# Expositiones in Psalmos 4.1-24

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΡΛΘʹ ΨΑΛΜΟΝ. Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ· ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/4.1-24

Ποίαν οὖν ἕξεις ἀπολογίαν, μελέτην ποιούμενος τὴν πονηρίαν, καὶ βουλὴν τιθέμενος ὑπὲρ τῆς τῶν κακῶν ἐργασίας, καὶ κοινωνοὺς λαμβάνων; Ἀλλ' ὅρα τὴν τούτου ταπεινοφροσύνην. Οὐ γὰρ εἶπε· Μὴ ἐγκαταλίπῃς με, ὅτι ἄξιός εἰμι, μὴ ἐγκαταλίπῃς με διὰ τὴν τοῦ βίου ἀρετήν. Ἀλλὰ τί; Μήποτε ὑψωθῶσιν, ὥστε μὴ ἀλαζονικωτέρους γενέσθαι, καὶ εἰς πλείονα ἀπόνοιαν ἀρθῆναι διὰ τῆς ἐμῆς ἐγκαταλείψεως. Ἡ κεφαλὴ τοῦ κυκλώματος αὐτῶν, κόπος τῶν χειλέων αὐτῶν καλύψει αὐτούς. Ἄλλος, Ὁ πικρασμὸς τῶν κυκλούντων με, ὁ μόχθος τῶν χειλέων αὐτῶν πωμασάτω αὐτούς. Κύκλωμα ἐνταῦθα τὸν σύλλογον λέγει, τὸ συνέδριον, τὸ πονηρὸν ἐργαστήριον, τὰ διεφθαρμένα βουλεύματα. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Αὐτὰ τὰ πονηρὰ βουλεύματα, καὶ τὸ κεφάλαιον τῆς πονηρίας καὶ διεφθαρμένης γνώμης, αὐτὸ αὐτοὺς καταδύσειε καὶ ἀπολέσειε. Κόπος τῶν χειλέων αὐτῶν. Κόπον ἐνταῦθα τὴν πονηρίαν καλεῖ. Καὶ γὰρ τοιοῦτον ἡ πονηρία· αὐτῷ τῷ κεκτημένῳ γίνεται ὄλεθρος, καὶ ὑποβρύχιον αὐτὸν ἐργάζεται. Τοῦτο γέγονεν ἐπὶ τοῦ Δαυΐδ. Μυρίοις γὰρ αὐτὸν προσεδόκησαν περιβαλεῖν κινδύνοις· ὁ δὲ λαμπρότερος ἦν. Ναὶ, φησὶν, ἀλλ' οὐ τοῦτο ζητῶ· ἀλλὰ πῶς τῇ οἰκείᾳ αὐτῶν βουλήσει βουλευσάμενοι περιεπάρησαν καὶ ἀπώλοντο, δεῖξον, καὶ ποῦ αὐτὸ τοῦτο συνέβη, εἰπέ. Ἐπὶ τῶν ἀδελφῶν τοῦ Ἰωσήφ. Βουλόμενοι γὰρ αὐτὸν ποιῆσαι δοῦλον καὶ ἀπολέσαι, περὶ τῶν ἐσχάτων αὐτοὶ ἐκινδύνευσαν. Καίτοι καὶ εἰς δουλείαν καὶ εἰς θάνατον τό γε αὐτῶν ἐνέπεσε μέρος. Καὶ ὁ Ἀβεσσαλὼμ βουλόμενος διὰ τῆς τυραννίδος ἀπολέσαι τὸν πατέρα, διὰ ταύτης αὐτὸς ἑάλω. Πεσοῦνται ἐπ' αὐτοὺς ἄνθρακες πυρός· ἐν πυρὶ καταβαλεῖς αὐτούς. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἱκανὴ μὲν καὶ αὐτὴ ἡ πονηρία διαφθεῖραι τοὺς κυκλοῦντας αὐτήν· μετὰ δὲ ταύτης καὶ τὴν θεήλατον ὑποστήσονται ὀργήν. Ἄνθρακας δὲ πυρὸς ἐνταῦθα καὶ πῦρ τὴν ἄνωθεν λέγει φερομένην τιμωρίαν. Πολλάκις δὲ καὶ ἐπ' αὐτοῦ τοῦ πυρὸς γέγονεν, ὡς ἐπὶ τοῦ Δαθὰν, καὶ Κορὲ, καὶ Ἀβειρὼν, καὶ ἐπὶ τῶν κυκλωσάντων τὴν κάμινον τὴν Βαβυλωνίαν. Ἐν ταλαιπωρίαις, καὶ οὐ μὴ ὑποστῶσιν. Ἕτερος, Πεσοῦνται εἰς βοθύνους, μήποτε ἀναστῶσιν. Ἄλλος, Ἐσπευσμένως, καὶ οὐ μὴ ἀνασταῖεν. Κατὰ μὲν οὖν τὸν ἕνα ἑρμηνευτὴν τοιοῦτόν τί ἐστι τὸ λεγόμενον· οὕτως αὐτοὺς ἀπόλεσον, ὥστε μηκέτι ἀναστῆναι. Κατὰ δὲ τὸν ἄλλον, Μετὰ πολλοῦ τοῦ τάχους· τοῦτο γάρ ἐστι τὸ, Ἐσπευσμένως. Ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τῆς γῆς. Εἰπὼν περὶ τῆς ὀργῆς τοῦ Θεοῦ, πάλιν δείκνυσιν, ὅτι καὶ αὐτὴ καθ' ἑαυτὴν ἡ κακία ἱκανὴ διαφθεῖραι τοὺς ἔχοντας. Οὐ μικρὸν δὲ καὶ τοῦτο εἶδος πονηρίας, τὸ προπετῆ εἶναι, καὶ τῆς γλώττης μὴ κρατεῖν. Γλωσσώδη γὰρ ἐνταῦθα τὸν ὑβριστὴν λέγει, τὸν φλύαρον, τὸν λοίδορον, τὸν συνεχῶς ὑλακτοῦντα, τὸν οὐδὲν κυνὸς ἄμεινον διακείμενον. Εἰπὲ, καὶ τίς ὁ τούτου καρπός. Οὐ κατευθυνθήσεται, φησὶν, ἐπὶ τῆς γῆς. Ἄλλος, Οὐχ ἑδρασθήσεται τουτέστι, περιτραπήσεται, κατενεχθήσεται, ἀπολεῖται. Οὗτος ὁ τοῦ λοιδόρου καρπός· πᾶσι πολέμιος, πᾶσιν ἀηδὴς, πᾶσιν ἐπαχθὴς καὶ φορτικὸς ὁ τοιοῦτος. Ὥσπερ οὖν ὁ μακρόθυμος, καὶ ἐπιεικὴς, καὶ σιγᾷν ἐπιστάμενος, ἀσφαλὴς καὶ βεβηκὼς καὶ πᾶσιν ἐπίχαρις· οὕτως ὁ τοιοῦτος σφαλερὸν μέτεισι βίον, μυρίους πανταχόθεν ἐχθροὺς ἐπισπώμενος, καὶ πρὸ τῶν ἄλλων τὴν ψυχὴν ταράττων τὴν ἑαυτοῦ, καὶ οὐκ ἀφιεὶς εἶναι ἐν ἡσυχία, ἀλλὰ καὶ μηδενὸς ἐνοχλοῦντος, μυρίους πολέμους καὶ θορύβους ἔνδον ἐγείρων. Ἄνδρα ἄδικον κακὰ θηρεύσει εἰς διαφθοράν. Οὕτω καὶ ἄλλος σοφὸς λέγει· Παρανομίαι ἄνδρα ἀγρεύουσιν. Ὅρα πάλιν τὴν κακίαν ἀρκοῦσαν εἰς διαφθορὰν τοῦ ἔχοντος. Ἀλλὰ τίνος ἕνεκεν τὸ τῆς θήρας ἔθηκεν ὄνομα; Ἵνα τὸ ἄφευκτον ἴδῃς, ἵνα, κἂν μὴ παραυτίκα ἐμπέσῃς ἀδικῶν, μὴ θαῤῥήσῃς. Τοιαύτη γὰρ ἡ ἄγρα· οὐκ ἀεὶ ἐπιτυγχάνει, οὐδὲ εὐθέως· ἀλλ' ὅμως κἂν μὴ ἁλῷ τὰ ἄγρια ζῶα καὶ τὰ θηρευόμενα, οὐδὲ οὕτως ἐν ἀσφαλείᾳ τυγχάνει, κἂν μηδέπω τῶν δικτύων ἔνδον γένηται. Οὕτω τοίνυν μηδὲ ψυχὴ θαῤῥείτω ἄδικα πράττουσα, καὶ μηδέπω ἁλοῦσα· ὁτὲ γὰρ δήποτε ἁλώσεται. Εἰ γὰρ βούλει ἐν ἀσφαλείᾳ εἶναι, παῦσαι ταῦτα πράττων, καὶ πολλῆς ἀπολαύσῃ τῆς ἀδείας. Τί δήποτε δὲ εἶπεν, Εἰς διαφθοράν; Ὅτι πολλοὶ καὶ εἰς σωτηρίαν ἐθηρεύθησαν· ὡς οἱ παρὰ τῶν ἀποστόλων, ὡς οἱ παρὰ τῶν ἁγίων ἀνδρῶν. Ἀλλ' οὐχ οἱ πονηροὶ, ὅταν ὑπὸ τῆς κακίας θηρεύωνται· ἀλλ' ἐπ' ἀπωλείᾳ καὶ διαφθορᾷ. Καὶ διὰ τί οὐ παρὰ πόδας τῆς κακίας ἕπεται τὰ τῆς τιμωρίας; Διὰ τὴν τοῦ Δεσπότου φιλανθρωπίαν. Εἰ γὰρ ἐβούλετο τῶν ἁμαρτανόντων ἕκαστον εὐθέως ὑπὸ τὴν τιμωρίαν ἄγειν, προανηρπάσθη ἂν τὸ πλέον γένος τῶν ἀνθρώπων. Ἔγνων ὅτι ποιήσει Κύριος τὴν κρίσιν τῶν πτωχῶν, καὶ τὴν δίκην τῶν πενήτων. Πλὴν δίκαιοι ἐξομολογήσονται τῷ ὀνόματί σου, καὶ κατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου. Ἄλλος, Παρὰ τῷ προσώπῳ σου. Ἀντὶ δὲ τοῦ Κατοικήσουσι, Διαμενοῦσιν ἕτερος λέγει, καὶ ἄλλος, Καθεδοῦνται· ἀντὶ δὲ τοῦ Ἔγνων, Οἶδα, Ἐπειδὴ γὰρ εἶπεν, ὅτι θηρεύσει, καὶ ὅτι ἀπολοῦνται, καὶ οὐκ εὐθέως δείκνυσι τὴν τιμωρίαν ἐπαγομένην· ἵνα μηδεὶς διὰ τοῦτο τῶν παχυτέρων ῥᾳθυμότερος γένηται, ἐπήγαγε τὸ, Οἶδα, δεικνὺς ὅτι πάντως ἔσται τοῦτο. Οὐ γὰρ μενεῖ τὰ τῶν ἀδικουμένων ἀνεκδίκητα. Πτωχοὺς δὲ ἐνταῦθα οὐχ ἁπλῶς τοὺς πένητας καλεῖ, ἀλλὰ τοὺς σφόδρα ταπεινοὺς, τοὺς συντετριμμένους. Ταῦτα δὲ λέγει, καὶ τοὺς ἀδικουμένους παραμυθούμενος, καὶ τοὺς ἀδικοῦντας σωφρονίζων, ἵνα μήτε ἐκεῖνοι τῇ μελλήσει ἀπογνῶσι, μήτε οὗτοι διὰ τὴν ἀναβολὴν ῥᾳθυμότεροι γένωνται. Ἡ γὰρ ἀναβολὴ εἰς μετάνοιαν ἄγει· τὸν δὲ ἐπιμένοντα χαλεπώτερον κολάζει· καὶ μάλα δικαίως. Διὰ τί; Ὅτι τοσαύτης ἀπολαύσαντες ἀγαθότητος, οὐκ ἐγένοντο βελτίους. Ἐννόησον γὰρ ὅση τοῦ Θεοῦ φιλανθρωπία, ὅταν τοὺς ἀνακειμένους αὐτῷ ἀνέχηται πάσχειν κακῶς, καὶ μὴ ἐπεξίῃ, τῇ μετανοίᾳ σε βελτίω ποιῆσαι βουλόμενος. Πλὴν δίκαιοι ἐξομολογήσονται τῷ ὀνόματί σου. Τί ἐστιν ὃ λέγει; Ὅπερ ἂν γένηται, φησὶν, ἐκεῖνοι εὐχαριστήσουσι· κἂν τοὺς ταπεινοὺς ἴδωσιν ἐπηρεαζομένους, καὶ τοὺς πονηροὺς ἐπαιρομένους, οὐκ ἀπαιτήσουσιν εὐθύνας τῶν γινομένων. Τοῦτο γὰρ δικαίων μάλιστα, τὸ διαπαντὸς καὶ ἐν ἅπασιν εὐχαριστεῖν. Καὶ κατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου· τουτέστι, Τῆς βοηθείας ἀπολαύσαντες τῆς παρὰ σοῦ, τὴν ἔννοιαν ἔχοντες τὴν περὶ σοῦ, ἀεὶ μετὰ σοῦ ὄντες, οὐδέποτε ἀποστήσονται· ὅπερ ἂν γένηται, οὐδέποτε δυσχερανοῦσιν, οὐδέποτε μέμψονται τοῖς γινομένοις. Τοῦτο γὰρ ψυχῆς ἀπεριτρέπτου, τοῦτο γνώμης ἀκλινοῦς, μὴ ἀπαιτεῖν τὸν Δεσπότην εὐθύνας. Διὸ καὶ Παῦλος ἔλεγε· Μενοῦν γε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ, Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, Τί με ἐποίησας οὕτως; Ταύτην τοίνυν καὶ ἡμεῖς διαπαντὸς τηρῶμεν τὴν εὐγνωμοσύνην, ὑπὲρ πάντων εὐχαριστοῦντες τῷ Θεῷ· ὅτι αὐτῷ ἡ δόξα, καὶ ἡ εὐχαριστία, καὶ ἡ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
