Ancient Greek · ~19 min
ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟΝ Δʹ ΨΑΛΜΟΝ. Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέ με ὁ Θεὸς τῆς δικαιοσύνης μου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 4.1
Not analysed yet
Ἵνα δὲ μάθῃς καὶ ἀπὸ τῆς ἀποστολικῆς φωνῆς, πόση ἀπὸ τῆς θλίψεως εὐρυχωρία γίνεται, ἄκουσον αὐτοῦ τοῦ Παύλου τὸν καρπὸν λέγοντος τῆς θλίψεως· Ἡ δὲ θλίψις ὑπομονὴν κατεργάζεται· ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Εἶδες εὐρυχωρίαν ἄφατον, εἶδες λιμένα εὐφροσύνης; Ὑπομονὴν, φησὶν, ἡ θλίψις κατεργάζεται. Τί γὰρ ἀνδρὸς καρτερικωτάτου, καὶ πάντα δυναμένου ῥᾳδίως φέρειν, ἀνεκτότερον; τί δὲ δοκίμου γένοιτ' ἂν ἰσχυρότερον; τί δὲ τῆς ἐντεῦθεν τρυφῆς ἴσον; Τρεῖς γὰρ ἡμῖν ἡδονὰς ἐντεῦθεν λέγει τικτομένας, τὴν ὑπομονὴν, τὴν δοκιμὴν, καὶ τὴν ἐλπίδα τῶν μελλόντων ἀγαθῶν. Περὶ τούτων νῦν φιλοσοφῶν ὁ Προφήτης ἔλεγεν· Ἐν θλίψει ἐπλάτυνάς μοι. Ἐπειδὴ γὰρ εἶπεν, Εἰσήκουσέ μου ὁ Θεὸς, λέγει ἐν ποίῳ τρόπῳ εἰσήκουσεν. Οὐκ ἐν χρήμασιν· οὐδὲν γὰρ ἐζήτει τοιοῦτον· οὐχ ἵνα ἐχθρῶν κρατήσῃ· οὐδὲ γὰρ ταῦτα ᾔτει· ἀλλ' ἐν ἀνέσει τῇ ἐν μέσῳ τῆς θλίψεως γενομένῃ. Οἰκτείρησόν με, καὶ εἰσάκουσον τῆς προσευχῆς μου. Τί λέγεις; Ἄνω δικαιοσύνης μέμνησαι, ἐνταῦθα οἰκτιρμοῦ καὶ ἐλέου· καὶ ποῦ ταῦτα ἀκολουθίαν σχοίη; Πολλὴν μὲν οὖν, καὶ σφόδρα τοῖς προτέροις συνημμένην. Κἂν γὰρ μυρία κατορθώσωμεν, ἀπὸ οἰκτιρμῶν ἀκουόμεθα καὶ φιλανθρωπίας. Κἂν πρὸς αὐτὴν ἀνέλθωμεν τῆς ἀρετῆς τὴν κορυφὴν, ἀπὸ ἐλέους σωζόμεθα. Ἐντεῦθεν μανθάνομεν, ὅτι μετὰ τῆς δικαιοσύνης χρεία καὶ γνώμης συντετριμμένης. Κἂν γὰρ ἁμαρτωλός τις ὢν μετὰ ταπεινοφροσύνης εὔξηται, ὅπερ ἐστὶ μέρος ἀρετῆς, μεγάλα ἀνύσαι δυνήσεται· κἂν δίκαιος ὢν μετὰ ἀλαζονείας προσίῃ, πάντων ἐκπεσεῖται τῶν ἀγαθῶν. Ἀμφότερα τὰ ὑποδείγματα ὁ τελώνης καὶ ὁ Φαρισαῖος ἐδίδαξαν. Δεῖ τοίνυν καὶ τρόπον εὐχῆς εἰδέναι. Τίς δὲ ὁ τρόπος τῆς εὐχῆς; Μάθε ἀπὸ τοῦ τελώνου, καὶ μὴ αἰσχυνθῇς τοῦτον λαβεῖν διδάσκαλον, τὸν οὕτω τοῦτο κατορθώσαντα, ὡς ἀπὸ ψιλῶν ῥημάτων τὸ πᾶν ἀνύσαι. Ἐπειδὴ γὰρ ἡ διάνοια αὐτῷ καλῶς παρεσκευασμένη ἦν, ἤρκεσε καὶ ῥῆμα ἓν ἀνοῖξαι αὐτῷ τὸν οὐρανόν. Πῶς δὲ ἦν παρεσκευασμένη; Ἐταλάνιζεν ἑαυτὸν, τὸ στῆθος ἔτυπτεν, οὐδὲ ἀναβλέψαι εἰς τὸν οὐρανὸν ἠνείχετο. Ἂν οὕτω καὶ σὺ μέλλῃς εὔχεσθαι, πτεροῦ κουφοτέραν ἐργάσῃ τὴν εὐχήν. Εἰ γὰρ ὁ ἁμαρτωλὸς δίκαιος γέγονεν ἀπὸ τῆς εὐχῆς, ἐννόησον ὁ δίκαιος ἡλίκος ἔσται, εἰ τοιαύτην προσάγειν μάθοι δέησιν. Διὰ δὴ τοῦτο οὐδὲ ἐνταῦθα ἁπλῶς ἑαυτὸν τίθησιν, ἀλλὰ τὴν προσευχὴν αὐτοῦ· ἄνω τὴν δικαιοσύνην, ἐνταῦθα τὴν προσευχὴν λέγων· Οἰκτείρησόν με, καὶ εἰσάκουσον τῆς προσευχῆς μου. Οὕτω καὶ ὁ Κορνήλιος ἠκούσθη, ἐπειδὴ ταύτην εἶχε συνήγορον. Αἱ προσευχαί σου, καὶ αἱ ἐλεημοσύναι σου, φησὶν, ἀνέβησαν ἐνώπιον τοῦ Θεοῦ. Εἰκότως· τὰ γὰρ ἔργα ἐστὶ τὰ ἀκουόμενα, καὶ τὰ κατορθώματα· οὐχ ἁπλῶς δὲ αἱ εὐχαὶ, ἀλλ' αἱ κατὰ νόμον τοῦ Θεοῦ γινόμεναι εὐχαί. Καὶ τίνες εἰσὶν αὗται; Αἱ ταῦτα αἰτοῦσαι, ἃ τῷ Θεῷ πρέπει διδόναι, αἱ μὴ τἀναντία τοῖς αὐτοῦ νόμοις αὐτὸν παρακαλοῦσαι. Καὶ τίς οὕτω τολμηρὸς, φησὶν, ὡς τὸν Θεὸν ἀξιοῦν τἀναντία τοῖς αὐτοῦ νόμοις ποιεῖν; Ὁ κατὰ τῶν ἐχθρῶν αὐτὸν παρακαλῶν· τοῦτο γὰρ παρὰ τὸν νόμον τὸν ὑπ' αὐτοῦ κείμενον. Αὐτὸς γάρ φησιν, Ἄφετε τοῖς ὀφειλέταις ὑμῶν. Σὺ δὲ αὐτὸν τὸν κελεύοντά σοι συγχωρῆσαι κατὰ τῶν ἐχθρῶν καλεῖς; Καὶ τί γένοιτ' ἂν τῆς ἀνοίας ταύτης χεῖρον; Ἱκέτου σχῆμα καὶ γνώμην καὶ φρόνημα τὸν εὐχόμενον ἔχειν δεῖ· τί τοίνυν ἕτερον προσωπεῖον σεαυτῷ περιτίθης, τὸ τῆς κατηγορίας; Πῶς γὰρ δυνήσῃ τῶν οἰκείων ἁμαρτημάτων λαβεῖν συγγνώμην, ὅταν τῶν τοῖς ἑτέροις πεπλημμελημένων τιμωρὸν τὸν Θεὸν ἀξιοῖς εἶναι; Ἔστω τοίνυν