Ancient Greek · ~14 min
ΕΙΣ ΤΟΝ ΙΒʹ ΨΑΛΜΟΝ. Εἰς τὸ τέλος ψαλμὸς τῷ Δαυΐδ. Ἄλλος, Ἐπινίκιος ᾠδὴ τοῦ Δαυΐδ. Ἄλλος, Εἰς νῖκος. Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; Ἄλλος, Ἐκλανθάνῃ μου τέλεον. Ἕως πότε ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ; Ἄλλος, Κρύπτεις. Ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, Ἄλλος, Τάξω γνώμας. Ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας καὶ νυκτός. Ἄλλος, Μέριμναν ἐν τῇ διανοίᾳ μου καθ' ἡμέραν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 3.1-9
Not analysed yet
Εἶδες ἀγαλλίασιν, καὶ ἀγαλλίασιν; ἀγαλλίασιν ἐχθρῶν ἐπὶ πτώματι, καὶ ἀγαλλίασιν ψυχῆς ἐπὶ οἰκείᾳ σωτηρίᾳ; Ἐκείνη τοῦ Πονηροῦ, αὕτη τῶν σωζομένων. Ἐκείνη λύμη καὶ τοῦ δοκοῦντος ἀγαλλιᾶσθαι, καὶ ἐφ' ᾧ ἠγαλλιᾶτο· αὕτη σωτηρία καὶ ἀνάκλησις τοῦ ἀγαλλιωμένου. Ταύτην τὴν ἀγαλλίασιν καὶ εὐφροσύνην εὐφρανθῶμεν καὶ ἀγαλλιασώμεθα, ἐκείνην δὲ φύγωμεν, καὶ βδελυξώμεθα. ᾌσω τῷ Κυρίῳ τῷ εὐεργετήσαντί με, καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου. Μνημόσυνον, φησὶ, τῆς εὐεργεσίας ταύτης ᾠδὴν ἀναθήσω τῷ Κυρίῳ, ὅτι εὐηργέτησέ με, ἐταπείνωσε τὸν ἐχθρὸν, αἰσχύνης ἐπλήρωσεν, ἀσθενῆ ἐπήλεγξεν, εἰσήκουσε τῆς δεήσεώς μου, ἐπέστρεψε τὸ πρόσωπον αὐτοῦ ἐπ' ἐμὲ, τὴν ἀχλὺν καὶ τὸν ζόφον, δι' ὧν πρὸς τὸν θάνατον ἐφερόμην, διασκεδάσας· καὶ ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ ἀγαλλιώμενος, ὥσπερ τι μνημεῖον ἀνεξάλειπτον, τὴν ᾠδὴν ταύτην τῶν εἰς ἐμὲ εὐεργετημάτων ἀνατίθημι, οὐ νῦν μόνον ᾄδων αὐτὴν, καὶ ἀνελίσσων τοῖς λογισμοῖς τὰς εὐεργεσίας, ἀλλὰ καὶ εἰς τὸν ἑξῆς χρόνον ᾄσω καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου, ἀνεπίληστον ἐν τῇ ψυχῇ περιφέρων τῆς εὐεργεσίας τὸ μέγεθος. Ἡ τοιαύτη τοίνυν ψυχὴ οὐ μόνον κακοῖς ἐμπαρεῖσα ῥύεται ῥᾳδίως τῶν κακῶν, ἀλλὰ καὶ ἀσφαλεστέρα γίνεται, εἰς τὸ μηκέτι τοῖς ὁμοίοις περιπεσεῖν. Ὅταν γὰρ ἐπὶ μνήμης ἀεὶ φέρῃ τὴν εὐεργεσίαν, δῆλον ὅτι καὶ τὰ δυσχερῆ ἐπὶ μνήμης ἔχει, ὧν ἀπαλλαγεῖσα ἔτυχε τῆς εὐεργεσίας. Ἔχων δὲ καὶ τὴν μνήμην τῶν κακῶν, ἀναλογίζεται ἐπιμελῶς, πόθεν ταῦτα συνέπεσεν αὐτῷ, καὶ διὰ ποίαν αἰτίαν εἰς τὸ τοιοῦτον συνηνέχθη κακόν· καὶ ἀναλογιζόμενος λοιπὸν τειχίζει πανταχόθεν ἑαυτὸν, ἵνα μὴ ἐπὶ τὰς ὁμοίας