Ancient Greek · ~17 min
ΕΙΣ ΤΟΝ ΜΘʹ ΨΑΛΜΟΝ. Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν, ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 5.1-12
Not analysed yet
Εἶτα πάλιν ἐπὶ τὸ ὑψηλότερον ἀγαγών φησι· Μὴ φάγομαι κρέα ταύρων, ἢ αἷμα τράγων πίομαι; Ταῦτα γὰρ οὔτε ἀνθρώποις ποιεῖν ἐπέταξα, φησὶν, ἀλλὰ καὶ μεγίστην ὥρισα κόλασιν τοῖς τὸ αἷμα ἐσθίουσι. Πῶς οὖν ἤμελλον αἵματος δεήσεσθαι ὁ τοὺς δούλους ἀπάγων τοὺς ἐμοὺς τῆς τοιαύτης θοίνης; Ἐκβαλὼν τοίνυν ταῦτα ἅπαντα, καὶ δείξας ἀνάξια αὐτοῦ, καὶ πολλὴν τῇ κατηγορίᾳ τὴν κωμῳδίαν ἀναμίξας, οὐκ ἔστησε τὸν λόγον μέχρι τούτου, ἀλλὰ δείκνυσιν ἑτέρας θυσίας τρόπον, ὅπερ ἐστὶν ἰατρείας ἀρίστης εἶδος, τῶν οὐδὲν ὠφελούντων ἀπάγοντα, τὰ δυνάμενα διορθοῦν ἐπιτιθέναι τοῖς τραύμασι. Μετὰ γὰρ τὸ ταῦτα ἀπαρτίσαι, λέγει· Θῦσον τῷ Θεῷ. Καὶ πῶς θύσω, φησίν; Αἵματος χωρίς. Τοῦτο γὰρ μάλιστα θυσία Θεῷ πρέπουσα. Διὰ τοῦτο εἰπὼν, Θῦσον τῷ Θεῷ, ἐπήγαγε, Θυσίαν αἰνέσεως· τουτέστιν, εὐχαριστίας, ὕμνων ἱερῶν, τῆς διὰ τῶν ἔργων δοξολογίας. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὕτω ζῆθι, ὥστε δοξάζεσθαί σου τὸν Δεσπότην. Ὅπερ καὶ ὁ Χριστὸς ἐδίδαξε λέγων· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Αἶνος γὰρ οὐδὲν ἕτερον ἢ ἔπαινός ἐστι, δόξα καὶ εὐφημία. Ἔστω τοίνυν ὁ βίος σου τοιοῦτος, ὥστε εὐφημεῖσθαί σου τὸν Δεσπότην, καὶ ἀπηρτισμένην εἰσήγαγες τὴν θυσίαν. Ταύτην καὶ ὁ Παῦλος ἐπιζητεῖ τὴν θυσίαν, λέγων· Παραστήσατε τὰ μέλη ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ. Καὶ ἀλλαχοῦ πάλιν ὁ αὐτὸς προφήτης· Αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μου μετ' ᾠδῆς, μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει· καὶ ἀρέσει τῷ Θεῷ ὑπὲρ μόσχον νέον κέρατα ἐκφέροντα καὶ ὁπλάς. Οὕτως ἔθυε καὶ Ἰὼβ μετὰ τὰς πληγὰς ἐκείνας τὰς ὑπὲρ φύσιν, εὐχαριστῶν, καὶ ταῦτα φθεγγόμενος τὰ ῥήματα· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο, ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου. Τὰς ἱκετηρίας ἐνταῦθά φησιν, ὥστε διηνεκῶς τῇ δεήσει προσκαρτερεῖν, καὶ ἅπερ ἂν ἐπαγγελλώμεθα μετὰ τάχους ἀποδιδόναι. Καὶ καλῶς εἶπεν· Ἀπόδος. Μετὰ γὰρ τὴν ἐπαγγελίαν χρέος τὸ πρᾶγμα γίνεται. Οὕτως Ἄννα ἀπέδωκε τὸν υἱὸν, ὡς ὄφλημα μέγιστον. Καὶ σὺ τοίνυν κἂν ἐλεημοσύνην ἐπαγγέλλῃ, κἂν σώφρονα βίον, κἂν ἕτερόν τι τοιοῦτον, σπεῦδε πρὸς τὴν