· Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον; Οἱ μὲν γὰρ ἐν τοῖς βιωτικοῖς πεποιθότες, οὐδὲν ἄμεινον τοῦ στρουθίου διάκεινται, ὃ τῇ ἐρημίᾳ θαῤῥοῦν, εὐχείρωτον ἅπασι γίνεται. Τοιοῦτος ὁ ἐπὶ χρήμασιν ἐλπίζων. Καθάπερ ὁ στρουθὸς καὶ ὑπὸ παιδίων ἁλίσκεται, καὶ ἰξοῦ, καὶ παγίδος, καὶ μυρίοις ἑτέροις· οὕτω καὶ ὁ πλουτῶν, καὶ ὑπὸ οἰκείων, καὶ ὑπὸ πολεμίων· καὶ ἐκείνου μᾶλλον ἐπισφαλέστερον ζῇ, πολλοὺς ἔχων τοὺς ἰξεύοντας, καὶ πρὸ ἐκείνων, πονηρὰς ἐπιθυμίας· καὶ μετανάστης ἐστὶν, ἀεὶ μετὰ τῶν καιρῶν ἱστάμενος, καὶ δημίων ὀργὰς δεδοικὼς, καὶ βασιλέως θυμὸν, καὶ κολάκων ἐπιβουλὰς, καὶ φίλων δόλους· καὶ πολεμίων ἐπιστάντων, μᾶλλον πάντων τρέμει, καὶ εἰρήνης οὔσης, ὑφορᾶται τοὺς ἐπιβούλους· οὐ γὰρ ἔχει πλοῦτον μόνιμον καὶ ἀναφαίρετον. Διὰ τοῦτο ἀεὶ πέτεται καὶ μετανίσταται, τὰς ἐρήμους διώκων καὶ τὰ ὄρη, ἐν σκοτομήνῃ διάγων, καὶ παχὺ σκότος ἐν μεσημβρίᾳ μέσῃ ἔχων, καὶ δόλους ῥάπτων. Ἀλλ' οὐχ ὁ δίκαιος τοιοῦτος. Αἱ γὰρ τῶν δικαίων ὁδοὶ ὁμοίως φωτὶ λάμπουσιν. Οὔτε γὰρ ἐπιβουλεύειν αἱροῦνται, οὔτε ἀδικεῖν, ἀλλ' ἀνειμένην ψυχὴν ἔχουσιν. Οὗτοι δὲ ἀεὶ δόλους ῥάπτοντες, ἀεὶ ἐν σκότῳ καὶ φόβῳ εἰσὶ, καθάπερ οἱ λῃσταὶ, καὶ οἱ τοιχωρύχοι, καὶ οἱ μοιχοί· καὶ ἐν ἡμέρᾳ σκότος ὁρῶσι, τῆς ψυχῆς αὐτῶν ὑπὸ δέους βαλλομένης. Πῶς οὖν ἂν διασκεδασθείη τὸ σκότος τοῦτο; Εἰ πάντων τούτων ἑαυτὸν ἀποστήσας, ἐκκρεμασθείης τῆς ἐλπίδος τοῦ Θεοῦ, κἂν μυριάκις ἁμαρτωλὸς ᾖς. Ἐμβλέψατε γὰρ, φησὶν, εἰς ἀρχαίας γενεὰς, καὶ ἴδετε, τίς ἤλπισεν ἐπὶ Κύριον, καὶ κατῃσχύνθη; Οὐκ εἶπε, Δίκαιος, ἀλλὰ, Τίς; Κἂν ἁμαρτωλὸς, φησί. Τὸ γὰρ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι καὶ ἁμαρτωλοὶ ταύτης ἐχόμενοι τῆς ἀγκύρας, πᾶσίν εἰσιν ἀχείρωτοι. Τοῦτο γὰρ μάλιστα διαθέσεως τῆς πρὸς τὸν Θεὸν, ὅταν τοσούτοις κακοῖς βεβαρημένος θαῤῥήσῃς αὐτοῦ τῇ φιλανθρωπίᾳ. Ὥσπερ γὰρ ἐπικατάρατος ὁ ἐλπίζων ἐπὶ ἄνθρωπον, οὕτω μακάριος ὁ ἐλπίζων ἐπὶ Θεόν. Πάντων τοίνυν ἀποστήσας σαυτὸν, ταύτης ἔχου τῆς ἀγκύρας. Καὶ γὰρ ἐφορᾷ πάντα ὁ Θεὸς, καὶ κρίνει τὰ δίκαια, καὶ οὐ κρίνει μόνον, ἀλλὰ καὶ εἰς ἔργον ἐξάγει. Διὰ τοῦτο εἰπὼν αὐτοῦ περὶ τῆς δικαιοσύνης, ἔδειξε καὶ τὴν τιμωρίαν, διὰ τοῦ πυρὸς, διὰ τῆς καταιγίδος· καὶ τοῦτο δὲ ποιεῖ, κηδόμενος ἐκείνων, καὶ διὰ τῆς κολάσεως σωφρονεστέρους ποιῶν. Πάντων οὖν ἕνεκεν προσίωμεν αὐτῷ, καὶ διηνεκῶς μένωμεν πρὸς αὐτὸν ὁρῶντες. Οὕτω γὰρ καὶ πάντων ἐπιτευξόμεθα τῶν ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.