# Expositiones in Psalmos 5.1-10

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ Μϛʹ ΨΑΛΜΟΝ. Εἰς τὸ τέλος, ὑπὲρ τῶν υἱῶν Κορέ. Ἄλλος δὲ, Τῷ νικοποιῷ τῶν υἱῶν Κορέ. Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας. Ἄλλος, Χειρί. Ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. Ἕτερός φησι, Σημάνατε ἐν φωνῇ εὐφημίας. Ὅτι Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/5.1-10

Διὸ καὶ ὁ Παῦλος αὐτοῦ τὸ τρόπαιον διηγούμενος, ἔλεγεν· Ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἐν παῤῥησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ. Καὶ πάλιν· Ἐξαλείψας τὸ καθ' ἡμῶν χειρόγραφον ἐν τοῖς δόγμασιν, ὃ ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρεν ἐκ τοῦ μέσου, προσηλώσας αὐτὸ τῷ σταυρῷ. Κύριος ἐν φωνῇ σάλπιγγος. Πάλιν τὸ αὐτὸ δηλοῖ, τουτέστιν ἐν νίκῃ λαμπρᾷ. Ἐνταῦθα. δὲ ἕτερόν τι νοητέον, τὸ περιφανὲς, τὸ σαφὲς, τὸ διωλύγιον. Καίτοι γε τότε οὐδεὶς ἔγνω, τούτου γενομένου, ἀλλ' οὕτως ἐγένετο σαφὲς, ὡς σάλπιγγος ἠχούσης, μᾶλλον δὲ καὶ πολλῷ πλέον. Ἐκεῖνο γὰρ τὸ λάθρᾳ γενόμενον τότε οὐδεὶς σχεδὸν τῶν οἰκούντων τὴν οἰκουμένην ἠγνόησεν, ἀλλ' οὕτως αὐτὸ ἐξεκάλυψε τῶν πραγμάτων ἡ φύσις, ὡς σάλπιγγος ἠχούσης, μᾶλλον δὲ καὶ πολλῷ πλέον. Οὐ γὰρ δὴ οὕτω σάλπιγξ ἠχοῦσα ἅπαντας ἂν ἐκάλεσεν ἐπὶ τὴν θέαν ἐκείνην, ὡς μετὰ ταῦτα ἡ τῶν πραγμάτων φωνὴ τὴν ἀνάβασιν ἔδειξε, βροντῆς ἁπάσης ἰσχυρότερον κατάδηλον τὸ πρᾶγμα ποιήσασα. Οὐδὲ γὰρ ἂν βροντὴ οὕτω τὴν οἰκουμένην ἐκάλεσεν, ὡς ἡ τῶν πραγμάτων ἐπίδειξις τούς τε ὄντας τότε, τούς τε μετὰ ταῦτα ἐσομένους. Ἡ μὲν γὰρ βροντὴ τοῖς παροῦσίν ἐστι κατάδηλος· αὕτη δὲ πάσαις γενεαῖς σάλπιγγος λαμπρότερον, καὶ βροντῆς σαφέστερον ἐπιδείκνυται τὸ γεγενημένον. Οὐκ ἂν δέ τις ἁμάρτοι σάλπιγγας τὰ στόματα τῶν ἀποστόλων εἰπὼν, οὐχὶ χαλκηλάτους σάλπιγγας, ἀλλὰ χρυσίου τιμιωτέρας, καὶ λίθων πολυτελεστέρας. Διὰ τί οὖν οὐκ εἶπε, σάλπιγγος, ἀλλ', Ἐν φωνῇ σάλ πιγγος; Τὸ ὁμόψυχον αὐτῶν δηλῶν, καθάπερ καὶ ὁ Παῦλος λέγει· Εἴτε οὖν ἐγὼ, εἴτε ἐκεῖνοι, οὕτω κηρύσσομεν. Καὶ πάλιν· Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν ἡ καρδία, καὶ ἡ ψυχὴ μία· ἐσάλπιζον δὲ, οὐκ εἰς πόλεμον καλοῦντες, ἀλλὰ τὰ νικητήρια εὐαγγελιζόμενοι. Καθάπερ γὰρ ἐπὶ τῶν στρατοπέδων, ὅταν εἰς πόλεμον εἰσίωσι, μετὰ τῶν σημείων προηγοῦνται αἱ σάλπιγγες, διανιστῶσαι τοὺς παρόντας, οὐ τῇ ὄψει, ἀλλὰ καὶ τῇ ἀκοῇ, οὕτω καὶ τότε ἐγένετο· τῶν ἀποστόλων εἰσιόντων εἰς ἑκάστην πόλιν, ἤχουν αἱ σάλπιγγες, καὶ πρὸς τὴν ἀκρόασιν ἅπαντες ἔτρεχον. Ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε· ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε. Ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ Θεὸς, ψάλατε συνετῶς. Ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη. Διηγησάμενος τοίνυν τὸ μέγεθος τοῦ κατορθώματος, καλεῖ τὴν οἰκουμένην ἐπὶ τὴν εὐφημίαν μετὰ πολλῆς τῆς σπουδῆς· διὸ καὶ διπλασιασμῷ κέχρηται· καὶ οὐχ ἁπλῶς καλεῖ ψάλλειν, ἀλλὰ μετὰ πολλῆς τῆς συνέσεως. Τί ἐστι, Ψάλατε συνετῶς; Καταμαθόντες, φησὶ, τὰ γεγενημένα, ἐννοήσαντες τὸ μέγεθος τῶν κατορθωμάτων. Ἐμοὶ δὲ δοκεῖ καὶ ἕτερόν τι αἰνίττεσθαι διὰ τοῦ εἰπεῖν, Συνετῶς· τὸ μὴ φωνῇ μόνον, ἀλλὰ καὶ ἔργοις ψάλλειν· τὸ μὴ γλώττῃ μόνον, ἀλλὰ καὶ βίῳ. Ἐβασίλευσε γὰρ, φησὶν, ὁ Θεὸς ἐπὶ τὰ ἔθνη. Ἄλλος φησὶν, Ἐπάνω τῶν ἐθνῶν. Καὶ ποίαν βασιλείαν ἐνταῦθά φησιν; Οὐκ ἐκείνην τὴν κατὰ τὸν τῆς δημιουργίας λόγον, ἀλλὰ ταύτην τὴν τῆς οἰκειώσεως. Ἐβασίλευσε μὲν γὰρ καὶ πρὸ τούτου πάντων, ἅτε δημιουργὸς καὶ ποιητὴς ὤν· νυνὶ δὲ καὶ ἑκόντων καὶ χάριν εἰδότων· ὅπερ μεγίστης εὐφημίας ἄξιον καὶ πολλοῦ τοῦ θαύματος, ὅτι ὁ πρὸ τούτου ὑβριζόμενος ὑπὸ Ἰουδαίων, τοσαύτην παρεσκεύασε γενέσθαι τὴν μεταβολὴν, ὡς πανταχοῦ τῆς οἰκουμένης ᾄδεσθαι· καὶ οἱ μήτε προφήτας ἀναγνόντες, μήτε νόμῳ συντραφέντες, ἀλλὰ καὶ θηριώδεις τὸν τρόπον ὄντες, ἀθρόον μετεβάλλοντο, καὶ πάντα ἐκεῖνα ῥίψαντες τὰ τῆς πλάνης, ὑπετάγησαν, οὐχὶ δύο καὶ τρία καὶ τέσσαρα ἔθνη καὶ δέκα, ἀλλ' οἱ πανταχοῦ τῆς οἰκουμένης οἰκοῦντες. Ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ. Τί ἐστι, Κάθηται ἐπὶ θρόνου; Βασιλεύει, κρατεῖ. Καὶ καλῶς εἶπεν, Ἁγίου. Οὐ γὰρ δὴ βασιλεύει μόνον, ἀλλὰ καὶ ἁγίως βασιλεύει. Τί ἐστιν, Ἁγίως βασιλεύει; Καθαρῶς. Ἄνθρωποι μὲν γὰρ ἐπὶ τὴν ἀρχὴν ἐρχόμενοι ταύτην, αὐτῇ τῇ δυνάμει πρὸς ἀδικίαν κέχρηνται. Ἐκείνη δὲ ἀνέπαφος ἡ ἀρχὴ παντὸς τοιούτου, καθαρὰ καὶ ἁγία. Οὐδὲ γὰρ ἀπάτη, οὐδὲ ἄλλο τι τῶν τοιούτων τὸ δικαστήριον ἐκεῖνο διαφθείρει καὶ παραλογίζεται, ἀλλ' ἔστι καθαρὸν, εἰλικρινὲς, πάσης ἐπέκεινα καθαρότητος ἀπαστράπτον, διαλάμπον ἀφάτῳ τῇ δόξῃ. Ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Ἀβραάμ· ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
