# Expositiones in Psalmos 4.1-21

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΡΚΖʹ ΨΑΛΜΟΝ. Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/4.1-21

Πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Καλῶς τῇ προσθήκῃ τῶν ἡμερῶν κέχρηται. Καὶ γὰρ καὶ τοῦτο μάλιστα σημεῖον ἦν τοῦ παρὰ τοῦ Θεοῦ ταῦτα δίδοσθαι, καὶ τῆς προνοίας αὐτοῦ δεῖγμα, τὸ μὴ πάσχειν τι ἀνθρώπινον, μηδὲ μεταπίπτειν, καὶ μεταβολὴν ὑπομένειν, πλὴν εἴποτε ὀργισθεὶς αὐτὰ διέκοψε. Καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου. Καὶ μὴν πολλοὶ, φησὶ, φοβούμενοι τὸν Θεὸν ἐν ἀπαιδίᾳ διετέλεσαν. Καὶ τί τοῦτο; Οὐ γὰρ ἐπὶ τοῖς παροῦσιν ἀπεδυσάμεθα, ἀλλὰ προηγουμένως μὲν ἐπὶ τῷ ἀρέσκειν τῷ Θεῷ ἔπειτα δὲ ἐπὶ ταῖς μελλούσαις ἐλπίσι. Καὶ τότε μὲν ταῦτα ἦν τὰ ἔπαθλα· νῦν δὲ οὐρανὸς καὶ τὰ ἐν οὐρανοῖς ἀγαθά. Εἰ δὲ μὴ ἔσχες παῖδας, ὁ φοβούμενος τὸν Θεὸν, πόθεν οἶσθα, εἰ μὴ τῆς εὐπραγίας ταύτης ἕτερα μείζονα ἔδωκεν; Οὐ γὰρ ἑνὶ τρόπῳ πάντας εὐεργετεῖ, ἀλλὰ διαφόρως, πλούσιος ὤν. Πόσοι παῖδας ἐσχηκότες, τοὺς οὐκ ἔχοντας ἐμακάρισαν; πόσοι πλοῦτον κτησάμενοι, τῶν πενήτων ἀθλιώτερον κατέλυσαν; πόσοι δόξης ἀπολαύσαντες, καθάπερ μαχαίρᾳ ταύτῃ περιεπάρησαν, καὶ τὰ ἀνήκεστα πεπόνθασι; Μὴ δὴ τὰ πράγματα ζήτει, μηδὲ ἀπαίτει τὸν Θεὸν εὐθύνας, ἀλλὰ πάντα φέρε γενναίως καὶ μετὰ εὐχαριστίας· μᾶλλον δὲ μηδενὶ τῶν παρόντων προσήλωσο. Διὰ γὰρ τοῦτο τοιαύτην ἐκελεύσθης εὔχεσθαι εὐχὴν, ἐν ᾗ μόνον ἓν αἴτημα αἰσθητὸν αἰτεῖς, καὶ πλέον οὐδέν. Ἀλλὰ καὶ τοῦτο τῷ μέτρῳ πάλιν γίνεται πνευματικόν. Τὰ μὲν γὰρ ἄλλα πάντα περὶ οὐρανῶν καὶ τῆς ἐκεῖ βασιλείας, καὶ τῆς ἀκριβοῦς πολιτείας, καὶ τῆς τῶν ἁμαρτημάτων ἀπαλλαγῆς ἡμῖν εἴρηται· ὑπὲρ δὲ αἰσθητῶν μίαν λέξιν κελευόμεθα λέγειν. Ποίαν δὲ ταύτην; Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ πλέον οὐδέν. Ἐπειδὴ γὰρ πρὸς ἑτέραν λοιπὸν καλούμεθα πατρίδα, καὶ πρὸς μείζονα μετεταξάμεθα