# Expositiones in Psalmos 4.1-22

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΡΛΔʹ ΨΑΛΜΟΝ. Αἰνεῖτε τὸ ὄνομα Κυρίου, αἰνεῖτε, δοῦλοι, Κύριον. Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν. Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς Κύριος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/4.1-22

Καὶ ὅρα Προφήτου σύνεσιν· ἀπὸ τῶν καθόλου εἰς ταῦτα τὸν λόγον ἐξαγαγὼν, ἵνα μή τις τῶν ἀνοήτων μερικὸν νομίσῃ τὸν Θεὸν εἶναι, ὅτε ἐπὶ τὰ καθόλου ἦλθε, τότε τούτων ἅπτεται τῶν λόγων, καί φησιν· Ὃς ἐπάταξε τὰ πρωτότοκα Αἰγύπτου. Ἆρα οὐ δοκεῖ μᾶλλον ὑμῖν διὰ τοὺς Ἰουδαίους γεγενῆσθαι ταῦτα; Ἂν τοίνυν δείξω, ὅτι καὶ δι' ἑτέρους ταῦτα ἐγένετο, τί ἐροῦσιν οἱ μὴ καθόλου τοῦ Θεοῦ τὴν πρόνοιαν λέγοντες; Πῶς οὖν ἔστι δεῖξαι; Μάλιστα μὲν γὰρ ἀρκεῖ ἡ τοῦ Θεοῦ ἀπόφασις, ἡ σαφῶς αὐτὸ δηλοῦσα, καὶ λέγουσα· Ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. Εἶδες εὐαγγέλιον τὸν θάνατον γινόμενον, καὶ κήρυγμα τὴν θεήλατον πληγὴν ἐκείνην, πανταχοῦ περιιοῦσαν, καὶ ἀνακηρύττουσαν τὴν τοῦ Θεοῦ δύναμιν; Προνοεῖ τοίνυν τῆς οἰκουμένης ἁπάσης, καὶ ἡνίκα τὰ Ἰουδαίων διοικεῖ. Καίτοι γε ἐγνώρισε τὴν δύναμιν αὐτοῦ καὶ πάλαι, οἷον ἐπὶ τοῦ Ἰωσὴφ, ἐπὶ τοῦ Ἀβραὰμ, ἀλλ' ὅμως νῦν σαφέστερον. Πῶς; Τότε μὲν δι' εὐεργεσίας· ὕστερον δὲ καὶ διὰ πληγῆς· καὶ οὐ διαλιμπάνει, ὃ καὶ πολλάκις ἔφθην εἰπὼν, συνεχῶς καὶ καθ' ἑκάστην γενεὰν ἀναδεικνὺς ἑαυτὸν διὰ τῶν πραγμάτων, καὶ γνωρίζων. Οὐχ ὁμοίως δὲ ἀεὶ τοῦτο ποιεῖ, ἀλλὰ ποικίλως καὶ διαφόρως· τότε μὲν γὰρ διὰ τῆς γυναικὸς τοῦ Ἀβραὰμ, πηρώσας τὰς ὠδῖνας τῆς φύσεως, ὕστερον δὲ διὰ λιμοῦ, καὶ δι' εὐετηρίας· μετὰ δὲ ταῦτα διὰ τῶν πληγῶν τῶν ἐπαλλήλων. Ἐπειδὴ οὖν ἀσθένειαν τοῦ Θεοῦ κατεψηφίζοντο, καὶ ἀνῄρουν αὐτοὶ τὰ πρωτότοκα, καὶ τὸν ποταμὸν