# Expositiones in Psalmos 4.1-4

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ Ζʹ ΨΑΛΜΟΝ. Ψαλμὸς τῷ Δαυῒδ, ὃν ᾖσε τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεῖ. Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα· σῶσόν με ἐκ πάντων τῶν διωκόντων με, καὶ ῥῦσαί με.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/4.1-4

Ταῦτα γὰρ πάντα ἱκανὰ τὸν Θεὸν ἐπισπάσασθαι· θρῆνοι, δάκρυα, στεναγμοὶ, καὶ τὸ τῶν πονηρῶν ἀποπηδᾷν, καὶ τὸ δεδοικέναι καὶ τρέμειν αὐτοῦ τὴν ψῆφον. Καὶ ἀλλαχοῦ ἔλεγεν, Εἰσήκουσεν ὁ Θεὸς τῆς δικαιοσύνης μου· ἐν θλίψει ἐπλάτυνάς μοι. Τὸ γὰρ ἀκούεσθαι οὕτω γίνεται· πρῶτον μὲν οὖν, ἐκ τοῦ ἀξίους εἶναι λαβεῖν· ἔπειτα, ἐκ τοῦ κατὰ τοὺς νόμους τοῦ Θεοῦ εὔχεσθαι· τρίτον, ἐκ τοῦ συνεχῶς· τέταρτον, ἐκ τοῦ μηδὲν βιωτικὸν αἰτεῖν· πέμπτον, ἐκ τοῦ τὰ συμφέροντα ζητεῖν· ἕκτον, ἐκ τοῦ τὰ παρ' ἑαυτῶν εἰσφέρειν ἅπαντα. Ὅρα γοῦν πολλοὺς οὕτως ἀκουομένους· τὸν Κορνήλιον ἀπὸ τοῦ βίου· τὴν Συροφοινίκισσαν ἀπὸ τῆς προσεδρείας· τὸν Σολομῶνα ἀπὸ τοῦ τρόπου τῆς αἰτήσεως· Ἀνθ' ὧν γὰρ οὐκ ᾔτησας χρήματα, οὐδὲ ψυχὰς, φησὶν, ἐχθρῶν σου· τὸν τελώνην ἀπὸ τῆς ταπεινοφροσύνης· ἑτέρους ἑτέρωθεν. Ὥσπερ οὖν ἐκ τούτων τὸ ἀκούεσθαι γίνεται, οὕτως ἑτέρωθεν τὸ μὴ ἀκούεσθαι, κἂν δίκαιοι ὦσιν οἱ αἰτοῦντες. Τί γὰρ Παύλου δικαιότερον γέγονεν; Ἀλλ' ἐπειδὴ ἀσύμφορα ᾔτησεν, οὐκ ἠκούσθη. Ὑπὲρ τούτου, φησὶ, τρὶς τὸν Κύριον παρεκάλεσα, καὶ εἶπέ μοι· Ἀρκεῖ σοι ἡ χάρις μου. Τί δὲ Μωϋσέως πάλιν δικαιότερον; Ἀλλ' οὐδὲ ἐκεῖνος ἠκούετο, λέγοντος τοῦ Θεοῦ· Ἱκανούσθω σοι. Ἐπειδὴ γὰρ ᾔτει εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσελθεῖν, ἀσύμφορον δὲ τοῦτο ἦν, οὐκ ἐπέτρεψεν ὁ Θεός. Μετὰ τούτων καὶ ἕτερόν ἐστι τὸ ποιοῦν μὴ ἀκούεσθαι, ὅταν τοῖς ἁμαρτήμασιν ἐπιμένοντες εὐχώμεθα. Ὃ καὶ περὶ Ἰουδαίων ἔλεγεν ὁ Θεὸς τῷ Ἱερεμίᾳ· Μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου. Ἢ οὐχ ὁρᾷς τί οὗτοι ποιοῦσιν; Οὐκ ἀπέστησαν, φησὶ, τῆς ἀσεβείας, καὶ σὺ ὑπὲρ αὐτῶν δέησιν ἀναφέρεις; Ἀλλ' οὐκ εἰσακούσομαί σου. Πάλιν ὅταν κατ' ἐχθρῶν αἰτῶμεν, οὐ μόνον οὐκ ἀκουόμεθα, ἀλλὰ καὶ παροξύνομεν. Φάρμακον γάρ ἐστιν ἡ εὐχή· ἀλλ' ἐὰν μὴ εἰδῶμεν, τὸ φάρμακον πῶς ἐπιτιθέναι χρὴ, οὐδὲ τὴν ὄνησιν αὐτοῦ καρπούμεθα. Ἴδωμεν τοίνυν τί καὶ οὗτος εὐχόμενός φησι· Κύριε ὁ Θεός μου, εἰ ἐποίησα τοῦτο. Τί ἐστιν, Εἰ ἐποίησα τοῦτο; Ὃ πάσχω, φησὶν, εἰ ἐπανέστην πατρὶ, εἰ παρηνόμησα οὕτως. Ἀλλ' οὐδὲ ἐνταῦθα ὀνομαστὶ πάλιν ἀνέχεται τὸν ἀδικήσαντα εἰπεῖν, ἀλλ' ὑπὲρ τοῦ παιδὸς αἰσχύνεται καὶ ἐρυθριᾷ. Οἷον ἂν εἴ τις εὐγενὴς ἄνθρωπος τὴν ἑαυτοῦ γυναῖκα μοιχευομένην ὁρῶν, μηδὲ ὀνομαστὶ τὸ ἁμάρτημα εἰς τὸ μέσον ἀγαγεῖν καταδέχοιτο· οὕτω δὴ καὶ οὗτος· οὐκ εἶπεν· Εἰ κατεξανέστην τοῦ γεγεννηκότος, εἰ πατραλοίας ἐγενόμην· ἀλλὰ, Εἰ ἐποίησα τοῦτο. Καὶ τί λέγω τοῦτο; φησί. Ποία γὰρ ἀρετὴ τὸ μὴ γενέσθαι πατραλοίαν, ὅπερ οὐδὲ ἐν τοῖς θηρίοις ἴδοι τις ἄν; Εἰ ἔστιν ἀδικία ἐν χερσί μου. Οὐ λέγω περὶ τῆς ἀδικίας ταύτης· ἀλλ' οὐδὲ ἑτέρα ἂν εὑρεθείη, φησὶν, οὖσα ἐν χερσί μου ἀδικία. Ταῦτα δὲ λέγει, οὐ μεγαληγορῶν, ἀλλ' εἰς ἀνάγκην ἐμπεσὼν τοῦ τὰ ἑαυτοῦ κατορθώματα εἰπεῖν. Ἀλλ' οὐδὲ οὕτω που μέγα τοῦτο πρὸς τὸ μέλλον ῥηθήσεσθαι. Τί δὲ τοῦτό ἐστιν; Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδουσί μοι κακὰ, φησί. Προσέχετε μετὰ ἀκριβείας. Οὐ γὰρ τὸ τυχόν ἐστι τὸ εἰρημένον. Καλὸν μὲν γὰρ τὸ μὴ ἀδικεῖν· πολλῷ δὲ μεῖζον, καὶ φιλοσόφου ψυχῆς, τὸ τὸν ἀδικοῦντα μὴ ἀμύνεσθαι. Καίτοι γε ὁ νόμος τοῦτο παρεῖχεν, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ κελεύων, καὶ ὀδόντα ἀντὶ ὀδόντος ἐκκόπτειν· καὶ οὐκ ἦν παράβασις νόμου τὸ γινόμενον· ἀλλ' οὕτω φιλόσοφος ἦν οὗτος, ὡς μὴ μόνον μὴ παραβαίνειν τὸν νόμον, ἀλλὰ καὶ ἐκ πολλοῦ τοῦ περιόντος ὑπερβαίνειν, καὶ ὑπὲρ τὰ σκάμματα πηδᾷν. Οὐ γὰρ ἐνόμιζεν ἀρκεῖν εἰς ἀρετὴν, εἰ μὴ καὶ ὑπερακοντίσειε τὰ προστάγματα. Ὥσπερ οὖν καὶ Παῦλος ἐποίει, κελευόμενος ἐκ τοῦ Εὐαγγελίου ζῇν, καὶ μὴ ζῶν, ἀλλ' ἀδάπανον τιθεὶς τὸ Εὐαγγέλιον· οὕτω τοίνυν καὶ ὁ μακάριος Δαυῒδ, τοῦ νόμου διδόντος ἀμύνεσθαι τὸν ἀδικοῦντα, οὐκ ἔμεινεν ἐν τῷ μέτρῳ τούτῳ, ἀλλὰ καὶ ὑπερηκόντισεν. Ἡμεῖς δὲ οὐ τοῦτο ἀπαιτούμεθα μόνον τὸ μὴ ἀνταποδιδόναι, ἀλλὰ καὶ τὸ εὐεργετεῖν. Εὔχεσθε γὰρ, φησὶν, ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς. Ἐπὶ δὲ τοῦ Δαυῒδ οὐ μικρὸν τὸ μὴ ἀμύνεσθαι, ἀλλὰ καὶ πολλῷ μεῖζον τοῦ νομικοῦ παραγγέλματος. Διό φησιν, Εἰ ἐποίησα τοῦτο, εἰ ἔστιν ἀδικία ἐν χερσί μου· εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά. Ἐπὶ μὲν γὰρ τοῦ παιδὸς καὶ ἡ φύσις ἐκώλυεν· ἀλλ' εἰ ἑτέρους, φησὶν, ἠδίκησα, ἢ καὶ ἠμυνάμην. Ποίαν οὖν σχοίημεν συγγνώμην ἡμεῖς, ποίαν δὲ ἀπολογίαν, μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν μὴ φθάνοντες εἰς τὰ μέτρα τῶν ἐν τῇ Παλαιᾷ πολιτευομένων, καὶ ταῦτα πολλὴν περισσείαν ἀπαιτούμενοι; Ἐὰν γὰρ μὴ περισσεύσῃ, φησὶν, ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὥσπερ γὰρ οὐκ ἔστιν ἴσος ὁ ἐν τῷ νόμῳ τὰ αὐτὰ κατορθῶν τῷ πρὸ τοῦ νόμου· οὕτως οὔτε ὁ ἐν τῇ χάριτι τῷ ἐν τῷ νόμῳ, ἀλλὰ καὶ ἀπὸ τοῦ καιροῦ πολλὴ γίνεται ἡ διαφορά. Τοῦτο δεικνὺς ὁ Παῦλος καὶ ἐπὶ τῆς κακίας, καὶ ἐπὶ τῆς ἀρετῆς, ὅρα κἀκείνους πῶς μειζόνως θαυμάζει, καὶ τούτους μείζονος τιμωρίας ἀξίους ἀποφαίνει εἶναι, οὕτω λέγων· Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσι νόμος.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
