# Expositiones in Psalmos 4.1-6

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ Θʹ ΨΑΛΜΟΝ. «Εἰς τὸ τέλος ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ, ψαλμὸς τῷ Δαυΐδ.» Ἄλλος, «Ἐπινίκιον ὑπὲρ τοῦ θανάτου τοῦ υἱοῦ, ᾆσμα τῷ Δαυΐδ.» Ἄλλος, «Νεανιότητος τοῦ υἱοῦ.» Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/4.1-6

Καὶ ὁ Κύριος εἰς τὸν αἰῶνα μένει. Ἄλλος, Καθεδεῖται. Τὸ γὰρ καθῆσθαι πολλαχοῦ ἐπὶ τοῦ μονίμου τῆς οὐσίας κεῖται· ὡς καὶ Ἱερεμίας δηλοῖ λέγων, Σὺ καθήμενος εἰς τὸν αἰῶνα. Καὶ ὁ Ἑβραῖος ἐνταῦθα Ἰησήβ φησι. Συνεχῶς τοῦτο λέγει ὁ προφήτης ἐπὶ τῆς ἀπωλείας τῶν ἀνθρώπων, δεικνὺς αὐτοῦ τὸ ἀτελεύτητον τῆς οὐσίας, καὶ ὅτι τὸ μὲν τῶν ἀνθρώπων γένος ἐπίκηρον. Ἡ δὲ ἐκείνου οὐσία καὶ ἡ μεγαλωσύνη ἀτελεύτητος. Τοῦτο δὲ ποιεῖ τὸν φόβον ἐπαρτῶν, ἵνα ἑκατέρωθεν ὦσιν αὐτὸν τρέμοντες, καὶ διὰ τὸ μέγεθος αὐτοῦ τῆς δόξης, καὶ διὰ τὸ ἀτελὲς τῆς οἰκείας οὐσίας, καὶ ὡς ἀεὶ μένοντα, καὶ ὡς ἀεὶ μεθ' ὑπερβολῆς κολάζοντα. Εἰ δὲ χρή τι καὶ κατὰ ἀναγωγὴν εἰπεῖν, οὐ παραιτητέον. Τὰ μὲν γὰρ ἔστι καὶ θεωρῆσαι· τὰ δὲ οὕτω δεῖ νοεῖν, ὡς εἴρηται μόνον· ὡς τὸ, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· τὰ δὲ ἀπεναντίας ταῖς λέξεσιν· ὡς τὸ, Ἔλαφος φιλίας, καὶ πῶλος σῶν χαρίτων, ὁμιλείτω σοι. Καὶ πάλιν· Ἔστω σοι μόνῳ ὑπάρχοντα, καὶ μηδεὶς ἀλλότριος μετασχέτω σοί. Ἡ πηγή σου τοῦ ὕδατός σοι ἔστω μόνῳ. Τοῦτο γὰρ, ἂν τὸ κείμενον νοήσῃς, καὶ μὴ φύγῃς μὲν τὸ ῥῆμα, διώκῃς δὲ τὸ νόημα, καὶ πολλῆς ἀπανθρωπίας ἐστὶ, τὸ μηδὲ ὕδατός τινι μεταδοῦναι· ἀλλ' ἐνταῦθα περὶ γυναικὸς ὁ λόγος, ὥστε αὐτῆς ἀπολαύειν μετὰ σωφροσύνης, πηγὴν καλῶν αὐτὴν, καὶ ἔλαφον, διὰ τὸ καθαρὸν τῆς τοῦ γάμου συνουσίας. Καὶ ἐνταῦθα μὲν οὕτως· ἀλλαχοῦ δὲ δεῖ καὶ τὸ κείμενον δέχεσθαι, καὶ τὸ ἐξ αὐτοῦ δηλούμενον· ὡς ἔχει τὸ, Καθὼς τὸν ὄφιν ὕψωσε Μωϋσῆς. Καὶ γὰρ τοῦτο δεῖ πιστεύειν ὅτι ἐγένετο (ἐγένετο γὰρ), καὶ τὸ ἐξ αὐτοῦ, εἰς τύπον τοῦ Χριστοῦ. Οὕτω καὶ ἐνταῦθα οὐκ ἄν τις ἁμάρτοι εἰς τὰ Ἰουδαϊκὰ ἐκλαμβάνων τὰ εἰρημένα. Ἐκάθισας ἐπὶ θρόνου ὁ κρίνων δικαιοσύνην. Ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής· τὸ ὄνομα αὐτοῦ ἐξήλειψας εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος, καὶ πόλεις καθεῖλες. Ἀπώλετο τὸ μνημόσυνον αὐτοῦ μετ' ἤχου. Ἥ τε γὰρ συμφορὰ αὐτῶν τῶν τὸν Χριστὸν σταυρωσάντων πανταχοῦ τῆς οἰκουμένης κατάδηλος, αἵ τε πόλεις αὐτῶν καθῃρέθησαν, τοῦ τε διαβόλου ἐξέλιπε τὰ μηχανήματα, τῆς τοῦ Χριστοῦ κηδεμονίας τὰ πάντα καταλαβούσης. Ἀλλὰ ταῦτα τοῖς φιλομαθέσι καταλιπόντες ἁρμόζειν, τῶν προκειμένων ἐχώμεθα. Ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ. Ἄλλος, Ἥδρασεν εἰς κρίσιν. Καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, κρινεῖ λαοὺς ἐν εὐθύτητι. Εἶδες πῶς κατὰ μικρὸν ἀνάγει τὸν λόγον; Ἐπειδὴ γὰρ θρόνου ἐμνημόνευσε, δείκνυσι τοῦ θρόνου τὴν φύσιν, οὐκ ἀπὸ ξύλων συγκειμένην, οὐδέ τινος ὕλης, ἀλλ' ἀπὸ δικαιοσύνης. Ἐν γὰρ τῇ δικαιοσύνῃ, φησὶν, ἵδρυται. Κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. Καὶ τὰ παρόντα καὶ τὰ μέλλοντα προαναφωνεῖ. Ἡ μὲν γὰρ καθόλου κρίσις ἐκεῖ τεταμίευται· ἡ δὲ ἐκ μέρους καὶ ἐνταῦθα· πολλὰ γὰρ καὶ νῦν ἐργάζεται, ὥστε μὴ τοὺς ἀναισθήτους ἀπρονόητα εἶναι νομίζειν τὰ ὄντα. Εἰ δὲ μὴ πάντες ἐνταῦθα τοὺς στεφάνους ἀπολαμβάνουσι, μὴ θαυμάσῃς. Ἡτοίμασε γὰρ ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην· τὸ δὲ παρὸν, στάδιον, καὶ ἀγὼν, καὶ παλαίσματα. Διὰ δὴ τοῦτο οὐ πάντες τὰ κατ' ἀξίαν ἀπολαμβάνουσιν, ἀλλὰ τοῖς τε κατορθοῦσιν ἐκεῖ τεταμίευται τὰ δῶρα, τοῖς τε καταπίπτουσιν αἱ κολάσεις· ἐνταῦθα δὲ ἀνοχὴ καὶ μακροθυμία ὥστε διὰ μετανοίας ἀπονίψασθαι τὰ ἡμαρτημένα· ἀλλ' οὐκ ἐκεῖ τοῦτο. Ἐπεὶ καὶ ἀνδροφόνος, ἕως μὲν ἂν ᾖ ἐν ταῖς ὁδοῖς, κύριός ἐστι μεταβαλέσθαι, καὶ ἀπαλλαγῆναι κολάσεως· ἐπειδὰν δὲ ὑπὸ τὴν ψῆφον ἔλθοι τοῦ δικαστοῦ, ξίφος λοιπὸν, καὶ δήμιος, καὶ βάραθρα. Οὕτω καὶ ἐνταῦθα. Ἕως μὲν ἂν ἐν τῷ βίῳ τούτῳ ὦμεν τῷ παρόντι, δυνατὸν διαφυγεῖν τὴν τιμωρίαν μεταβαλομένους· ἐκεῖ δὲ ἀπελθόντες, ἀνήνυτα οἰμώξομεν· Ἡτοίμασε γὰρ ἐν κρίσει τὸν θρόνον αὐτοῦ. Εἰ δέ τις καὶ τὸ, Ἡτοίμασεν, οὕτως ἐκλάβοι, ὡς εἴρηται, οὐχ ἁμαρτήσεται· πάντα γὰρ παρεσκευασμένα, καὶ τὰ τῶν κολάσεων, καὶ τὰ τῶν στεφάνων, καὶ τὰ τῆς ψήφου. Οὐκ ἔστι μέλλησις, οὐδὲ χρόνος, οὐδὲ βραδύτης παρὰ τῷ Θεῷ, ὅταν οἱ ζῶντες οὐ μὴ φθάνωσι τοὺς κοιμηθέντας, ὥσπερ ὁ Παῦλος λέγει, ὅτι Ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας. Κρινεῖ λαοὺς ἐν εὐθύτητι. Ὅρα σοφίαν Προφήτου, πῶς λέγει τὰ παρόντα, πῶς τὰ μέλλοντα. Τὰ παρόντα· Ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής· τὰ μέλλοντα· Ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ. Καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. Τοῦτο δὲ ποιεῖ, ἵνα οἱ ἐκείνοις ἀπιστοῦντες ἀπὸ τῶν παρόντων λάβωσι τὴν ἀπόδειξιν. Καὶ ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι. Ἄλλος, Τῷ ἐπιτρίπτῳ. Ἄλλος, Τῷ τεθλασμένῳ. Συνεχῶς ἑαυτὸν καὶ πένητα καὶ πτωχὸν καλεῖ, καίτοι γε ἐν βασιλείοις ὤν. Οὕτω καὶ ἀλλαχοῦ· Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης· ᾔδει γὰρ, ᾔδει σαφῶς, ὅτι τὰ ἀνθρώπινα πάντα σκιᾶς ἀδρανέστερα, καὶ ὅτι οὐδὲν ἡμῖν οὕτως οἰκεῖον ὡς ἀρετὴ, τὰ δὲ ἄλλα πάντα φύλλοις ἔοικεν ἔξωθεν προσκειμένοις. Ὅτι γὰρ ἀρετὴ οἰκεῖον, δῆλον ἐντεῦθεν. Ὅπου ἐὰν ἀπέλθωμεν, ταύτην περιφέρομεν· ἐκεῖνα δὲ οὐκ ἔτι. Οὐκοῦν τοῦτο ἡμῖν οἰκειότερον, τὰ δὲ ἄλλα πόῤῥωθεν. Ὥσπερ οὖν οἰκεῖον λέγομεν τὸν πλησίον ἡμῖν ὄντα· οὕτω δὴ καὶ ταύτην τῶν χρημάτων οἰκειοτέραν καλοῦμεν, ἐπειδὴ πλησίον ἡμῖν ἀεί.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
