Ancient Greek
ΕΙΣ ΤΟΝ ΙΑʹ ΨΑΛΜΟΝ. Εἰς τὸ τέλος ὑπὲρ τῆς ὀγδόης. Ἄλλος, Τῷ νικοποιῷ ὑπὲρ τῆς ὀγδόης Ὁ δὲ Ἑβραῖος, Ἀσεμινὶθ, φησί. Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων. Ἄλλος, Ὅτι ἐπεράνθησαν πιστοὶ ἀπὸ υἱῶν ἀνθρώπων.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 4.1-7
Not analysed yet
Εἶδες πῶς δείκνυσι τὸ ἀψευδὲς, τὸ ἀληθεῦον, τῇ εἰκόνι τῆς ὕλης; ὥσπερ γὰρ ἐκεῖνο τὸ χωνευθὲν, τὸ πυρωθὲν, τὸ πολλάκις τοῦτο παθὸν, ἀλλότριόν ἐστιν ἀλλοτρίας ὕλης, ἐκκεκαθαρμένον μετὰ ἀκριβείας· οὕτως ἡ ἀπόφασις τοῦ Θεοῦ. Σὺ, Κύριε, φυλάξεις ἡμᾶς, καὶ διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης, καὶ εἰς τὸν αἰῶνα. Ἄλλος, Φυλάξεις αὐτούς. Ἄλλος, Φυλάξεις αὐτὰ, καὶ διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης, καὶ εἰς τὸν αἰῶνα. Ἄλλος, Ἅμα τῇ γενεᾷ τῇ αἰωνίᾳ. Κύκλῳ οἱ ἀσεβεῖς περι πατοῦσιν. Ἄλλος, Περιπατήσουσιν. Ἄλλος, Κύκλῳ ἀσεβῶν ἐμπεριπατήσουσι. Κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἄλλος, Ὅταν ὑψωθῶσιν οἱ εὐτελεῖς τῶν υἱῶν τῶν ἀνθρώπων. Ἕτερος, Κατὰ τὸ ὕψος εὐωνισμένοι τοῖς υἱοῖς τῶν ἀνθρώπων. Ὁ δὲ Ἑβραῖος, Χὰρμ ζολλῶ, φησὶ, λεβνὴ Ἀδάμ. Σὺ, Κύριε, φυλάξεις ἡμᾶς, καὶ διατηρήσεις ἡμᾶς. Ὅρα συνεχῶς, μᾶλλον δὲ διηνεκῶς ἐπὶ τὸν Θεὸν καταφεύγοντα, κἀκεῖθεν ζητοῦντα τὴν συμμαχίαν· καὶ γὰρ παναλκὴς ἡ βοήθεια, οὐδενὶ διακοπτομένη χρόνῳ. Οὐδενὸς τῶν ἀνθρωπίνων δεόμεθα, φησί· σὺ γὰρ ὁ φυλάττων εἶ διηνεκῶς. Τί ἐστι, Κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσι; Κατὰ μὲν τοὺς Ἑβδομήκοντα οὕτω λεκτέον, ὅτι Κἂν κυκλώσωσιν οἱ ἀσεβεῖς, οὐδὲν πεισόμεθα· καὶ γὰρ φυλάττεις ἡμᾶς, καὶ μετεωρίζεις, καὶ ἐνδόξους ποιεῖς. Κατὰ δὲ τὸν ἕτερον ἑρμηνευτὴν τοῦτο ῥητέον· Οἱ ἀσεβεῖς ἐξωσθήσονται, ὅταν τοὺς εὐτελεῖς τοὺς υἱοὺς τῶν ἀνθρώπων ὑψώσῃς· τουτέστιν, ὅταν ἡμᾶς τοὺς νομιζομένους εἶναι εὐκαταφρονήτους, τοὺς τεταπεινωμένους δοξάσῃς, ἀποστήσεις αὐτοὺς καὶ διακρούσῃ. Τί δέ ἐστι, Κατὰ τὸ ὕψος σου; Ἀντὶ τοῦ, Ὁμοίους σου ἐποίησας, ὡς ἀνθρώπῳ δυνατὸν εἶναι ὅμοιον· Ποιήσωμεν γὰρ ἄνθρωπον κατ' εἰκόνα, φησὶν, ἡμετέραν, καὶ καθ' ὁμοίωσιν. Ὅπερ γάρ ἐστιν αὐτὸς ἐν οὐρανῷ, τοῦτο ἡμεῖς ἐπὶ τῆς γῆς· καὶ ὥσπερ οὐδεὶς αὐτοῦ ἀνώτερος ἄνω, οὕτως οὐδεὶς ἐπὶ τῆς γῆς τοῦ ζώου τούτου κατὰ ἀρετὴν ὅμοιος. Γίνεσθε, φησὶν, ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς. Καὶ τοῦ ὀνόματος δὲ ἡμῖν μετέδωκεν· Ἐγὼ εἶπα, Θεοί ἐστε, φησὶ, καὶ υἱοὶ Ὑψίστου πάντες. Καὶ πάλιν· Τέθεικά σε θεὸν Φαραώ. Καὶ δημιουργὸν εἶναι ἐποίησε καὶ σωματικῶν καὶ ἀσωμάτων. Καὶ νῦν μὲν τὴν κτίσιν ὁ Μωϋσῆς μεταβάλλει, νῦν δὲ ἕτεροι ἕτερα στοιχεῖα· ἡμῖν δὲ ἐπέταξε ναὸν αὐτῷ κτίζειν ἡμᾶς αὐτούς. Κἂν τοίνυν οὐ δημιουργῇς οὐρανὸν, ἀλλὰ δημιουργεῖς ναὸν Θεοῦ. Ἐπεὶ καὶ οὐρανὸς διὰ τοῦτο λαμπρὸς, ἐπειδὴ Θεὸν ἔχει κατοικοῦντα ἐν αὐτῷ· μᾶλλον δὲ διὰ Χριστοῦ καὶ ἡμᾶς. Συνήγειρε γὰρ, φησὶ, καὶ συνεκάθισεν ἡμᾶς ἐν δεξιᾷ ἐν τοῖς οὐρανοῖς· καὶ μείζονα ἔδωκε ποιεῖν ὧν αὐτὸς ἐποίησε. Τὰ γὰρ σημεῖα, φησὶν, ἃ ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει. Καὶ ἐπὶ τῆς Παλαιᾶς ὁ μὲν τὴν θάλασσαν μετέβαλεν, ὁ δὲ τὸν ἥλιον ἐχαλίνου, ὁ δὲ τὴν σελήνην μένειν ἐκέλευσεν, ὁ δὲ πάλιν εἰς ἑαυτὸν τὰς ἀκτῖνας ἀπέστρεφεν· οἱ δὲ παῖδες ἐν τῇ καμίνῳ τοῦ στοιχείου τὴν ἐνέργειαν ἐπέδησαν, καὶ μαινομένη ἡ φλὸξ ἐσίγα, καὶ δεδεμένη ἐσύριζεν. Οἶδε καὶ θηρία αἰδεῖσθαι Θεοῦ φίλους· κἂν λιμὸς ἀναγκάζῃ, φιλοσοφώτερα γίνεται. Αἰδείσθωσαν οἱ γαστρίμαργοι τὴν ἐγκράτειαν τῶν θηρίων. Λέοντες εἶδον τὸν Δανιὴλ, καὶ ἐφιλοσόφησαν· ἡμεῖς τὸν Υἱὸν τοῦ Θεοῦ βλέποντες ἐρχόμενον πρὸς ἡμᾶς, οὐ φιλοσοφοῦμεν. Εἵλοντο ἐκεῖνοι διαφθαρῆναι λιμῷ, καὶ μὴ ἅψασθαι τοῦ σώματος τοῦ ἁγίου· ἡμεῖς ὁρῶντες γυμνὸν τὸν Χριστὸν περιερχόμενον καὶ λιμῷ τηκόμενον, οὐδὲ τὰ περιττὰ προϊέμεθα, ἀλλ' ἐν περιουσίᾳ ζῶντες, περιορῶμεν τοὺς ἁγίους. Ἡ γῆ πάλιν ἑτέρῳ Θεοῦ φίλῳ τοσαῦτα προσήνεγκε δῶρα ἐκ τῶν οἰκείων κόλπων, τοσαύτην φορὰν, ὅσην οὐδέποτε ἔμπροσθεν. Καὶ τί θαυμάζεις, εἰ αὐτοὶ αἰδέσιμοι ἦσαν, ὅπου γε καὶ τὰ ἱμάτια αὐτῶν, καὶ αἱ σκιαὶ δαίμοσιν ἦσαν φοβεραὶ, καὶ θανάτῳ, καὶ νοσήματι; Καὶ ἄγγελοι ᾐδέσθησαν ἀνθρώπους, καὶ ἐτίμησαν μεθ' ὑπερβολῆς. Πῶς γὰρ οὐκ ἔμελλον, οὓς ὁ Δεσπότης αὐτῶν ἐτίμα; Καὶ ἐν τῇ Παλαιᾷ καὶ ἐν τῇ Καινῇ τοῦτο ἔστιν ἰδεῖν. Διὰ τοῦτο λέγει· Κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἐννοήσαντες τοίνυν τὸ μέγεθος τῆς τιμῆς, ἀξίαν παράσχωμεν τὴν ὑπὲρ ταύτης ἀμοιβὴν, ἵνα μὴ τῆς τιμῆς ἡ ὑπερβολὴ ἐφόδιον ἡμῖν τιμωρίας γένηται· ἧς ῥυσθείημεν ἅπαντες οἵ τε διδάσκοντες ταῦτα καὶ οἱ μανθάνοντες, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.