ζωὴν, καὶ τὰς αἰτήσεις καταλλήλους ἐκείνῃ δεῖ ποιεῖσθαι· ταῦτα δὲ κἂν ἐπιῤῥέῃ, μετὰ πολλῆς τῆς ἀκριβείας διακρούεσθαι. Εἰρήνη ἐπὶ τὸν Ἰσραήλ. Ἄλλος, Καὶ ἴδε τοὺς υἱοὺς τῶν υἱῶν σου, εἰρήνην ἐπὶ τὸν Ἰσραήλ. Κατὰ κοινοῦ ἡ εὐχή. Τοῦτο γὰρ μάλιστα ποθοῦσιν, ἅτε μακρῷ τεταριχευμένοι πολέμῳ. Τί γὰρ ὄφελος αὐτοῖς τῶν ἄλλων, εἰρήνης οὐκ οὔσης; Τὸ τοίνυν κεφάλαιον τῶν ἀγαθῶν τῶν τότε, καὶ τὴν ἀσφάλειαν αὐτῶν ἐπαγγέλλεται, τὴν εἰρήνην, καὶ ταύτην διηνεκῆ· ὅπερ μάλιστα τῆς τοῦ Θεοῦ προνοίας ἔργον, τὸ καὶ δοῦναι καὶ μὴ ἀφεῖναι διαπεσεῖν. Ἐπειδὴ γὰρ αὐτὴ τῶν ἀνθρωπίνων ἡ φύσις ῥευστή τίς ἐστι καὶ οὐ διαρκὴς, δεικνὺς ὅτι οὐχ ἁπλῶς αὐτοῖς ἔπεισι ταῦτα ἀλλ' ἀπὸ τῆς ἄνωθεν ῥοπῆς, καὶ νεύοντος τοῦ Θεοῦ, Πάσας τὰς ἡμέρας εἶπε, καὶ εἰρήνην ἐπηγγείλατε διαρκῆ. Καὶ γέγονε τοῦτο, τὸ γοῦν εἰς τὸν Θεὸν ἧκον. Εἰ δὲ διεκόπη, πάλιν ἀπὸ τῆς ἐκείνων πονηρίας γέγονε καὶ τοῦτο. Ὥσπερ γὰρ ὅταν ἀπειλῇ κολάσεις τισὶ, καὶ διὰ τῆς μετανοίας ἀποκρούωνται τὴν ὀργὴν, ἵσταται τὰ τῆς τιμωρίας· οὕτω κἂν ἀγαθὰ ἐπαγγείληται, ἀνάξιοι δὲ φανῶσιν οἱ τῆς ἐπαγγελίας μέλλοντες ἀπολαύειν, ἀναχαιτίζεται τὰ τῆς ὑποσχέσεως. Τὸ μὲν οὖν εἰς αὐτὸν ἧκον, πάσας τὰς ἡμέρας αὐτοῖς ἐπηγγείλατο· τῇ δὲ ἑαυτῶν πονηρίᾳ διέκοψαν τὴν δωρεάν. Ταῦτα δὲ λέγω, ἵνα μήτε ἀπειλοῦντος αὐτοῦ ἀπογινώσκωμεν, ἀλλὰ τῇ μετανοίᾳ τὴν ὀργὴν ἀποκρουώμεθα, μηδὲ χρηστὰ ἐπαγγελλομένου ἀναπίπτωμεν, ἀλλὰ τῇ σπουδῇ καὶ τῇ κατὰ τὸν βίον ἐπιμελείᾳ προκαλῶμεν εἰς ἔργον τὰς ὑποσχέσεις. Ἂν γὰρ μὴ τοῦτο ποιῶμεν, οὐκ ἀρκεῖ ἡ ἐπαγγελία σῶσαι μόνη. Ἐπεὶ καὶ τῷ Ἰούδᾳ ἐπηγγείλατο, ὅτι καθιεῖται ἐπὶ τοῦ θρόνου μετὰ τῶν ἕνδεκα μαθητῶν· καὶ οὐκ ἐκάθισεν· ἡ δὲ αἰτία οὐ παρὰ τὸν ὑποσχόμενον, ἀλλὰ παρὰ τὸν ἀνάξιον τῆς ὑποσχέσεως φανέντα. Καὶ ἡμεῖς τοίνυν ἔχοντες βασιλείας ἐπαγγελίαν, μὴ ῥᾳθυμῶμεν, ἀλλὰ τὰ παρ' ἑαυτῶν εἰσφέρωμεν, ἵνα δυνηθῶμεν τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
