# Expositiones in Psalmos 5.1-16

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΡΙΓʹ ΨΑΛΜΟΝ. Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου, ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ, Ἰσραὴλ ἐξουσία αὐτοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/5.1-16

Εἶτα δεικνὺς, ὅτι οὐκ εἰς τὰ Ἰουδαϊκὰ αὐτοῦ κατεκέκλειστο ἡ πρόνοια, καὶ τῶν προσηλύτων ἐμνήσθη, τῶν ἐκ τῶν ἐθνῶν προσιόντων, τήν τε βοήθειαν, καὶ τὴν εὐλογίαν εἰς ἅπαντας γεγενῆσθαι λέγων. Κύριος μνησθεὶς ἡμῶν, εὐλόγησεν ἡμᾶς. Εὐλόγησε τὸν οἶκον Ἰσραήλ· εὐλόγησε τὸν οἶκον Ἀαρών· εὐλόγησε τοὺς φοβουμένους τὸν Κύριον. Τί ἐστιν, Εὐλόγησε; Μυρίων, φησὶν, ἐνέπλησεν ἀγαθῶν. Εὐλογεῖ μὲν γὰρ ἄνθρωπος Θεὸν, ὡς ὅταν λέγῃ, Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Ἀλλ' ὁ τὸν Θεὸν εὐλογῶν, αὐτὸς κερδαίνει, λαμπρότερον ἑαυτὸν καθιστὰς, οὐκ ἐκείνῳ τι χαριζόμενος· ὁ δὲ Θεὸς εὐλογῶν, ἡμᾶς λαμπροτέρους ποιεῖ, οὐκ αὐτός τι προσλαμβάνει. Ἀνενδεὲς γὰρ τὸ Θεῖον· ὥστε ἑκατέρωθεν ἡμέτερόν ἐστι τὸ κέρδος. Πῶς δὲ εὐλόγησεν αὐτούς; Ἄρτον αὐτοῖς ἐξ οὐρανοῦ ἔδωκεν, ὕδωρ ὤμβρησεν ἐκ πέτρας, τὰς εἰσόδους αὐτῶν καὶ τὰς ἐξόδους ἐφύλαξε, τὰ βουκόλια αὐτῶν ἐπλήθυνε καὶ τὰ ποίμνια αὐτῶν, λαὸν περιούσιον ὠνόμασε, καὶ βασίλειον ἱεράτευμα, νόμον ἔδωκε, προφήτας ἔπεμψε. Ταῦτα καὶ ἀλλαχοῦ κηρύττων, Οὐκ ἐποίησε, φησὶν, οὕτω παντὶ ἔθνει, καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς. Καὶ ἄλλος· Ποῖον ἔθνος οὕτω σοφὸν, ᾧ ἐγγίζει Κύριος ὁ Θεός; Τοὺς μικροὺς μετὰ τῶν μεγάλων. Οὐδὲ ἓν γένος, φησὶν, ἔρημον εὐλογίας ἦν, ἀλλ' εἰς πάντας ἐκτέτατο ταῦτα. Προσθείη Κύριος ἐφ' ὑμᾶς· ἐφ' ὑμᾶς, καὶ ἐπὶ τοὺς υἱοὺς ὑμῶν. Εἶδες ἕτερον εὐλογίας εἶδος, τὸ ἐπιδοῦναι τὸ γένος; Διὰ δὴ τοῦτο ἐν τάξει κολάσεως τὸ ἐναντίον ἕτερος προφέρων φησί· Καὶ ἐσμικρύνθημεν, καὶ ἐσμὲν ὀλιγοστοὶ παρὰ πάντας τοὺς κατοικοῦντας τὴν γῆν. Ταύτης τῆς εὐλογίας καὶ ἐν Αἰγύπτῳ ὄντες ἀπήλαυον, καίτοι μυρίων ὄντων τῶν διακωλυόντων, τῶν ἔργων, τῆς ταλαιπωρίας, τῆς τῶν ἐνεστηκότων ὠμότητος· ἀλλ' οὐδὲν τοῦ Θεοῦ τὸν λόγον διέκοπτεν, ἀλλ' οὕτω προῄει τὰ τῆς εὐλογίας, ὡς ἐν διακοσίοις ἔτεσιν ἑξακοσίας γενέσθαι χιλιάδας. Ἀλλὰ τότε μὲν ἐν τούτοις τὰ τῆς εὐλογίας, νυνὶ δὲ ἐν πολλῷ βελτίοσιν ἐπὶ τῆς Καινῆς. Διό φησι Παῦλος· Εὐλογητὸς ὁ Θεὸς, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ. Καὶ πάλιν· Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπὲρ ἐκπερισσοῦ ὧν αἰτού μεθα ἢ νοοῦμεν, αὐτῷ ἡ δόξα ἐν τῇ Ἐκκλησίᾳ. Διὰ δὴ τοῦτο καὶ οἱ προφῆται τὸ παλαιὸν εὐεργεσίας ζητοῦντες, ταύτην τὴν εὐλογίαν παρεῖχον. Ὁ γὰρ Ἐλισσαῖος τὴν ὑποδεξαμένην τῇ τοῦ παιδὸς δόσει ἀμείβεται. Ἐπὶ δὲ τῆς Καινῆς οὐ ταῦτα, ἀλλὰ πολλῷ μείζονα. Ἡ γοῦν πορφυροπῶλις οὐ ταῦτα ᾔτει παρὰ τῶν ἀποστόλων, ἀλλὰ τί; Εἰ οὐ κεκρίκατέ με ἀναξίαν τῷ Κυρίῳ, εἰσελθόντες μείνατε παρ' ἐμοί. Εἶδες πόσον τὸ μέσον, καὶ τίνα μὲν ᾔτουν οἱ ἐν τῇ Παλαιᾷ, τίνα δὲ οἱ ἐν τῇ Καινῇ; Καὶ πάλιν ὁ Χριστός· Χαίρετε, ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Καὶ ὁ Παῦλος· Ὁ δὲ Θεὸς πληρώσαι ὑμᾶς πάσης χάριτος καὶ ἐλπίδος ἐν τῷ πιστεύειν, εἰς τὸ περισσεύειν ἐν τῇ ἐλπίδι, ἐν δυνάμει Πνεύματος ἁγίου. Εἶδες εὐλογίας δύναμιν τὰ ἀπόῤῥητα χαριζομένην ἀγαθὰ, καὶ οὐδὲν ἔχουσαν γήϊνον; Καὶ πάλιν ὁ Παῦλος· Ὁ Θεὸς συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. Ἀλλ' ἐν τῇ Παλαιᾷ, ὅτε παχύτερον τὰ τῶν ἀνθρώπων διέκειτο, ἀπὸ τῶν αἰσθητῶν τὰ τῆς εὐλογίας ὑφαίνετο, καὶ ἡ πολυπαιδία μέγιστον πρᾶγμα εἶναι ἐνομίζετο. Ἐπειδὴ γὰρ ἐκ τῆς ἁμαρτίας εἰσῆλθεν ὁ θάνατος, παραμυθούμενος τὸ γένος ὁ Θεὸς, καὶ δεικνὺς, ὅτι οὐ μόνον οὐκ ἀναλώσει, οὔτε πανωλεθρίᾳ παραδώσει, ἀλλὰ καὶ πολλῷ πλείους ἔσονται τοῦ προτέρου, φησίν· Αὐξάνεσθε, καὶ πληθύνεσθε. Ἐπειδὴ δὲ ἐγνώσθη ὕπνος ὢν ὁ θάνατος, εἰσήγετο τὸ τῆς παρθενίας καλόν. Διὸ καὶ ὁ Παῦλος ἔλεγε· Θέλω δὲ πάντας ἀνθρώπους εἶναι ἐν ἐγκρατείᾳ, ὡς καὶ ἐμαυτόν. Καὶ πάλιν· Καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι. Καὶ ὁ Χριστός· Εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Ἄλλως δὲ καὶ ἐν ἀρχῇ τοῦτο ᾐνίξατο, ὅτι ἀρετῆς, οὐ πολυπαιδίας χρεία. Καὶ ἄκουε πῶς. Λέγει γάρ τις σοφός· Μὴ ἐπιθύμει πλῆθος τέκνων ἀχρήστων, εἰ μή ἐστι μετ' αὐτῶν φόβος Θεοῦ· καὶ μὴ ἔπεχε ἐπὶ τὸ πλῆθος αὐτῶν· κρεῖσσον γὰρ εἷς, ἢ χίλιοι, καὶ ἀποθανεῖν ἄτεκνον, ἢ ἔχειν τέκνα ἀσεβῆ· καὶ κρείσσων εἷς ποιῶν τὸ θέλημα Κυρίου, ἢ μυρίοι παράνομοι. Ἀλλ' οἱ ἀναίσθητοι Ἰουδαῖοι, καὶ πρὸς τὴν σάρκα κεχηνότες ἀεὶ, καὶ ἀρετῆς ἀμελοῦντες, ἔλεγον· Τί ζητεῖ ὁ Θεὸς, ἀλλ' ἢ σπέρμα; Δεικνὺς τοίνυν αὐτοῖς, ὅτι οὐ τοῦτο ζητεῖ, μυριάκις αὐτοὺς ἀπώλεσεν, ἀρετῆς ἐρήμους ὄντας. Εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ. Καλῶς προσέθηκε, Τῷ Κυρίῳ. Τοῦτο γὰρ μάλιστα εὐλογία, Εἰσὶ γὰρ καὶ παρὰ ἀνθρώποις εὐλογούμενοι, ἀλλ' ἀνθρώπινα τὰ ἐκείνων. Ἡ δὲ μεγίστη εὐλογία αὕτη. Ἄνθρωποι μὲν γὰρ εὐλογοῦσι, τουτέστι, ἐγκωμιάζουσιν, ἐπαινοῦσι τοὺς ἐν πλούτῳ καὶ δυναστείαις καὶ δόξαις ὄντας. Ἀλλ' αὕτη ἡ εὐλογία πρόσκαιρος, καὶ ἡνίκα ἂν παρῇ, οὐδὲν ἔχουσα κέρδος· ἡ δὲ τοῦ Θεοῦ διηνεκὴς, καὶ ἐν τοῖς μεγίστοις παρέχουσα τὴν ὠφέλειαν. Τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