περιενεχθῇ συμφοράς· οὕτω τε λοιπὸν τὸν ἑαυτοῦ βίον καλῶς ῥυθμίζων, καὶ παιδαγωγῶν, καὶ τῷ ῥυσαμένῳ πολλὴν ἀνομολογεῖ τὴν χάριν· ὥσπερ εὗρε ῥύστην, οὕτω καὶ φύλακα διὰ παντὸς ἔχειν ἐν τοῖς μέλλουσιν ἐξαιτούμενος. Ταύτην ζηλώσωμεν καὶ ἡμεῖς, κἄν τινι παρασυρῶμεν ἁμαρτήματι, ταχέως ἀνανήψωμεν, καὶ ποιησώμεθα τὸ πτῶμα πρόφασιν ἀσφαλείας, καὶ ἀφορμὴν τοῦ μηκέτι ἁμαρτάνειν. Πῶς οὖν ποιήσεις; Ἔχεις διδάσκαλον τὸν Δαυΐδ. Ἥμαρτες; Μὴ νυστάξῃς ἐπὶ τῇ ἁμαρτίᾳ, ἀλλὰ διανάστηθι· ἐννόησον αὐτίκα, ὅτι ἀπέστρεψεν ὁ Θεὸς τὸ πρόσωπον ἀπὸ σοῦ, ὅτι ἐπελάθετό σου· εἶτα κλαῦσον, στέναξον, λοῦσον καθ' ἑκάστην νύκτα τὴν κλίνην σου δάκρυσι, ἀποπήδησον ἀπὸ τῶν ἐργαζομένων τὴν ἀνομίαν. Καὶ ταῦτα γὰρ μαθήματα τοῦ Δαυΐδ. Εἰπὲ μετ' αὐτοῦ· Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; ἕως πότε ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ; Εἰπὲ μὴ τῇ γλώσσῃ, ἀλλὰ πολὺ πρότερον τῇ καρδίᾳ· εἰπὲ καὶ τὰ ἄλλα δικαιώματα τοῦ Δαυΐδ. Ὅταν εἴπῃς πάντα, ἔλπισον ἐπὶ τὸ ἔλεος αὐτοῦ, ἔλπισον, μὴ διακριθῇς. Ὁ γὰρ διακρινόμενος, φησὶν, ἔοικε κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ. Μὴ γὰρ οἰέσθω, φησὶν, ὁ τοιοῦτος, ὅτι λήψεταί τι παρὰ Θεοῦ. Ἀνὴρ γὰρ δίψυχος, ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ. Ἔλπισον οὖν ἐπὶ τὸ ἔλεος αὐτοῦ, μηδὲν διακριθεὶς, καὶ τεύξῃ πάντως τῆς αἰτήσεως· τυχὼν δὲ μὴ γένῃ ἀγνώμων περὶ τὸν εὐεργέτην, καὶ ἀχάριστος, ἀλλὰ ποίησον μνημεῖον τῆς εὐεργεσίας, καὶ ἀνάθες αὐτὸ εὐχάριστον τῷ Δεσπότῃ ᾠδήν. Ἴσως αὐτὸς οὐκ οἶδας συνθεῖναι· συγκάλεσον τοὺς πένητας, καὶ χρῆσαι τὰς γλώσσας αὐτῶν, καὶ σοὶ παρασκεύασον. Εὖ ἴσθι ὅτι ἡδίω τῆς Δαυϊδικῆς ᾠδῆς ταύτην ἀκούσεται, ἢν ὑπὲρ σοῦ ἐκεῖνοι μελῳδήσουσιν. Ὥσπερ γὰρ ἡ ἀπὸ διαφόρων χορδῶν τῆς μονήρους ἥδιον μέλος ἀποτελεῖ, οὕτω καὶ ἡ τῶν πενήτων ἐκ διαφόρων οὖσα, τῷ εἰσακούοντι τῆς φωνῆς τῶν πενήτων Θεῷ ἡδύ τι καὶ ἐράσμιον ἠχήσει. Στῆσον σεαυτῷ καὶ Θεῷ τοιοῦτον μνημεῖον, αὐτῷ μὲν ὑπόμνημα τῆς εὐεργεσίας, σαυτῷ δὲ ἀπόδειξιν τῆς εὐχαριστίας, τῆς εὐγνωμοσύνης, σύμβολον τῆς διηνεκοῦς μνήμης, ἣν ἐγκάρδιον ἔχων ἀεὶ, κατεύθυνέ σου τὸν βίον· μᾶλλον δὲ κατευθύνωμεν, ἵνα γενώμεθα καὶ τῆς ἐκεῖθεν ἄξιοι κληρουχίας τῶν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.