ἡ εὐχὴ ἥμερος, γαληνὴ, χαρίεν ἔχουσα πρόσωπον, καὶ ἁπαλόν. Τοιαύτη γὰρ ἡ μετὰ πραότητος, καὶ μὴ κατ' ἐχθρῶν γινομένη· ὡς ἥ γε ἐναντία μεθυούσῃ τινὶ καὶ παραπαιούσῃ ἔοικε γυναικὶ, συώδει τινὶ καὶ ἀγρίᾳ. Διὸ καὶ ἄβατος αὐτῇ ὁ οὐρανός. Ἀλλ' οὐχ ἡ μετὰ πραότητος τοιαύτη· ἀλλ' ἔχει τι λιγυρὸν, καὶ προσηνὲς, καὶ βασιλικῶν ἄξιον ἀκοῶν, ἡδὺ καὶ παναρμόνιον καὶ ἐμμελές. Διὸ δὴ οὐκ ἐκβάλλεται τοῦ θεάτρου, ἀλλ' ἐστεφανωμένη ἄπεισι· καὶ γὰρ χρυσῆν ἔχει κιθάραν, χρυσῆν τὴν στολήν. Διὸ καὶ τέρπει τὸν δικαστὴν, καὶ τῷ σχήματι, καὶ τῷ βλέμματι, καὶ τῇ φωνῇ. Διὰ ταῦτα οὐδεὶς αὐτὴν ἀπελαύνει τῶν οὐρανίων ἁψίδων. Ἅπαν γὰρ ἐκεῖνο τὸ θέατρον ἀνίστησι τῇ εὐφροσύνῃ. Αὕτη τῶν οὐρανῶν ἀξία ἡ εὐχή· αὕτη τῶν ἀγγέλων ἡ γλῶττα, ὅταν μηδὲν πικρὸν, πᾶν δὲ προσηνὲς φθέγγηται· ὅταν ὑπὲρ τῶν ἀδικούντων καὶ ἐπηρεαζόντων προσέρχηται τὴν ἱκετηρίαν ποιουμένη, τότε καὶ οἱ ἄγγελοι παρεστήκασι μετὰ πολλῆς ἀκούοντες τῆς σιγῆς, καὶ μετὰ τὸ παύσασθαι, κροτοῦντες αὐτὴν, ἐπαινοῦντες, θαυμάζοντες οὐ διαλιμπάνουσι. Τοιαύτην καὶ ἡμεῖς προσαγάγωμεν εὐχὴν, καὶ πάντως ἀκουσθησόμεθα. Καὶ ὅταν προσίωμεν τῷ Θεῷ, μὴ νομίσωμεν εἶναι θέατρον τοιοῦτον, ἀλλ' ἐκ τῆς οἰκουμένης ἁπάσης, μᾶλλον δὲ καὶ ἐκ τῶν ἄνω δήμων τῶν οὐρανίων συνειλεγμένον, καὶ ἐν μέσῳ τὸν Βασιλέα καθῆσθαι, βουλόμενον ἡμῶν ἐπακοῦσαι τῆς εὐχῆς. Καὶ ἐπίδειξιν τὸ πρᾶγμα ποιήσωμεν. Μηδεὶς ἔστω κιθαριστὴς, μηδὲ λυρῳδὸς οὕτως ἐναγώνιος, μέλλων ἐν σκηναῖς εἰσιέναι, καὶ δεδοικὼς μή τι ἀπηχὲς ἀνακρούσηται, ὡς ἡμεῖς μέλλοντες εἰσιέναι εἰς τὸ τῶν ἀγγέλων θέατρον. Πλῆκτρον δὲ ἡμῖν ἔστω ἡ γλῶττα, μηδὲν ἀηδὲς φθεγγομένη, ἀλλ' ἐμμελὲς καὶ παναρμόνιον μετὰ διανοίας τῆς προσηκούσης· καὶ προσιόντες τῷ Θεῷ, καὶ παρακαλοῦντες καὶ δεόμενοι, ὑπὲρ τῶν ἐχθρῶν ἀνακρουώμεθα τὴν νευράν· οὕτω γὰρ καὶ ὑπὲρ ἡμῶν αὐτῶν ἀκουσθησόμεθα.