# Expositiones in Psalmos 4.1-5

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ Ηʹ ΨΑΛΜΟΝ. Εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν. Ἄλλος, Ἐπινίκιον ὑπὲρ τῶν ληνῶν. Ἄλλος, Τῷ νικοποιῷ, ὑπὲρ τῆς Γετθίτιδος. Ὁ δὲ Ἑβραῖος, Λαμανασσὴ, ἂλ ἁγεθθίθ. Κύριε, ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ. Ἄλλος, Τί μέγα τὸ ὄνομά σου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/4.1-5

Καὶ ταὐτὸν πεποίηκεν ὁ Θεὸς, οἷον ἂν εἴ τις δοῦλον ἀγνώμονα πολλάκις μαστιχθέντα καὶ μὴ διορθωθέντα ἀποδύσας τῶν ἱματίων, γυμνὸν, ἔρημον, ἀλήτην ἀφῇ πλανᾶσθαι, προσαιτοῦντα καὶ ἐλαυνόμενον πανταχοῦ. Πρότερον δὲ οὐ τοιαῦτα τὰ ὑμέτερα, ἀλλὰ καὶ προφῆται παρ' ὑμῖν, καὶ ἐν Αἰγύπτῳ, καὶ ἐν Βαβυλῶνι, καὶ ἐν ἐρήμῳ· Μωϋσῆς ἐν Αἰγύπτῳ, ἐν Βαβυλῶνι Δανιὴλ καὶ Ἰεζεκιὴλ, ἐν Αἰγύπτῳ πάλιν Ἱερεμίας· καὶ θαύματα ἐπὶ θαύμασι, καὶ λαμπρότερον τὸ ἔθνος ἐγίνετο, τῶν παρ' ὑμῖν αἰχμαλώτων βασιλέων ὑψηλοτέρων γενομένων. Ἀλλὰ νῦν πάντα ἐκεῖνα οἴχεται, καὶ ἡ τιμωρία χαλεπωτέρα τῶν προτέρων, οὐ μόνον τῷ μήκει τοῦ χρόνου, ἀλλὰ καὶ τῇ πολλῇ ἐγκαταλείψει. Τίνος οὖν ἕνεκεν, εἰπέ μοι, ὅτε μείζονα ἡμαρτάνετε, τοσαύτης ἀπελαύετε προνοίας· ὅτε δὲ, ὥς φατε, καὶ ἐζηλώσατε ὑπὲρ τοῦ νόμου, χείρονα ἐπάθετε; Ἀπὸ γὰρ τούτου ἀδικίαν καταγινώσκετε τοῦ Θεοῦ, ὅτι ἁμαρτάνοντας μὲν ἐτίμα, κατορθοῦντας δὲ ἠτίμασεν. Εἰ γὰρ πλάνον ἀνείλετε, ὥς φατε, καὶ κατωρθώσατε· ἢ, εἰ δίκαιος ὁ Θεὸς, ὥσπερ οὖν καὶ δίκαιος, τιμᾷν ὑμᾶς ἔδει, οὐχὶ κολάζειν· εἰ δὲ κολάζει, εὔδηλον ὅτι τὰ νῦν ἁμαρτήματα ὑμῶν χαλεπώτερα. Εἰ δὲ οὔτε ἀσεβεῖτε νῦν, οὔτε τέκνα θύετε, ὡς πρὸ τούτου, ποῖον ἄλλο ἁμάρτημά ἐστι δι' ὃ χαλεπώτερα ἐπάθετε; Ἢ εὔδηλον, ὅτι τὸ τοῦ σταυροῦ τόλμημα ὁ κολοφὼν τῶν κακῶν; Τοῦτο καὶ εἰδωλολατρείας, καὶ μοσχοποιίας, καὶ παιδοκτονίας μᾶλλον ὑμᾶς ἀπώλεσεν. Οὐ γάρ ἐστιν ἴσον, υἱὸν σφάξαι τὸν ἑαυτοῦ, καὶ Δεσπότην τὸν ἑαυτοῦ σταυρῶσαι. Διὰ τοῦτο, ὅτε μὲν τοὺς υἱοὺς ἔσφαττες, φιλανθρωπίας ἀπέλαυες· ὅτε δὲ τοῦ Θεοῦ τὸν Υἱὸν καὶ σὸν Δεσπότην, ἀσύγγνωστα λοιπὸν κολάζῃ. Πόσα ἔτη ἀπὸ τῆς ἐξόδου τῆς κατ' Αἴγυπτον ἕως τῆς τοῦ Χριστοῦ παρουσίας; Οἶμαι χίλια πεντακόσια εἶναι καὶ πλείονα. Πῶς οὖν ἐν τούτοις ἅπασιν ἁμαρτάνοντας ὑμᾶς ἔφερε, νῦν δὲ ὑμᾶς ἔῤῥιψεν, ὅτε μάλιστα στεφανῶσαι ἔδει, κἂν πολλὰ ἡμαρτηκότες ἦτε; Τὸ γὰρ κατόρθωμα ὑμῶν πολὺ μέγιστον ἦν, εἴγε πλάνον ἐσφάξατε. Μετὰ δὲ τούτου καὶ σάββατα δοκεῖτε φυλάττειν νῦν, καὶ εἴδωλα οὐ προσκυνεῖτε, καὶ τὰ ἄλλα φιλονεικεῖτε διατηρεῖν. Ὅτε τοίνυν καὶ ὁ βίος ὑμῶν βελτίων, καὶ τὸ κατόρθωμα, ὥς φατε, τοσοῦτον, τότε τὰ ἔσχατα πάσχετε. Τί ταύτης τῆς μανίας γένοιτ' ἂν χεῖρον; τί τῆς ἀνοίας, ὅτι ὑπὲρ ὑμῶν αὐτῶν ἀπολογήσασθαι βουλόμενοι, εἰς τὸν Θεὸν βλασφημεῖτε; Εἰ γὰρ οὐ μεῖζον τὸ ἁμάρτημα τὸ κατὰ Χριστοῦ πάντων ἐκείνων, ἀλλὰ καὶ δικαίωμα, ὥς φατε, καὶ κατόρθωμα, τί δήποτε κατορθοῦντας μὲν κολάζει, ἁμαρτανόντων δὲ ἐφείδετο; Τοῦτο γὰρ οὐχ ὁ Θεὸς, ἀλλ' οὐδὲ ἄνθρωπος ὅστις δήποτε νοῦν ἔχων ἀνάσχοιτο ἂν ποιῆσαι. Ἀλλὰ τί φασι πρὸς ταῦτα; Ἐῤῥίφημεν, ἵνα καὶ διδάσκαλοι γενώμεθα τῆς οἰκουμένης. Λῆρος ταῦτα, καὶ φλυαρίαι. Τοὺς γὰρ μέλλοντας εἶναι διδασκάλους πρότερον αὐτοὺς κατωρθωκέναι δεῖ, καὶ τότε πέμπεσθαι εἰς τοῦτο· οἷοι ἦσαν οἱ προφῆται, οἱ ἀπόστολοι. Ὅταν δὲ αὐτοὶ διεστραμμένοι ὦσι, καὶ πάσης γέμοντες κακίας, πῶς ἂν εἰς τὸ διδάσκειν ἐξηνέχθησαν; Ἴδωμεν τοίνυν οἶος αὐτῶν καὶ ὁ πρὸ τούτου βίος. Εὑρήσομεν γὰρ θηρίων ὄντας χαλεπωτέρους. Καὶ γὰρ πατραλοῖαι, καὶ παιδοκτόνοι, καὶ εἰδωλολάτραι, καὶ πλεονέκται γεγόνασι· καὶ τούτων εἰσὶν αἱ προφητεῖαι πλήρεις. Καὶ τὸ μὲν λάγνον ὑμῶν Ἱερεμίας δηλῶν, ἔλεγεν· Ἵπποι θηλυμανεῖς ἐγενήθησαν· ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον ἐχρεμέτιζε. Τί ταύτης τῆς ἀκαθαρσίας χεῖρον; Οὐ γὰρ ὡς ἄνθρωποι συνεγίνοντο ταῖς ἀλλήλων γυναιξί· διὸ καὶ τὴν μανίαν αὐτῶν χρεμετισμὸν ἐκάλεσε. Καὶ οὐχὶ πορνείαν μόνον, ἀλλὰ καὶ μοιχείαν αὐτοῖς ἐγκαλεῖ, καὶ ταύτην ἀνέδην γινομένην, καθάπερ ἐπὶ τῶν ἀλόγων. Ἕτερος δὲ προφήτης φησιν· Εἰσῆλθον πρὸς τὴν γυναῖκα ποιοῦντες παραπετάσματα, υἱὸς καὶ πατὴρ πρὸς τὴν αὐτὴν παιδίσκην. Διὰ τοῦτο οὖν διδασκάλους, εἰπέ μοι, ἔπεμψεν ὑμᾶς, ἵνα μάθωμεν πορνείας, καὶ μοιχείας, καὶ ὅτι δεῖ τὴν αὐτὴν εὐνὴν ἔχειν πατέρα καὶ υἱόν; Τί δὲ ὁ Ἰεζεκιήλ; Οὐδὲ κατὰ τὰ νόμιμα τῶν ἐθνῶν ἐποιήσατε, φησί. Τοὺς οὖν ἐθνῶν χείρους, τούτους ἔπεμψε διδασκάλους; εἰπέ μοι. Τὰς δὲ μιαιφονίας αὐτῶν τίς ἂν ἐνέγκοι; Υἱοὺς γὰρ καὶ θυγατέρας κατέσφαξαν τοῖς δαιμονίοις, καὶ κατέκαιον αὐτούς. Δείκνυσι καὶ τοῦτο ὁ Δαυῒδ λέγων· Καὶ ἔσφαξαν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις. Διὰ ταῦτα οὖν ἀπέστειλεν, ἵνα μάθῃ τοῦτο τῶν ἀνθρώπων ἡ φύσις, ὅτι υἱοὺς δεῖ κατασφάττειν, καὶ θυγατέρας; Οὐκ αἰσχύνεσθε, οὐδὲ ἐγκαλύπτεσθε τοιαύτας ληρῳδίας συντιθέντες; Καὶ γὰρ ἕτερός φησιν· Αἵματα ἐφ' αἵματι μίσγουσι· καὶ ἀρὰ, καὶ ψεῦδος, καὶ κλοπὴ, καὶ φόνος, καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς. Ἄλλος δὲ, ὅτι Ὄψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντησας πρὸς πάντας Ἕτερος πάλιν· Οἱ ἄρχοντες ὑμῶν ὡς λύκοι τῆς Ἀραβίας. Ἄλλος πάλιν· Οὐκ ἔστιν ὁ συνιὼν, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
