# Expositiones in Psalmos 4.1-18

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΡΙΓʹ ΨΑΛΜΟΝ. Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου, ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ, Ἰσραὴλ ἐξουσία αὐτοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/4.1-18

Πολλῶν καὶ νῦν εὐχομένων ἀκούω ταῦτα λεγόντων· ἀλλὰ δέος, μήποτε ἄλλως εἴπωσι τὸ, Ποῦ ἔστιν ὁ Θεὸς αὐτῶν; ὅταν ἁρπάζωσι πολλοὶ, καὶ ἀδικῶσι, καὶ μυρία ποιῶσι δεινά. Ὁ δὲ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ πάντα ὅσα ἠθέλησεν ἐποίησεν. Ἐνταῦθα τὴν πλάνην τῶν ἀνοήτων διορθοῦται. Ἐπειδὴ γὰρ πολλοὶ ἀγνοοῦσιν εἶναι Θεὸν, τὸ τοιοῦτον δόγμα διορθούμενος, φησίν· Ὁ δὲ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ πάντα ὅσα ἠθέλησεν ἐποίησεν. Εἰ δὲ ἐν τῷ οὐρανῷ, πολλῷ μᾶλλον ἐπὶ τῆς γῆς. Τί δέ ἐστιν, Ἐν τῷ οὐρανῷ πάντα ὅσα ἠθέλησεν ἐποίησεν; Ἢ τὰς δυνάμεις τὰς ἄνω φησὶ, καὶ τοὺς δήμους τοὺς ἀπείρους ἐκείνους, ἢ τὰ ἐπιτάγματα, ἃ μετὰ εὐκολίας ἀνύεται. Εἰ δὲ ἡ γῆ πολλὴν ἔχει τὴν σύγχυσιν καὶ τὴν ἀταξίαν, μὴ θαυμάσῃς. Ἀπὸ τῆς τῶν ἀνθρώπων κακίας, καὶ τῆς πονηρίας τῶν μετιόντων, ἀλλ' οὐ παρὰ τὴν ἀτονίαν τοῦ Θεοῦ τοῦτο γίνεται. Ὅτι γὰρ ἰσχυρὸς καὶ δυνατὸς, τὰ ἐν τῷ οὐρανῷ δηλοῖ πραττόμενα. Εἰ δὲ ἐν τῇ γῇ οὐχ οὕτως, οἱ ἀναξίους ἑαυτοὺς καθιστῶντες αἴτιοι. Καὶ ἑτέρως δ' ἄν τις τοῦτον μεταχειρίσειε τὸν λόγον, ὅτι πολλὰ καὶ διὰ μακροθυμίαν οὐδέπω τὴν κατ' ἀξίαν λαμβάνει ἀντίδοσιν. Διὰ τοῦτο καὶ πονηροὶ δικαίων περιγίνονται, οὐ βουλομένου τοῦ φιλανθρώπου Θεοῦ παρὰ πόδας ἕκαστον τὰς εὐθύνας ἀπαιτεῖν τῶν πεπλημμελημένων· ἐπεὶ πάλαι ἂν τὸ γένος ἀνηρπάσθη τὸ ἡμέτερον. Τοῦτο τοίνυν ἐνταῦθά φησιν, ὅτι δυνατὸς μέν ἐστι καὶ ἰσχυρὸς, καὶ οἷός τε ἐπεξελθεῖν· καὶ δῆλον ἐκ τῶν ἐν τῷ οὐρανῷ γενομένων· οὐ ποιεῖ δὲ τοῦτο, πανταχοῦ τῇ μακροθυμίᾳ χρώμενος, καὶ εἰς μετάνοιαν ἕλκων τοὺς ἐν πονηρίᾳ ζῶντας. Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων. Στόμα ἔχουσι, καὶ οὐ λαλήσουσιν· ὀφθαλμοὺς ἔχουσι, καὶ οὐκ ὄψονται· ὦτα ἔχουσι, καὶ οὐκ ἀκούσονται· ῥῖνας ἔχουσι, καὶ οὐκ ὀσφρανθήσονται· χεῖρας ἔχουσι, καὶ οὐ ψηλαφήσουσι· πόδας ἔχουσι, καὶ οὐ περιπατήσουσιν· οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν. Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτά. Ἐν μὲν τῷ ἑκατοστῷ πέμπτῳ ψαλμῷ τὴν μανίαν αὐτῶν διηγούμενος ἔλεγεν, ὅτι Τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας ἔθυσαν τοῖς δαιμονίοις· ἐν δὲ τῷ παρόντι τὴν ἀναισθησίαν, ὅτι ταῖς ἀψύχοις ὕλαις προστετήκασι. Καὶ πάντα αὐτῶν ἔπεισι τὰ μέλη, πλατυτέραν τὴν κωμῳδίαν ἐργαζόμενος. Εἶτα καὶ ἐπάγων φησίν· Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς. Καίτοι γε τοῦτο ἀρετὴ, τὸ εἶναι ἴσα Θεῷ· ἀλλ' ἐνταῦθα κατάρα γέγονεν. Ἐννόησον οὖν τίνες ἂν εἶεν, ὅταν ἡ πρὸς αὐτοὺς ὁμοίωσις ἀντὶ ἀρᾶς προφέρηται τῆς ἐσχάτης. Καὶ καλῶς οὕτω τὸν λόγον ἐσχημάτισε, κωμῳδῶν αὐτοὺς εἰς ἐσχάτην ἄνοιαν, καὶ καταγελάστους δεικνύς. Πῶς γὰρ οὐ καταγέλαστον, εἰπέ μοι, τὸ προσδεδέσθαι ξοάνῳ τύπον ἔχοντι τῆς ἐσχάτης ἀσχημοσύνης; Τίς γὰρ ἂν ἕλοιτο γυμνὴν γυναῖκα ἰδεῖν; Ὁ δὲ δαίμων καὶ γυμνῷ τύπῳ παρεδρεύει. Καὶ νῦν μὲν πορνείας εἰκόνες τὰ ξόανα, νῦν δὲ μανίας τῆς κατὰ τῶν ἀῤῥένων. Τί γὰρ ἂν ὁ ἀετὸς βούλεται; τί δὲ ὁ Γανυμήδης; τί δὲ ὁ διώκων τὴν παρθένον Ἀπόλλων; τί δὲ τὰ ἕτερα μυσαρὰ σχήματα; Πανταχοῦ ἀσέλγεια, πανταχοῦ ἀκολασία, πανταχοῦ μίξεων ἀθέσμων καὶ ἐρώτων λυσσώντων τύποι. Καὶ γὰρ τὰ ξόανα, καὶ αἱ ἑορταὶ, καὶ αἱ πανηγύρεις, καὶ αἱ τελεταὶ, ἔλεγχοι καὶ ὑπομνήματα καὶ διδασκαλίαι τῶν ἀτόπων εἰσίν. Οὐ μόνον δὲ τῶν αἰσχρῶν, ἀλλὰ καὶ φόνων τῶν πρὸς ἀνθρώπους. Ὅθεν καὶ ἀποτροπιάζονται τοὺς δαίμονας. Οὐδὲν γὰρ ἕτερον παρ' ἐκείνοις, ἢ ἀσέλγεια, καὶ μέθαι ἀκόλαστοι, καὶ ὠμότης, καὶ ἀπανθρωπία, καὶ μιαιφονίαι, καὶ τὰς ἑορτὰς ὅλας ἐντεῦθεν συνισταμένας ἴδοι τις ἄν. Κωμῳδήσας τοίνυν τῶν εἰδώλων τὴν ἀναισθησίαν, καὶ τὴν ἄνοιαν τῶν πεποιθότων αὐτοῖς, μετάγει τὸν λόγον ἐπὶ τὸν τοῦ Θεοῦ ὕμνον λέγων· Οἶκος Ἰσραὴλ ἤλπισεν ἐπὶ Κύριον· βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. Οἶκος Ἀαρὼν ἤλπισεν ἐπὶ Κύριον· βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. Οἱ φοβούμενοι τὸν Κύριον ἤλπισαν ἐπὶ Κύριον· βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστι. Διὰ γὰρ τούτων καὶ τὴν δύναμιν τοῦ Θεοῦ ἀνακηρύττει, καὶ τὴν ἀσύγκριτον αὐτοῦ καὶ κατὰ πάντων ὑπεροχήν. Τὰ γὰρ εἰς τὸν δῆμον τὸν Ἰουδαϊκὸν γινόμενα εἰς μέσον ἄγων, διπλῆν δείκνυσιν αὐτοῦ τὴν εὐεργεσίαν, μᾶλλον δὲ καὶ τριπλῆν. Πρῶτον μὲν, ὅτι δαιμόνων αὐτοὺς ἀπήλλαξεν· ἔπειτα, ὅτι ἑαυτὸν ἐγνώρισεν· καὶ τρίτον, ὅτι καὶ βοήθειαν αὐτοῖς τὴν παρ' ἑαυτοῦ παρέσχε. Διαιρεῖ δὲ τὸν λόγον εἴς τε τὸν Ἰσραὴλ, καὶ τὸ ἱερατικὸν γένος, καὶ τοὺς ἐξ ἐθνῶν προσιόντας αὐτῷ. Οὐ γάρ ἐστιν ἴσον ἱερεὺς καὶ ἰδιώτης, ἀλλ' ἔχει τι πλέον οὗτος· διὸ καὶ τὴν διαίρεσιν εἰκότως ποιεῖται. Καὶ γὰρ μείζων εἰς αὐτοὺς ἡ τιμὴ ἐγένετο.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
