# Expositiones in Psalmos 4.1-25

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΡΜʹ ΨΑΛΜΟΝ. Κύριε, ἐκέκραξα πρὸς σὲ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/4.1-25

Τοῦτο καὶ ἐπὶ στόματος καὶ γλώττης λογιζώμεθα, καὶ ἄβατον αὐτὸ τῇ πονηρίᾳ τηροῦντες, οὕτω τὴν προσευχὴν προσάγωμεν. Εἰ γὰρ χρυσοῦν τις σκεῦος ἔχων, οὐκ ἂν ἕλοιτο εἰς ἄτιμον αὐτῷ χρήσασθαι διακονίαν διὰ τὸ πολύτιμον τῆς ὕλης· πολλῷ μᾶλλον οἱ χρυσοῦ καὶ μαργαρίτου τιμιώτερα στόματα ἔχοντες, οὐκ ἂν εἴημεν δίκαιοι ταῖς ἀναισχύντοις αὐτὰ καταῤῥυπαίνειν αἰσχροῤῥημοσύναις, καὶ λοιδορίαις, καὶ ὕβρεσιν. Οὐκ ἐν χαλκῷ προσάγεις βωμῷ τὸ θυμιατήριον, οὐδὲ ἐν χρυσῷ, ἀλλ' ἐν τῷ τούτου τιμιωτέρῳ, ἐν ναῷ πνευματικῷ. Ἐκείνῳ μὲν γὰρ ἄψυχος ἡ ὕλη· ἐν σοὶ δὲ ὁ Θεὸς ἐνοικεῖ, καὶ μέλος εἶ τοῦ Χριστοῦ καὶ σῶμα. Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου. Παρακαλέσας τὸν Δεσπότην ἀκουσθῆναι αὐτοῦ τὴν εὐχὴν καὶ εὐπρόσδεκτον γενέσθαι, ὅρα ποίαν προσάγει πρώτην αἴτησιν, ποίαν ἱκετηρίαν. Οὐ γὰρ εἶπε, Δός μοι χρήματα, δός μοι τιμὰς παρὰ ἀνθρώποις, δός μοι κρατῆσαι τῶν ἐχθρῶν, δός μοι παιδία· οὐδὲν τούτων, ἀλλὰ πάντα ἀφεὶς ἐπὶ τῆς γῆς ἐῤῥῖφθαι, αἰτεῖ παρὰ τοῦ Θεοῦ ταῦτα ἃ παρὰ τοῦ Θεοῦ αἰτεῖν δίκαιον. Τί οὖν; οὐ δεῖ, φησὶν, αἰσθητὰ αἰτεῖν; Δεῖ μὲν, μετὰ μέτρου δὲ, ὡς ὁ Ἰακὼβ λέγων· Ἐὰν δῷ μοι Κύριος ἄρτον φαγεῖν, καὶ ἱμάτιον περιβαλέσθαι· ὡς ὁ Χριστὸς ἐκέλευσεν εὔχεσθαι λέγοντας· Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· πρὸ δὲ πάντων τὰ πνευματικά. Ὃ καὶ αὐτὸς ποιεῖ λέγων· Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου. Εἶδες σύνεσιν; εἶδες φιλοσοφίαν; πόθεν ἄρχεται τῆς αἰτήσεως; Ἀπὸ τοῦ μεγίστου τῶν κατορθωμάτων, καὶ ὃ πάντων αἴτιόν ἐστι τῶν κακῶν, ἀμελούμενον· ὥσπερ τῶν ἀγαθῶν, σπουδαζόμενον. Τὰ γὰρ μυρία κακὰ τῆς γλώττης ἡ εὐκολία ἐργάζεται, ὥσπερ οὖν τὰ ἀγαθὰ ἡ ἀσφάλεια. Ὥσπερ οὖν οὐδὲν ὄφελος οἰκίας, οὐ πόλεως, οὐ τειχῶν, οὐ πυλῶν, οὐ θυρῶν, ἂν μὴ ὦσιν οἱ φυλάττοντες, καὶ εἰδότες πότε μὲν δεῖ κλείειν, πότε δὲ ἀνοίγειν· οὕτως οὐδὲ γλώττης ὄφελος, οὐδὲ στόματος, ἂν μὴ λογισμὸς ᾖ τὴν κλεῖσιν καὶ τὴν ἄνοιξιν μετὰ ἀκριβείας καὶ πολλῆς τῆς ἐπιστήμης ἐπιτετραμμένος, καὶ εἰδὼς τίνα μὲν ἐκφέρειν δεῖ, τίνα δὲ ἔνδον κατέχειν. Οὐ τοσοῦτοι γὰρ, φησὶν, ἔπεσον ἀπὸ μαχαίρας, ὅσοι ἀπὸ γλώττης. Καὶ πάλιν ὁ Χριστός· Οὐ τὰ εἰσερχόμενα εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐκπορευόμενα ἀπὸ τοῦ στόματος. Καὶ πάλιν ἕτερος· Ποίησον τῷ στόματί σου θύραν καὶ μοχλόν. Οὗτος δὲ ἐπειδὴ σφόδρα δύσκολον ὂν οἶδε τὸ πρᾶγμα, καὶ εὐχὰς προστίθησι, καὶ τὸν Θεὸν εἰς τὴν συμμαχίαν ταύτην καλεῖ. Μᾶλλον δὲ καὶ ἐκεῖνος τὸ αὐτὸ τοῦτο αἰνίττεται, ὡς ὅταν λέγῃ· Τίς δώσει ἐπὶ τῶν χειλέων μου σφραγῖδα πανοῦργον; Δεῖ μὲν γὰρ καὶ τὰ παρ' ἡμῶν εἰσφέρειν· διὸ δὴ καὶ ἐν τάξει προστάγματος αὐτὸ τέθεικε λέγων· Ποίησον θύραν καὶ μοχλόν. Δεῖ δὲ καὶ τὴν παρὰ τοῦ Θεοῦ συμμαχίαν καλεῖν, ἵνα καὶ ἡ ἡμετέρα σπουδὴ εἰς ἔργον γένηται. Φυλάττωμεν τοίνυν τὸ στόμα διηνεκῶς, κλεῖν αὐτῷ τὸν λογισμὸν ἐπιτιθέντες, οὐχ ἵνα διηνεκῶς ᾖ κεκλεισμένον, ἀλλ' ἵνα κατὰ καιρὸν ἀνοίγηται τὸν προσήκοντα. Ἔστι γὰρ ὅτε ἡ σιγὴ μᾶλλον ὠφέλησε λαλιᾶς, ὥσπερ καὶ λαλιὰ μᾶλλον σιγῆς. Διὰ δὴ τοῦτο καὶ ὁ σοφώτατος ἐκεῖνος ἔλεγε· Καιρὸς τοῦ σιγῆσαι, καὶ και ρὸς τοῦ λαλῆσαι. Εἰ γὰρ διαπαντὸς ἀνεῷχθαι ἔδει, οὐκ ἂν ἐγένοντο θύραι· εἰ δὲ διαπαντὸς κεκλεῖσθαι ἐχρῆν, οὐκ ἔδει φυλακῆς. Τὸ γὰρ κεκλεισμένον τί ἄν τις φυλάξειεν; Ἀλλὰ διὰ τοῦτο θύρα καὶ φυλακὴ, ἵνα καιρῷ ἐπιτηδείῳ ἕκαστα ἐργαζώμεθα. Ἕτερος δέ φησι, Ζυγὸν καὶ σταθμὸν ποίησαι τῇ σαυτοῦ γλώττῃ, πλείονα ἀκρίβειαν ἀπαιτῶν, ἵνα μὴ μόνον ἐκφέρωμεν ῥήματα ἃ δεῖ, ἀλλὰ καὶ μετὰ τῆς προσηκούσης ἀκριβείας σταθμίζοντες, ὡς ἂν εἴποι τις, καὶ διερευνώμενοι. Εἰ γὰρ ἐπὶ χρυσοῦ τοῦτο ποιοῦμεν, καὶ ὕλης ἀπολλυμένης, πολλῷ μᾶλλον ἐπὶ ῥημάτων ποιεῖν δεῖ, ὥστε μηδὲν ὑστερεῖν, ἢ περιττεύειν. Διὸ καί τίς φησι· Μὴ κωλύσῃς λόγον ἐν καιρῷ σωτηρίας. Εἶδες καιρὸν ἐξόδου; Ἕτερος δὲ καιρὸν σιγῆς λέγων, φησίν· Εἰ ἔστι σοι λόγος, ἀποκρίθητι· εἰ δὲ μὴ, ἔστω ἡ χείρ σου ἐπὶ τῷ στόματί σου. Καὶ πάλιν, Ὁ πλεονάζων ἐν λόγῳ, μισηθήσεται. Καὶ, Κρείσσων ἄνθρωπος ἀποκρύπτων τὴν μωρίαν αὐτοῦ, ἢ ἄνθρωπος ἀποκρύπτων τὴν σοφίαν αὐτοῦ. Ἤκουσας λόγον; Ἐναποθανέτω σοι. Θάρσει, οὐ μή σε ῥήξει. Καὶ πάλιν, Ἀπὸ προσώπου λόγου ὠδινήσει μωρὸς, ὡς ἀπὸ προσώπου βρέφους ἡ τίκτουσα. Εἶτα καὶ περὶ μέτρου· Λάλησον, νεανίσκε, εἰ χρεία σοι, μόλις δίς· ἐὰν ἐπερωτηθῇς, κεφαλαίωσον ἐν ὀλίγοις πολλά. Πολλῆς γὰρ χρεία ἐπιστασίας τῶν λογισμῶν, ὥστε τῇ ἐξουσίᾳ τῆς γλώττης μετὰ πολλῆς κεχρῆσθαι τῆς ἀσφαλείας. Διὸ καὶ πάλιν ἔλεγεν· Ἔστιν ἔλεγχος, καὶ οὐκ ἔστιν ὡραῖος· καὶ ἔστι τις σιγῶν καὶ εὑρισκόμενος σοφός. Οὐ γὰρ δὴ μόνον σιγᾷν δεῖ, καὶ φθέγγεσθαι εὐκαίρως, ἀλλὰ καὶ μετὰ πολλῆς τῆς χάριτος. Διὸ καὶ Παῦλος ἔλεγεν, Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἐπὶ ἑκάστῳ ἀποκρίνεσθαι. Ἐννόησον ὅτι τοῦτό ἐστι τὸ μέλος, δι' οὗ ὁμιλοῦμεν τῷ Θεῷ, δι' οὗ τὴν εὐφημίαν ἀναφέρομεν. Τοῦτό ἐστι τὸ μέλος, δι' οὗ τὴν φρικτὴν θυσίαν ὑποδεχόμεθα. Ἴσασιν οἱ πιστοὶ τὸ λεγόμενον. Διὸ καὶ κατηγορίας ἁπάσης αὐτὸ καθαρὸν εἶναι χρὴ, καὶ λοιδορίας, καὶ αἰσχρολογίας, καὶ συκοφαντίας· κἂν ἀσελγής τις λογισμὸς ἐκβιάζηται, ἀποπνίγειν αὐτὸν ἔνδον χρὴ, καὶ μὴ ἐᾷν εἰς ῥήματα ἐκφέρεσθαι· κἂν μικροψυχία τις ἀποδυσπετεῖν σε παρασκευάζῃ, καὶ ταύτην ἀναξηραίνειν τὴν ῥίζαν, καὶ ἀσφαλῆ τὴν θύραν ἔχειν, καὶ ἀκριβῆ τὴν φυλακήν· καὶ τὰ πονηρὰ βουλεύματα μήτε ἐᾷν τίκτεσθαι, καὶ τικτόμενα ἀποπνίγειν ἔνδον, καὶ καταξηραίνειν τὴν ῥίζαν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
