# Expositiones in Psalmos 4.1-20

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΡΙΖʹ ΨΑΛΜΟΝ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/4.1-20

Ἀκουέτωσαν οἱ ταῖς σατανικαῖς ᾠδαῖς κατασηπόμενοι, οἵαν ὑπομένουσι βλάβην, ποίας δ' ἂν καὶ τύχοιεν συγγνώμης, τούτου διηνεκῶς τὸν σωτῆρα ἀνυμνοῦντος, ἐκεῖνοι διηνεκῶς ἐν ταῖς τῶν δαιμόνων ᾠδαῖς ἐγκαλινδούμενοι. Φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναῖς δικαίων. Ὅταν γὰρ ὁ Θεὸς κατορθώσῃ τὸ πᾶν, οἱ τῆς νίκης ἀπολαύοντες χαίρουσι, σκιρτῶσι, διπλῇ γαννύμενοι, καὶ τῷ σωθῆναι, καὶ τῷ διὰ Θεοῦ σωθῆναι. Τοῦτο ποιεῖται εὐφροσύνην, ὁ τὸ τρόπαιον στήσας. Εἶτα δεικνὺς καὶ τῆς συμμαχίας τῆς τοιαύτης τὴν ἀφορμὴν, ἐπήγαγεν· Ἐν σκηναῖς δικαίων. Οὐκ εἶπεν, Ἐν οἰκίαις, ἀλλ', Ἐν σκηναῖς, τὸ ἐσχεδιασμένον τῆς οἰκήσεως αὐτῶν παραστῆσαι βουλόμενος. Τοιαύτη ἦν ἡ σκηνὴ τοῦ Ἀβραὰμ, ὅτε ἐπανῆλθε, τῶν βαρβάρων περιγενόμενος, λαμπρὸς ἀπὸ τῶν κατορθωμάτων γεγονώς. Τοιαύτη ἦν ἡ σκηνὴ τοῦ Παύλου, ὅτε ἐπανῄει τῶν δαιμόνων περιγενόμενος, καὶ τὴν πλάνην καταλύων, καὶ τὰ κατορθώματα διηγούμενος. Δεξιὰ Κυρίου ἐποίησε δύναμιν, δεξιὰ Κυρίου ὕψωσέ με. Ὅρα τῆς ἀγαλλιάσεως τὴν ὑπόθεσιν. Τοῦτο γὰρ καὶ νῦν λέγει, ὅπερ ἔμπροσθεν ἔλεγε, δεικνὺς ὅτι ὁ Θεὸς ταῦτα κατώρθωσεν. Ὁρᾷς, οὐκ ἐν ἀπαλλαγῇ μόνον τῶν δεινῶν, ἀλλὰ καὶ ἐν κτήσει περιφανείας γινομένην αὐτοῦ τὴν εὐεργεσίαν· Εἰπὼν γάρ· Δεξιὰ Κυρίου ἐποίησε δύναμιν, ἐπήγαγε· Δεξιὰ Κυρίου ὕψωσέ με, ἵνα τὴν αὐτῷ γενομένην δόξαν δηλώσῃ. Τὸ γὰρ, Ὕψωσέ με, ἀντὶ τοῦ, ἐδόξασεν, ἐστίν. Οὐ γὰρ μόνον δυνατοὺς ἐποίησεν, ἀλλὰ καὶ ἐνδόξους. Οὐκ ἀποθανοῦμαι, ἀλλὰ ζήσομαι, καὶ διηγήσομαι τὰ ἔργα Κυρίου. Οἱ μὲν κίνδυνοι, φησὶ, θάνατον ἠπείλουν· ἐγὼ δὲ, Οὐκ ἀποθανοῦμαι, ἀλλὰ ζήσομαι. Τουτέστι, τοιαύτη ἡ τοῦ Δεσπότου παραδοξοποιία, ὅτι καὶ ἐξ αὐτῶν ἥρπασε τῶν θανάτων, καὶ πρὸ τῆς Καινῆς ἐν τοῖς παραδόξοις κινδύνοις τῆς ἀναστάσεως τὴν εἰκόνα προδιαγράφων. Ἔδωκε γὰρ ἡμῖν καὶ ἐξ ἀρχῆς αἰνίγματα, ὅτε τὸν Ἐνὼχ μετέστησεν. Εἰ γὰρ ἀπιστεῖς, ὅτι οὐ δυνατὸν διαναστῆναι σώματα, ἀπὸ τούτου πίστευε. Πῶς γὰρ ἤρκεσεν εἰς χρόνον τοσοῦτον τὸ σῶμα ἐκεῖνο; Οὐ γάρ ἐστιν ἴσον οἰκίαν διεφθαρμένην ἀναστῆσαι, καὶ τὴν σαθρὰν καὶ παλαιὰν οὖσαν διακρατῆσαι ἐπὶ χρόνον τοσοῦτον. Οὐκ ἐννοεῖς ὅτι οὐκ ὄντα