ἐφοίνιξαν· δείκνυσι μὲν αὐτοῖς καὶ παρ' αὐτὸν τὸν καιρὸν δι' ἀμυδροτέρων αὐτοῦ τὴν ἰσχύν. Αἱ γὰρ μαῖαι τῶν Αἰγυπτίων καταφρονήσασαι τῶν ἐπιταγμάτων τῶν ὠμῶν ἐκείνων, καὶ παραλογισάμεναι τὸ ἀπηνὲς τοῦ βασιλέως δόγμα, πολλῆς ἀπέλαυσαν τῆς εὐετηρίης. Ταῦτα δὲ ἀμφότερα τῆς τοῦ Θεοῦ προνοίας ἦν· τό τε γὰρ γυναῖκας ἀνδρειοτέρας ἀποφῆναι τῶν τὰ διαδήματα φορούντων, τό τε ἀμοιβὰς ταύταις ἀποδιδόναι, καὶ εἰς πλῆθος αὐτὰς ἐκτεῖναι πολύ. Τὸ γὰρ, Εὖ ἐποίει ταῖς μαίαις, τοῦτό ἐστιν, ἐξετάθη αὐτῶν ἡ συγγένεια· δι' ὧν γὰρ εὐηργέτουν τοὺς Ἰουδαίους, διὰ τούτων ἐλάμβανον παρὰ τοῦ Θεοῦ τὰς ἀμοιβάς. Ἐπειδὴ τοίνυν οὐκ ἀνῄρουν αὐτῶν τὰ τέκνα, καὶ αὐταῖς πολυπαιδίαν ὁ Θεὸς ἐχαρίσατο. Ἐπειδὴ δὲ ἐπέμενον ἀναισθήτως διακείμενοι, ὀξυτέραν ἐπήγαγε τὴν πληγὴν, καὶ ἐμάνθανε μὲν ἡ οἰκουμένη, ἐμάνθανον δὲ καὶ οἱ Αἰγύπτιοι· καὶ ἐκεῖνοι μὲν ἐξ ἀκοῆς, οὗτοι δὲ ἐν τοῖς οἰκείοις πάθεσι, καὶ ὄψει, καὶ πείρᾳ τοῦ Θεοῦ τὴν δύναμιν ἑώρων. Διὰ γὰρ τοῦτο καὶ προέλεγεν αὐτοῖς, ἵνα μὴ συντυχίας τινὸς εἶναι νομισθείη ἡ πληγὴ καὶ αὐτομάτου θανάτου. Ὅπερ οὖν ἀλλαχοῦ εἴρηται περὶ τοῦ Σωτῆρος, τοῦτο δὴ καὶ ἐνταῦθα ἔστιν εἰπεῖν. Ποῖον δὴ τοῦτο; Καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. Οὐ γὰρ εἰς ἔρημον αὐτοὺς ἐξαγαγὼν, οὐδὲ ἀλλαχοῦ που, ἀλλ' ἐν αὐτῇ τῇ πόλει τὴν πληγὴν ἐπήγαγε. Καὶ ὅρα καὶ ἐν τῇ πληγῇ φιλανθρωπίαν. Ἀπὸ γὰρ κτηνῶν πρότερον ἤρξατο, καὶ τότε ἐπὶ τοὺς ἀνθρώπους ἐχώρησε. Τίς οὖν οὐκ ἂν ἀγάσαιτο τὴν δύναμιν, πῶς ἅπαντα ἐν μιᾷ καιροῦ ῥοπῇ κατήνεγκε, τὴν φειδὼ, τὴν σοφίαν τὴν ἀπόῤῥητον; Οὔτε γὰρ πρώτην αὐτὴν ἐπήγαγε πληγὴν, δι' ἑτέρων αὐτοὺς διορθῶσαι βουλόμενος, οὔτε ἐπειδὴ ἐπήγαγε, χωρὶς προῤῥήσεως ἐπήγαγε. Τί δήποτε; Ἵνα τοῖς ῥήμασιν αὐτοὺς σωφρονίσῃ, καὶ μὴ ἔλθωσιν εἰς πεῖραν τῶν πραγμάτων· οὔτε πάλιν ἐπειδὴ οὐ διορθώθησαν, ἀφῆκεν ἀμφίβολον γενέσθαι τὴν πληγήν. Ἵνα γὰρ μή τις αὐτόματον αὐτὴν νομίσῃ ἢ νόσον, ἢ λοιμὸν αὐτὴν ἐπιοῦσαν, ὅρα πόσα γίνεται. Πρῶτον ὅτι ἐν μιᾷ νυκτὶ πάντες. Δεύτερον ὅτι τὰ πρωτότοκα πάντα. Εἰ γὰρ λοιμὸς ἦν, οὐκ ἂν τῶν πρωτοτόκων πάντων μόνον ἥψατο, καὶ τῶν δευτέρων ἐφείσατο· ἀλλ' ἀδιακρίτως ἂν ἐπὶ πάντας ἦλθε. Τρίτον, ὅτι εἰ λοιμὸς ἦν, οὐκ ἂν τῶν Ἰουδαίων ἀπέσχετο καθόλου, καὶ τῶν Αἰγυπτίων ἥψατο μόνον, ἀλλ' ἐκεῖνα πολλῷ πλέον ἂν κατειργάσατο τὰ σώματα, τὰ πόνῳ καὶ ταλαιπωρίᾳ καὶ τοσούτοις κατειργασμένα κακοῖς, τὰ ἐν πενίᾳ καὶ λιμῷ ἐπὶ τοσοῦτον ταριχευθέντα· οὐχὶ τὰ βασιλικὰ, οὐδὲ τὰ ἐν ἀξιώμασι, τὰ πολλῆς ἀπολαύοντα ἀδείας, καὶ πολλῆς μετέχοντα τῆς θεραπείας. Εἰ λοιμὸς ἦν, οὐκ ἂν ἀθρόον ἐπῆλθεν, ἀλλὰ πάντα τὰ προοίμια ἐπιδεικνύμενος τῆς ἐλεύσεως πρότερον. Νῦν δὲ ὁμοῦ ταῦτα γίνεται, ἵνα ἐλέγχηται τῶν Αἰγυπτίων ἡ ἀγνωμοσύνη. Καὶ γὰρ μετὰ τὴν πληγὴν ταύτην, καὶ τὸ σαφῶς μαθεῖν, ὅτι θεήλατος ἦν ἡ πληγὴ, ἀπελθόντας κατεδίωκον τοὺς Ἰουδαίους, ὅπερ τῆς ἐσχάτης ἦν αὐτῶν ἀγνωμοσύνης σημεῖον, καὶ ὑπὲρ τοῦ Θεοῦ μεγίστη ἀπολογία. Ἐπειδὴ γὰρ ἔμελλε παύεσθαι τὰ σημεῖα, ἐν τοιούτῳ αὐτὰ σημείῳ ἔπαυσεν, ἐν ᾧ καὶ περὶ τῶν ἔμπροσθεν ἀπελογήσατο τοῖς βουλομένοις προσέχειν. Ἵνα γὰρ μή τις λέγῃ, Τί δήποτε πάντες κολάζονται, τοῦ βασιλέως κατέχοντος τοὺς Ἰουδαίους καὶ διαμαρτάνοντος; διὰ τοῦ ἐσχάτου λύει τὴν ἀπορίαν ταύτην. Πῶς διὰ τοῦ ἐσχάτου; Ὅτι ἡνίκα τὰ πρωτότοκα αὐτῶν ἐπλήγη, καὶ ἄκοντος τοῦ βασιλέως τοὺς Ἰουδαίους ἐξέβαλλον. Ὥστε εἰ καὶ ἐκ προοιμίων ἐβούλοντο, ἴσχυσαν ἂν περιγενέσθαι ἐκείνου. Οὐκ ἄρα παρὰ τὸ μὴ δύνασθαι, ἀλλὰ παρὰ τὸ μὴ βούλεσθαι, οὐκ ἐκράτουν τοῦ βασιλέως. Καὶ ἡ δίωξις δὲ ἡ μετὰ ταῦτα κατηγορίας ἐπίτασις.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
