# Expositiones in Psalmos 4.1-11

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ Μϛʹ ΨΑΛΜΟΝ. Εἰς τὸ τέλος, ὑπὲρ τῶν υἱῶν Κορέ. Ἄλλος δὲ, Τῷ νικοποιῷ τῶν υἱῶν Κορέ. Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας. Ἄλλος, Χειρί. Ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. Ἕτερός φησι, Σημάνατε ἐν φωνῇ εὐφημίας. Ὅτι Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/4.1-11

Εἶδες αὐθεντίαν καὶ ἐξουσίαν; Ταῦτα δὲ πάντα τὸ ῥῆμα ἐκεῖνο ἐποίει, ὅπερ εἴρηκε πέμπων αὐτοὺς, ὅτι Ἐγὼ μεθ' ὑμῶν εἰμι. Αὐτὸς τὰ κωλύματα καθῄρει ἔμπροσθεν αὐτῶν πορευόμενος· αὐτὸς ἅπαντα ἐξευμάριζε, καὶ τὰ δύσκολα ἐποίει ῥᾴδια. Καίτοι πάντα πολέμων ἔγεμε, πάντα κρημνῶν καὶ σκοπέλων, καὶ οὐδὲ ὅπου ἐρεῖσαι πόδα ἐνῆν, οὐδὲ στῆναι· πάντες οἱ λιμένες προσκεχωσμένοι ἦσαν, πᾶσα οἰκία ἀποκεκλεισμένη, πάντων τὰ ὦτα ἐμπεφραγμένα· ἀλλ' ὅμως ὁμοῦ τε εἰσῄεσαν, καὶ ἐφθέγγοντο, καὶ πάντα κατέλυον τῶν πολεμίων τὰ ὀχυρώματα, ὡς καὶ αὐτὰς τὰς ψυχὰς προΐεσθαι, καὶ μυρίους λοιπὸν ἀνέχεσθαι κινδύνους ὑπὲρ τῶν εἰρημένων. Ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν ἑαυτοῦ, τὴν καλλονὴν Ἰακὼβ, ἢν ἠγάπησεν. Ἄλλος, Τὸν ἐνδοξασμὸν Ἰακώβ. Ὅρα προφητείας ἀκρίβειαν. Ἀνωτέρω μὲν οὖν ἔλεγεν· Ὑπέταξε λαοὺς ἡμῖν καὶ ἔθνη. Καὶ γὰρ Ἰουδαῖοι πρῶτον προσῆλθον, πρῶτον τρισχίλιοι, εἶτα πεντακισχίλιοι, καὶ μετὰ ταῦτα τὰ ἔθνη. Καὶ γὰρ αὐτὸς πάλιν ἔλεγε· Καὶ ἄλλα ἔχω πρόβατα, κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν. Εἶτα ἵνα μὴ ἀκούσας τὸ, Ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν ἑαυτῷ, διαπορῇ τις, καὶ ταλαιπωρῆται, καὶ λέγῃ· Πῶς οὖν Ἰουδαῖοι νῦν ἀπιστοῦσι; τῇ ἐπιδιορθώσει τὴν ἀπορίαν ἔλυσε. Μάλιστα μὲν γὰρ, τὸ αὐτοῦ μέρος, κἀκείνους ἐξελέξατο, καὶ τὸ εἰς αὐτὸν ἧκον, οὐδένα ἀφῆκεν. Εἰ δὲ καὶ τὸ τέλος ἐπιζητοίης, ἄκουε τῶν ἑξῆς· ἐπάγει γάρ· Τὴν καλλονὴν Ἰακὼβ, ἣν ἠγάπησεν. Ἐνταῦθα γάρ μοι τοὺς πιστοὺς δοκεῖ λέγειν, ὅπερ ὁ Παῦλος δηλῶν ἔλεγεν· Οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ· οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ, ἀλλ' ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα· τουτέστιν, ὅτι οὐ τὰ τέκνα τῆς σαρκὸς, ταῦτα τέκνα τοῦ Θεοῦ, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα. Καλλονὴ δὲ τοῦ λαοῦ εἰκότως ἂν οἱ πιστοὶ λέγοιντο. Τί γὰρ ὡραιότερον ἐκείνων τῶν πιστευσάντων; Κληρονομίαν δὲ αὐτοῦ καλεῖ τὸ ἔθνος, οὐχ ὡς τῶν ἄλλων ἀμελήσας ποτὲ, ἀλλὰ τὴν ἐπίτασιν τῆς περὶ αὐτοὺς ἀγάπης καὶ τὴν οἰκείωσιν, καὶ τῆς προνοίας τὴν προσθήκην ἐπιδεικνύμενος. Καὶ ἵνα μάθῃς τὴν ἀκρίβειαν τὴν προφητικὴν, ὅρα πῶς τῇ τῶν πολλῶν κέχρηται λέξει, ᾗ ἐπὶ τῶν ὠνίων οἱ πολλοὶ χρῶνται. Πολλοὶ γὰρ πολλάκις ὠνούμενοί τι, καλλονὴν ἐκεῖνα λέγουσι τὰ τῶν ἄλλων ὑπερέχοντα. Δεικνὺς τοίνυν ὅτι οὐ πάντες σωθήσονται, φησὶ, Τὴν καλλονὴν Ἰακώβ. Ταῦτα καὶ ἐν τοῖς Εὐαγγελίοις δείκνυται διὰ μυρίων παραβολῶν. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ. Οὐκ εἶπεν, ἀνεβιβάσθη, ἀλλ', Ἀνέβη· δεικνὺς ὅτι οὐχ ἑτέρου τινὸς χειραγωγοῦντος ἀνέβη, ἀλλ' αὐτὸς ταύτην ὁδεύων τὴν ὁδόν. Ὁ μὲν γὰρ Ἠλίας οὐδὲ τοσαύτην ἐλθὼν ὅσην ὁ Χριστὸς, ὑφ' ἑτέρας ἤγετο δυνάμεως. Οὐ γὰρ ἦν ἀνθρωπίνης φύσεως δύνασθαι ξένην ὁδεύειν ὁδόν. Ὁ δὲ Μονογενὴς ἀνέβη οἰκείᾳ ἐξουσίᾳ. Διὰ δὴ τοῦτο καὶ ὁ Λουκᾶς οὕτως ἔλεγε· Καὶ ἦσαν ἀτενίζοντες πορευομένου αὐτοῦ εἰς τὸν οὐρανόν. Οὐκ εἶπεν, ἀναλαμβανομένου αὐτοῦ, οὐδὲ βασταζομένου· πορεία γὰρ αὐτοῦ ἰδία τὸ γινόμενον ἦν. Εἰ δὲ πρὸ τοῦ σταυροῦ ἐπὶ τῶν ὑδάτων ἐφέρετο, παθητὸν ἔτι καὶ βαρὺ περικείμενος σῶμα, τί θαυμαστὸν, εἰ καὶ μετὰ τὸ ἄφθαρτον αὐτὸ λαβεῖν, τὸν ἀέρα ἔτεμνε; Ποῦ δὲ Ἐν ἀλαλαγμῷ; Τίς ἠλάλαξεν, ὅτε ἀνέβη; Καίτοι σιγῇ τοῦτο ἐγένετο, καὶ ἕνδεκα παρόντων μαθητῶν μόνον. Ὁρᾷς ὅτι οὐχ ἁπλῶς δεῖ τὰς λέξεις ἐκλαμβάνειν, ἀλλ' εἰδέναι τὸ ἐξ αὐτῶν σημαινόμενον; Ὅπερ γὰρ ἐν προοιμίῳ τοῦ ψαλμοῦ ἔλεγον, ὅτι ἕτερόν τι ὁ ἀλαλαγμὸς δηλοῖ, τὴν νίκην, τὸ τρόπαιον· ὃ τοίνυν ἐνταῦθά φησιν, Ἐν ἀλαλαγμῷ, τοῦτό ἐστιν, ὅτι ἐν νίκῃ ἀνέβη, περιγενόμενος θανάτου, καταῤῥίψας τὴν ἁμαρτίαν, τοὺς δαίμονας τροπωσάμενος, τὴν πλάνην ἐκβαλὼν, πάντα μεταβαλὼν πρὸς τὸ βέλτιον, πρὸς τὴν ἀρχαίαν πατρίδα, μᾶλλον δὲ πρὸς πολλῷ βελτίονα, τὴν φύσιν ἀναγαγὼν τὴν ἡμετέραν. Οὐδεὶς γὰρ αὐτῷ παραγενομένῳ ἀντέστη, οὐχ ἁμαρτίας τυραννὶς, οὐ θανάτου δύναμις, οὐ κατάρας ἰσχὺς, οὐ φθορᾶς, οὐ κακίας ἐπίτασις, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· ἀλλὰ πάντα ταῦτα ὥσπερ ἀράχνην διαῤῥήξας, καὶ δαιμόνων φάλαγγας καὶ διαβόλου νεῦρα, καὶ ἅπαντα ταῦτα διαλύσας, ἀνῆλθε κατορθώσας ἅπερ ἐβούλετο.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