ἐποίησεν; Οὐκοῦν πολλῷ μᾶλλον ἀναστῆσαι δύναται. Ἔχεις καὶ ἑτέραν εἰκόνα τῆς ἀναστάσεως, λέγω τὴν Ἠλίου ἁρπαγὴν, ὃς οὐδέπω καὶ τήμερον ἐτελεύτησε. Πάντα ῥᾴδια καὶ εὔκολα τῷ Θεῷ. Οὐκ ἀδυνατήσει, φησὶ, παρὰ τῷ Θεῷ πᾶν ῥῆμα. Καὶ ὁ Προφήτης· Πάντα ὅσα ἠθέλησεν, ἐποίησεν. Οὐχ ὁρᾷς ὅτι καὶ σοὶ δύσκολα τὰ τοῦ τέκτονος ἔργα; Ἀλλ' ὅμως παραχωρεῖς τῇ τέχνῃ. Εἶτα τῇ μὲν συνδούλου τέχνῃ παραχωρεῖς· τοῦ δὲ Δεσπότου τὴν σοφίαν εὐθύνας ἀπαιτεῖς, καὶ οὐ καταδέχῃ τῇ πίστει τὸ γινόμενον; Καὶ πόσης ταῦτα ἄξια ἀνοίας; Οὐκ ἀποθανοῦμαι, ἀλλὰ ζήσομαι. Εἴ τις καὶ κατὰ ἀναγωγὴν ἐκλάβοι τὸ εἰρημένον, οὐχ ἁμαρτήσεται. Εἰ γὰρ καὶ περὶ τῆς ἀναστάσεως τοῦτο εἴρηται (τὸ γὰρ, Οὐκ ἀποθανοῦμαι, δηλοῦντός ἐστιν, ὅτι οὐδὲ ὁ θάνατος θάνατος), ἀλλ' ὅμως καὶ καθ' ἕτερον τρόπον νοεῖται. Οὐκ ἀποθανοῦμαι γὰρ, φησὶ, τὸν ἕτερον θάνατον, ὃν καὶ ὁ Χριστὸς αἰνιττόμενος ἔλεγεν· Ὁ πιστεύων εἰς ἐμὲ, κἂν ἀποθάνῃ, ζήσεται· καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ, οὐ μὴ ἀποθάνῃ. Καὶ διηγήσομαι τὰ ἔργα Κυρίου. Τοῦτο μάλιστα ζωὴ, τὸ καὶ αὐτὸν αἰνεῖν, καὶ εἰς ἅπαντας ἐξαγγέλλειν τὰ θαύματα αὐτοῦ. Ποῖα ἔργα; εἰπέ μοι. Ταῦτα ἃ μέλλει διηγεῖσθαι, ἐπάγων· Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος, καὶ τῷ θανάτῳ οὐ παρέδωκέ με. Εἶδες τὴν παραδοξοποιίαν; εἶδες τὸ χρήσιμον; Οὐ γὰρ δὴ μόνον ὅτι ἀπηλλάγη εὐχαριστεῖ, ἀλλ' ὅτι καὶ ἐνέπεσε χάριν οἶδε μεγίστην, καὶ λέγει τὸ κέρδος τοῦ πειρασμοῦ. Ποῖον δὴ τοῦτο; Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος, φησί. Τοῦτο τῶν κινδύνων τὸ χρήσιμον, ὅτι βελτίονα εἰργάσατο. Εἶδες ἑκατέρωθεν αὐτοῦ τὴν δύναμιν, καὶ τὴν κηδεμονίαν, καὶ τὸ ἀφεῖναι ἐναποληφθῆναι τοῖς δεινοῖς, καὶ τὸ πάλιν ἀπαλλάξαι; Τῷ γὰρ θανάτῳ, φησὶν, οὐ παρέδωκέ με. Καὶ καλῶς εἶπεν ἕτερος ἑρμηνευτής· Τῷ δὲ θανάτῳ οὐκ ἔδωκέ με, ἵνα δηλώσῃ ὅτι ἐν τῇ ἐξουσίᾳ αὐτοῦ τὸ πᾶν ἔκειτο. Ὥστε διπλῆν ἐκέρδανε σωτηρίαν, τήν τε τῶν δεινῶν, τήν τε τῆς κακίας ἀπαλλαγήν. Διὸ καὶ Παῦλος ἔλεγεν Ἑβραίοις γράφων· Εἰ δὲ ἐκτός ἐστε παιδείας, ἄρα νόθοι ἐστὲ, καὶ οὐχ υἱοί. Ἀνοίξατέ μοι πύλας δικαιοσύνης· εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ Κυρίῳ. Τοῖς παιδευομένοις αἱ πύλαι ἀνοίγονται, τοῖς ἀποτιθεμένοις τὰ ἁμαρτήματα.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