ἔκτισιν. Εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, κἂν μὴ ἐπαγγέλληται, χρεωστεῖ αὐτῷ τὰ τῆς ἀρετῆς. Καὶ τοῦτο δηλῶν ὁ Χριστὸς ἔλεγεν· Ἃ γὰρ ὠφείλομεν ποιῆσαι, πεποιήκαμεν. Καίτοι τὴν παραβολὴν τοῦ δούλου ἔλεγε τοῦ ἐλαχίστην διακονίαν, οὐχὶ κατακλιθῆναι, κελευομένου, ἀλλὰ παρελθεῖν καὶ διακονεῖν. Καὶ ἕτερος δέ τίς φησιν· Μὴ χρονίσῃς ἀποδοῦναι εὐχήν σου. Ἐπηγγείλω; Ἀπόδος, μή ποτε θάνατος ἐπελθὼν διακόψῃ. Καὶ τί πρὸς ἐμέ; φησίν· οὐ γὰρ κύριος ἤμην τῆς ζωῆς. Διὰ τοῦτο γὰρ ἐχρῆν μὴ χρονίσαι, τὸ ἄδηλον ἐννοοῦντα τῆς ἐξόδου, καὶ ὅτι κύριος οὐκ εἶ τῆς ζωῆς καὶ τῆς ἐντεῦθεν ἀποδημίας. Ὥστε ἡ δοκοῦσα ἀπολογία κατηγορία ἐστίν. Οὐδὲ γὰρ τοῦ θανάτου λοιπὸν τὸ μὴ ἀποδοῦναι γέγονεν, ἀλλὰ τῆς σῆς μελλήσεως καὶ ἀναβολῆς. Καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με. Ὁρᾷς ἐκ πολλοῦ τοῦ περιόντος τὴν ἀντίδοσιν διδομένην; Τί τοίνυν τῆς τοιαύτης φιλανθρωπίας ἴσον γένοιτ' ἂν, ὅταν καὶ αὐτῆς τῆς ἀρετῆς μισθοὺς ἡμῖν διδῷ, καὶ μισθοὺς πολλῷ μείζονας τῶν πόνων, καὶ σφόδρα ἐν καιρῷ διδομένους; Καὶ διὰ τί, φησὶν, εἶπεν· Ἐπικάλεσαί με; διὰ τί ἀναμένει καλεῖσθαι παρ' ἡμῶν; Μείζονα τὴν οἰκείωσιν ἡμῖν ποιῆσαι βουλόμενος, καὶ τὴν πρὸς αὐτὸν φιλίαν θερμοτέραν, καὶ τῷ δοῦναι, καὶ τῷ καλεῖσθαι, καὶ τῷ λαμβάνειν. Καὶ γὰρ ἡ ἀρετὴ πρὸς Θεὸν οἰκειοῖ, καὶ ἡ ἀντίδοσις τὸ αὐτὸ ἐργάζεται· καὶ ἡ εὐχὴ πάλιν ταύτην συγκροτεῖ τὴν οἰκείωσιν. Διὰ τοῦτό φησι· Δός μοι, καὶ δίδωμί σοι. Καὶ ἐν τῷ διδόναι δὲ σὺ λαμβάνεις· αὐτὸς γὰρ τούτων ἀνενδεής. Ὥστε κἂν ἐπιεικὴς γένῃ, κἂν μέτριος, κἂν σώφρων, οὐ τῷ Θεῷ τι προσέθηκας, ἀλλὰ σαυτὸν λαμπρὸν ἐποίησας καὶ ἀμείνω· ἀλλ' ὅμως καὶ τούτων ὡς αὐτὸν ὠφελοῦντι μισθούς σοι καὶ στεφάνους ὁρίζει μεγίστους. Καὶ πρὸ τῶν στεφάνων δὲ ἐκείνων οὐ μικρᾶς ἀπολαύεις ἡδονῆς, ἀγαθῷ συντρεφόμενος συνειδότι, καὶ χρησταῖς πτερούμενος ἐλπίσιν. Ἡμέραν δὲ θλίψεως ἐνταῦθά φησιν, οὐ τὰς τῶν συμφορῶν, οὔτε τὰς τῶν περιστάσεων, ἀλλ' ὅτι κἂν ἁμαρτία πολεμῇ, κἂν διάβολος πολιορκῇ, ἐπιθυμίας εἰσάγων πονηρὰς, πολλῆς ἀπολαύσῃ τῆς συμμαχίας. Καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με. Πάλιν ἐνταῦθα οὐ τῆς παρ' ἡμῶν δόξης δεόμενός φησι τοῦτο (πῶς γὰρ ὁ τῆς δόξης Θεός;) ,ἀλλ' ὥστε διὰ τὸν τῆς εὐχαριστίας ὕμνον γίνεσθαι τῆς εὐεργεσίας τὴν μνήμην, καὶ θερμοτέραν τὴν πρὸς αὐτὸν διάθεσιν, καὶ πρώτως εὐζωΐαν μεγίστην λαμβάνειν.