# Expositiones in Psalmos 4.1-14

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΡΗʹ ΨΑΛΜΟΝ. Ὁ Θεὸς, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς· ὅτι στόμα ἁμαρτωλοῦ, καὶ στόμα δόλιον ἐπ' ἐμὲ ἠνοίχθη. Ἐλάλησαν κατ' ἐμοῦ γλώσσῃ δολίᾳ, καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν. Ἀντὶ τοῦ ἀγαπᾷν με, ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσηυχόμην. Καὶ ἔθεντο κατ' ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου. Κατάστησον ἐπ' αὐτὸν ἁμαρτωλὸν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ. Ἐν τῷ κρίνεσθαι αὐτὸν, ἐξέλθοι καταδεδικασμένος, καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν. Γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος. Γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοὶ, καὶ ἡ γυνὴ αὐτοῦ χήρα· σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ, καὶ ἐπαιτησάτωσαν, ἐκβληθήτωσαν ἐκ τῶν οἰκοπέδων αὐτῶν. Ἐξερευνησάτω δανειστὴς πάντα ὅσα ὑπάρχει αὐτῷ, καὶ διαρπασάτωσαν ἀλλότριοι τοὺς πόνους αὐτοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/4.1-14

Ἀπαρτίσας τοίνυν τὸν περὶ ἐκείνου λόγον, ἐπὶ τὸν Θεὸν καταφεύγει πάλιν ὑπὲρ τῆς εἰς αὐτὸν ἀντιλήψεως. Οὐδὲ γὰρ μέχρι τῆς τιμωρίας τῶν ἐπιβουλευόντων ἵσταται, ἀλλὰ δεικνὺς ὅτι οἱ κακῶς πάσχοντες καὶ τιμωρὸν ἔχουσιν ὑπὲρ ὧν ἀδικοῦνται, καὶ αὐτοὶ πολλῆς τυγχάνουσι τῆς ἀντιλήψεως, ἐπάγει λέγων· Καὶ σὺ, Κύριε, ποίησον μετ' ἐμοῦ, ἕνεκεν τοῦ ὀνόματός σου. Ὅρα εὐγνωμοσύνην, ὅρα ταπεινοφροσύνην. Καίτοι γε ἱκανὴν εἶχεν εἰς συνηγορίαν ἀφορμὴν τὸ κακῶς παθεῖν (καὶ γὰρ καὶ τοῦτο πολλαχοῦ τῶν Γραφῶν ἔστιν ἰδεῖν, ὅτι οἱ κακῶς πάσχοντες ἀδίκως παρὰ ἀνθρώπων, πλείονα ἔχουσι παῤῥησίας ἀφορμὴν πρὸς τὸ τυχεῖν τῆς παρὰ τοῦ Θεοῦ ῥοπῆς), ἀλλ' οὗτος ἀφεὶς τοῦτο εἰπεῖν, ἐπὶ τὴν φιλανθρωπίαν μόνην τοῦ Θεοῦ καταφεύγει καὶ λέγει· Ποίησον μετ' ἐμοῦ ἕνεκεν τοῦ ὀνόματός σου· μονονουχὶ τοῦτο λέγων· Οὐκ ἐπειδὴ ἄξιός εἰμι, ἀλλὰ διὰ σεαυτὸν, ὅτι φιλάνθρωπος εἶ καὶ ἐλεήμων. Διὸ καὶ ἐπάγει· Ὅτι χρηστὸν τὸ ἔλεός σου. Καὶ καλῶς εἶπεν, Ὅτι χρηστὸν τὸ ἔλεός σου. Τὸ γὰρ τῶν ἀνθρώπων οὐ τοιοῦτον πολλαχοῦ· ἔστι γὰρ ὅπου καὶ ἐπὶ βλάβῃ τούτῳ κέχρηνται, καὶ ἐπὶ διαφθορᾷ· ἀλλ' ὁ Θεὸς πανταχοῦ πρὸς τὸ συμφέρον. Ῥῦσαί με, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγὼ, καὶ ἡ καρδία μου τετάρακται ἐντός μου. Ὁρᾷς αὐτὸν πάλιν ἀξιοῦντα σωθῆναι, οὐχ ὡς ἄξιον, οὐδὲ ὡς δίκαιον, ἀλλ' ὡς ἀνατραπέντα παντελῶς, ὡς κατειργασμένον, ὡς μυρία παθόντα κακά; Καὶ ἡ καρδία μου τετάρακται ἐντός μου. Τοιαύτη γὰρ τῶν συμφορῶν ἡ δύναμις· οὐ σῶμα λυμαίνεται μόνον, ἀλλὰ καὶ ψυχὴν θορυβεῖ. Ὡς σκιὰ, ἐν τῷ ἐκκλῖναι αὐτὴν, ἀντανῃρέθην, ἐξετινάχθην ὡσεὶ ἀκρίδες. Τὸ σφοδρὸν τῆς ἐπιβουλῆς τῶν ἀδικησάντων λέγει, τὴν κακουχίαν τὴν ἄφατον, καὶ τὴν παρ' ἑαυτοῦ πάλιν γενομένην ἐν τοῖς τοιούτοις σπουδήν. Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι' ἔλαιον. Ὁρᾷς οἷα κατασκευάζει ὅπλα πρὸς τὰς ἐπιβουλὰς, καὶ τὴν πρὸς αὐτὸν κακουχίαν; Καὶ ἐγὼ ἐγενήθην αὐτοῖς ὄνειδος· εἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὐτῶν. Τοιαῦται τῶν πονηρῶν αἱ γνῶμαι· οὐ μόνον οὐκ ἐνδιδόασιν, ὅταν ἴδωσι τὸν δίκαιον ἐπιτείνοντα τὴν εὐλάβειαν, ἀλλὰ καὶ ὀνειδίζουσι καὶ κωμῳδοῦσι, καὶ ἐπεμβαίνουσι. Τί οὖν οὗτος; Ἐπὶ τὴν ἄμαχον συμμαχίαν, ἐπὶ τὴν ἀχείρωτον βοήθειαν καταφεύγει, λέγων· Βοήθησόν μοι, Κύριε ὁ Θεός μου, καὶ σῶσόν με κατὰ τὸ ἔλεός σου. Καὶ γνώτωσαν, ὅτι ἡ χείρ σου αὕτη, καὶ σὺ, Κύριε, ἐποίησας αὐτήν. Τί ἐστιν, Ὅτι ἡ χείρ σου αὕτη; Ὅτι σὴ ἡ συμμαχία. Ὅτι σὴ, φησὶν, ἡ βοήθεια. Οὐ γὰρ δὴ σωθῆναι βούλομαι μόνον, ἀλλὰ καὶ ἐκείνους μαθεῖν παρὰ τίνος ἐσώθην, ὥστε διπλοῦν μοι γενέσθαι τὸ τρόπαιον, διπλοῦν τὸν στέφανον, ἐπιτεταμένην τὴν δόξαν. Καταράσονται αὐτοὶ, καὶ σὺ εὐλογήσεις. Οἱ ἐπανιστάμενοί μοι αἰσχυνθήτωσαν, ὁ δὲ δοῦλός σου εὐφρανθήσεται. Ἐντεῦθεν φιλοσοφίαν τινὰ παιδεύει τὸν ἀκροατήν. Δείκνυσι γὰρ ὅτι κἂν μυρίαις βάλλωσι ταῖς ἀραῖς, εὐλογοῦντος τοῦ Θεοῦ, οὐδὲν ἔσται βλάβος ἀπ' ἐκείνων, ἀλλ' εἰς αὐτοὺς περιτραπήσεται τὰ τῆς αἰσχύνης, τὰ τῶν ὀνειδῶν. Ὁ δὲ δοῦλός σου εὐφρανθήσεται ἐπὶ σοί. Καλῶς εἶπεν, Ἐπὶ σοὶ, δηλῶν ὅτι ἐκεῖθεν ἡ εὐφροσύνη, ὅθεν ἡ χορηγία τῶν ἀγαθῶν. Λοιπὸν οὐδέν με τῶν μοχθηρῶν θορυβῆσαι δυνήσεται, τῆς εὐφροσύνης μοι τῆς παρὰ σοῦ μενούσης ἀκεραίου. Ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπὴν, καὶ περιβαλλέσθωσαν ὡς διπλοΐδα αἰσχύνην αὐτῶν. Ὅρα πάλιν πῶς ἀξιοῖ μὴ κολάσει παραδοθῆναι αὐτοὺς μόνον, ἀλλ' αἰσχύνῃ, ἀλλ' ἐντροπῇ, ὥστε διδασκαλίαν αὐτοῖς γενέσθαι διορθώσεως, καὶ ὑπόθεσιν τῆς ἐπὶ τὸ βέλτιον μεταβολῆς. Ἐξομολογήσομαι τῷ Κυρίῳ σφόδρα ἐν τῷ στόματί μου, καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν. Ὅτι παρέστη ἐκ δεξιῶν πένητος, τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου. Ἀντὶ δὴ τούτων πάντων ἀμοιβὰς ἀνατίθησι τῷ Θεῷ τὴν ὑμνολογίαν, τὴν εὐχαριστίαν, τὸν αἶνον, τὸ παρὰ πᾶσιν ἀπαγγέλλειν αὐτοῦ τὰ κατορθώματα, τὸ ἐν μέσῳ θεάτρου κήρυκα γίνεσθαι τῶν αὐτῷ ὑπαρξάντων ἀγαθῶν. Τοῦτο γὰρ θυσία, τοῦτο προσφορὰ, τὸ τὰς εὐεργεσίας τοῦ Θεοῦ διαπαντὸς ἐπὶ μνήμης φέρειν, καὶ ἐγκολάπτειν τῇ διανοίᾳ, καὶ ἐπὶ στόματος ἀνακηρύττειν, καὶ πολλοὺς ποιεῖν ἀκουστὰς τῶν εὐεργεσιῶν αὐτοῦ. Οὕτω γὰρ ὅ τε ἀπολελαυκὼς τῆς εὐεργεσίας, εὐγνωμοσύνης λήψεται ἀμοιβὴν, καὶ πλείονα ἐπισπάσεται παρὰ τοῦ Θεοῦ τὴν ῥοπήν· οἵ τε ἀκούοντες ἀπὸ τῶν ἑτέροις γινομένων σπουδαιότεροι κατασταθήσονται, καὶ πρὸς ἀρετῆς ζῆλον μεγίστην λήψονται τὴν ἑτέρων εὐεργεσίαν ὑπόθεσιν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
