# Expositiones in Psalmos 4.1-23

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΡΛΗʹ ΨΑΛΜΟΝ. Εἰς τὸ τέλος, τῷ νικοποιῷ. Κύριε, ἐδοκίμασάς με, καὶ ἔγνως με.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/4.1-23

Ταῦτα δὴ πάντα πάλιν συναγαγὼν, καὶ γενόμενος ἔνθους, ἀνέκραξε μέγα, λέγων· Ἐξομολογήσομαί σοι, ὅτι φοβερῶς ἐθαυμαστώθης, τουτέστι, θαυμαστὸς ἐφάνης, καὶ θαυμαστὸς εἶ. Θαυμάσια τὰ ἔργα σου, καὶ ἡ ψυχή μου γινώσκει σφόδρα. Καὶ τί λέγω, φησὶ, περὶ σοῦ, ὅπου γε καὶ τὰ ὑπὸ σοῦ γινόμενα πολὺ τὸ θαῦμα ἔχει; Εἶτα ἀφεὶς ἅπαντα ἐπεξελθεῖν, ἀρκεῖται τῇ οἰκείᾳ γνώσει, λέγων· Καὶ ἡ ψυχή μου γινώσκει σφόδρα. Οὐχ ἁπλῶς γινώσκει, ἀλλὰ μετὰ ἐπιτάσεως, φησὶ, μετὰ σφοδρότητος. Καὶ εἰ γινώσκει, πῶς ἔλεγεν ἔμπροσθεν, ὅτι Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη· οὐ μὴ δύνωμαι πρὸς αὐτήν; Μάλιστα μὲν οὖν ἐκεῖνο περὶ αὐτοῦ εἴρηται, τοῦτο δὲ περὶ τῶν ἔργων. Εἰ δὲ καὶ περὶ αὐτοῦ τοῦτο, ἐκεῖνο ἂν εἴποιμεν, ὅτι γινώσκει, ὅτι θαυμαστὸς, ὅτι μέγας, ὅτι ὑψηλός· τὸ δὲ τί τὴν οὐσίαν (πάλιν γὰρ τὰ αὐτὰ ἐρῶ), καὶ πῶς ἡ μεγαλωσύνη, καὶ τίς ὁ τρόπος τῶν εἰρημένων, ἀγνοεῖ· ἀλλ' ἡ ἄγνοια αὕτη γνώσεώς ἐστιν ἀπόδειξις, εἰ καὶ θαυμαστὸν τὸ εἰρημένον. Ἐπεὶ καὶ τὴν θάλατταν πηλίκη τίς ἐστιν ἀγνοοῦμεν, καὶ ὅμως δι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα ἴσμεν θάλασσαν, ὅτι ἀγνοοῦμεν αὐτῆς τὸ μέτρον. Εἰ δέ τις λέγει εἰδέναι αὐτῆς τὴν ποσότητα, οὗτος μάλιστά ἐστιν ὁ ἀγνοῶν αὐτήν. Ὥστε ἔστιν ἀπαγγελία γνώσεως ἄγνοιαν ἐλέγχουσα, καὶ ἔστιν ἄγνοια γνῶσιν ἡμῖν μαρτυροῦσα. Οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ, ὃ ἐποίησας ἐν κρυφῇ· καὶ ἡ ὑπόστασίς μου ἐν τοῖς κατωτάτοις τῆς γῆς. Πάλιν περὶ τῆς γνώσεως αὐτοῦ διαλέγεται, καὶ ταῦτα πάντα εἰδέναι δείκνυσιν αὐτόν. Ἢ οὖν πάντα αὐτοῦ τὰ ἀπόῤῥητα λέγει, ἢ ἕτερόν τι αἰνίττεται, τὴν δημιουργίαν, καὶ τὴν διάπλασιν· καὶ οὐδὲ πλαττομένου τι ἠγνόησας, ἀλλὰ πάντα ἠπίστασο κατὰ μικρὸν τῆς φύσεως ὑφαινούσης, καίτοι ἐν ἀποῤῥήτῳ αὐτῆς ἐργαζομένης, καὶ ὡς ἐν κατωτάτοις τῆς γῆς· ἀλλ' ὅμως σοὶ, φησὶ, πάντα γυμνὰ καὶ τετραχηλισμένα. Ἕτερος δὲ ἑρμηνευτὴς οὕτως εἶπεν· Οὐκ ἐπεκαλύφθη τὰ ὀστᾶ μου ἀπὸ σοῦ, οἷς ἐποιήθην ἐν ἀποκρύφῳ. Ἕτερος, Οὐκ ἔλαθέ σε ἡ κραταίωσίς μου, ἣν ἐποιήθην ἐν τῷ κρυπτῷ· ἐποικίλθην ὡς ἐν τοῖς κατωτάτοις τῆς γῆς. Ἄλλος, Οὐκ ἔλαθέ σε ἡ δύναμίς μου, ἢ τὰ ὀστᾶ μου ἀπὸ σοῦ, ὅτι καὶ ἐποιήθην ἐν κρυφῇ, ἐξεικονίσθην ἐν τοῖς κατωτάτοις τῆς γῆς. Πάντες μὲν οὖν τὰ αὐτὰ λέγουσιν, ὅτι ἀκριβῶς καὶ πλαττόμενόν με ἐπίστασαι κατὰ μέρος, καὶ μέχρι τῶν μελῶν ἕκαστον οἶδας, καὶ τῆς αὐξήσεως. Ὥσπερ καὶ ὁ Χριστὸς λέγει· Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς ἠριθμημέναι εἰσίν. Ὁμοῦ δὲ καὶ περὶ προνοίας καὶ γνώσεως ἐμφαίνων ὁ λόγος ἐστί. Τὸ ἀκατέργαστόν μου εἶδον οἱ ὀφθαλμοί σου. Ἢ τὸ αὐτὸ πάλιν φησὶν, ὅτι Καὶ ἀμόρφωτόν με ᾔδεις· καὶ γὰρ ἕτερος οὕτως εἶπεν, Ἀμόρφωτόν με εἶδον οἱ ὀφθαλμοί σου· ἢ ἐπὶ τῶν πράξεων αὐτῶν, ὅτι καὶ τὸ μηδέπω πραχθὲν εἶδον οἱ ὀφθαλμοί σου. Καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται. Ἡμέρας πλασθήσονται, καὶ οὐθεὶς ἐν αὐτοῖς. Ἀσαφὲς τὸ εἰρημένον, ἀλλὰ δεῖ ἐκ τῆς ἀκολουθίας καὶ τοῦ ἑτέρου ἑρμηνέως αὐτὸ θηρεῦσαι. Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστι, συμφωνοῦν τῷ προτέρῳ. Τί δὲ ἦν τὸ πρότερον; Ἀμόρφωτόν με εἶδον οἱ ὀφθαλμοί σου· τουτέστι, μηδέπω λαβόντα τύπον, ἔτι πλαττόμενον, ἔτι ὑφαινόμενον, καὶ οὕτω με εἶδον σαφῶς, ὡς ἐκεῖνον τὸν μεμορφωμένον, ὡς ἐκεῖνον τὸν τετυπωμένον, ὡς ἐκεῖνον τὸν πεπληρωμένον, καὶ οὐδεμιᾶς ἡμέρας ἔτι δεόμενον πρὸς τὴν ἀπάρτισιν. Καὶ ἵνα μάθῃς ὅτι τοῦτό ἐστι, ἄκουσον τῆς ἑρμηνείας τοῦ ἑτέρου· Ἀμόρφωτόν με προεῖδον οἱ ὀφθαλμοί σου, σὺν τοῖς ἐν τῇ βίβλῳ σου πᾶσι γεγραμμένοις, ἡμέρας πλασσομένοις, οὐκ ἐνδεούσης οὐδεμιᾶς. Σὺν ἐκείνοις με εἶδες, φησὶν, ὁμοίως ἐκείνοις με εἶδες, τοῖς πλασσομένοις ἐν ταῖς ἡμέραις αὐτῶν, ἡμέραις, αἷς οὐκ ἐνέδει οὐδεμία ἡμέρα. Ταῦτα δὲ λέγει, οὐχ ὡς βιβλίου ὄντος ἄνω, οὐδὲ ὡς ἐγγραφομένων τινῶν, ἀλλὰ τὴν ἀκριβῆ γνῶσιν διὰ τοῦ βιβλίου σημαίνων, ὥσπερ ὅταν φησίν· Ἤκουσε Κύριος, καὶ ἔγραψεν ἐν βίβλῳ. Καὶ πάλιν, Βίβλοι ἀνεῴχθησαν. Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεός. Ἄλλος, Τίμιοι ἐγένοντο οἱ ἑταῖροί σου. Οὐ μικρὰ καὶ τοῦτο ἀρετὴ, τὸ τοὺς τοῦ Θεοῦ φίλους διὰ πολλῆς ἄγειν τιμῆς. Προενόησάς μου, φησὶν, οὐκ ὄντα παρήγαγες, διακρατεῖς, καὶ ἐγὼ ταύτην δίδωμι τὴν ἀμοιβὴν τοὺς φίλους σου τιμῶν. Λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν. Τουτέστιν, αὐτοὶ ἐκραταιώθησαν. Ἄλλος φησί· Τί παμπληθεῖς αἱ κεφαλαὶ αὐτῶν; Ὅπερ καὶ σαφέστερον· ἐπάγει γάρ· Ἐξαριθμήσομαι αὐτοὺς, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται. Ἐγὼ μὲν αὐτοὺς τιμῶ, σὺ δὲ πολλοὺς ποιεῖς, καὶ ψάμμου πλείους· οὐ μόνον δὲ πολλοὺς, ἀλλὰ καὶ ἰσχυρούς. Τὸ γὰρ, Ἐκραταιώθησαν, τοῦτό ἐστι. Καὶ διπλῆν λέγει τὴν εὐημερίαν, τήν τε εἰς πλῆθος, τήν τε εἰς ἰσχύος ἐπίδοσιν. Ἐξηγέρθην, καὶ ἔτι εἰμὶ μετὰ σοῦ. Ἄλλος, Ἐξυπνώσω, καὶ εἰς ἀεὶ ἔσομαι παρὰ σοί.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
