# Expositiones in Psalmos 5.1-20

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΡΛΗʹ ΨΑΛΜΟΝ. Εἰς τὸ τέλος, τῷ νικοποιῷ. Κύριε, ἐδοκίμασάς με, καὶ ἔγνως με.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/5.1-20

Οὐ μικρὸν τοῦτο ἀρετῆς σημεῖον, τὸ ἐν εὐημερίᾳ μένειν τὴν ἀρετὴν διατηροῦντα. Πολλοὶ γοῦν ἀπολαύσαντες εὐπραγίας, ἐπελάθοντο. Ἀλλ' οὐκ ἐγὼ, φησὶν, ἀλλὰ καὶ ἀναστὰς, τουτέστιν, ἀπαλλαγεὶς τῶν δεινῶν, ἀεὶ μετὰ σοῦ ἔσομαι. Ἐὰν ἀποκτείνῃς ἁμαρτωλοὺς, ὁ Θεός. Οὐ τοῦτό φησιν, ὅτι Ἐὰν ἀποκτείνῃς, τότε ἔσομαι· ἀλλ' ἐκεῖνο μὲν καὶ χωρὶς τούτου ἐπήγγελται· αἰτεῖ δὲ τοῦτο γενέσθαι, οὐχ ἵνα ἀφανίσῃ τὴν οὐσίαν τὴν τῶν ἀνθρώπων, ἀλλ' ἵνα μεταβάλῃ αὐτοὺς ἐκ τῆς ἁμαρτίας ἐπὶ δικαιοσύνην. Οὐ γὰρ εἶπεν, ἐὰν ἀποκτείνῃς ἀνθρώπους, ἀλλὰ, Ἁμαρτωλούς. Ἕτερος δὲ ἀντὶ τοῦ Ἁμαρτωλοὺς, Παραβάτην εἶπε, περὶ τῶν πολεμίων λέγων τῶν εἴδωλα προσκυνούντων. Ἄνδρες αἱμάτων, ἐκκλίνατε ἀπ' ἐμοῦ. Αἱμάτων ἄνδρας τοὺς φονικούς φησι, τοὺς σφαγαῖς χαίροντας. Οὐ μικρὰ δὲ καὶ αὕτη πρὸς ἐπίδοσιν ἀρετῆς ἡ ὁδὸς, τὸ φεύγειν καὶ ἀποπηδᾷν τὰς τῶν τοιούτων συνουσίας. Εἶτα καὶ ἡ αἰτία· Ὅτι ἐρισταί ἐστε εἰς διαλογισμούς. Ἄλλος, Οἵτινες ἀντελάλησάν σοι διαλογισμόν. Ἄλλος, Ὅτι παρεπίκρανάν σε ἐν κακοβουλίᾳ. Ὅρα μὴ τὰ ἑαυτοῦ ζητοῦντα, ἀλλὰ διὰ τὴν εἰς τὸν Θεὸν ὕβριν ἀποπηδῶντα, καὶ φεύγοντα τὴν πρὸς ἐκείνους συνουσίαν. Καὶ γὰρ καὶ τοῦτο τῆς ἀπωλείας τοῖς Ἰουδαίοις αἴτιον γέγονε, τὸ τοῖς πονηροῖς ἀναμίγνυσθαι. Διὰ τοῦτο καὶ νόμον ἐλάμβανον, καὶ νόμῳ διετειχίζοντο ἀπ' αὐτῶν, καὶ τὰς πρὸς αὐτοὺς ἐπιγαμίας φεύγειν ἐκελεύοντο, καὶ ἀπὸ τῆς Αἰγύπτου τότε ἐξελθόντες, ἐπὶ τῆς ἐρήμου τεσσαράκοντα ἔτη καθ' ἑαυτοὺς ἐπλάττοντο. Διὰ τοῦτο καὶ φραγμὸς ὁ νόμος ἐλέγετο, ἅτε πανταχόθεν αὐτοῖς περικείμενος, καὶ τὰς πρὸς τοὺς πονηροὺς ἀναστέλλων συνουσίας· εὐεξαπάτητον γὰρ αὐτῶν τὸ ἦθος, εὐάλωτον καὶ εὐπερίτρεπτον. Λήψονται εἰς ματαιότητας τὰς πόλεις σου. Ἕτερος, Ἐπήρθησαν ματαίως ἀντίζηλοί σου. Ἄλλος, Οἱ ἐχθροί σου. Διὰ τοῦτο φεύγει καὶ ἀποπηδᾷ, ὅτι ἐπήρθησαν κατὰ τῆς τοῦ Θεοῦ δόξης, ὅτι παρηνόμουν, ὅτι βλάσφημα ἐφθέγγοντο ῥήματα. Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα, καὶ ἐπὶ τοῖς ἐχθροῖς σου ἐξετηκόμην; Τέλειον μῖσος ἐμίσουν αὐτούς· εἰς ἐχθροὺς ἐγένοντό μοι. Οὕτω καὶ ὁ Θεὸς ἐπηγγείλατο, ἐχθραίνειν τοῖς ἐχθροῖς, καὶ ἀντικεῖσθαι τοῖς ἀντικειμένοις αὐτοῖς. Ταῦτα γὰρ μάλιστα φιλίας τεκμήρια. Καὶ αὐτὸς τοίνυν ἀμείβεται τὸν Θεὸν δι' ἑκατέρων. Ἀνωτέρω μὲν γὰρ ἔφη, Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεός· ἐνταῦθα δὲ, Τοὺς μισοῦντάς σε ἐμίσησα· κἀκεῖ μεθ' ὑπερβολῆς, καὶ ἐνταῦθα μεθ' ὑπερβολῆς. Οὐ γὰρ, Ἐμίσησα, φησὶ μόνον, ἀλλὰ καὶ, Ἐξετηκόμην. Δοκίμασόν με, ὁ Θεὸς, καὶ γνῶθι τὴν καρδίαν μου. Ἔτασόν με, καὶ γνῶθι τὰς τρίβους μου, καὶ ἴδε εἰ ὁδὸς ἀνομίας ἐν ἐμοὶ, καὶ ὁδήγησόν με ἐν ὁδῷ αἰωνίᾳ. Καίτοι γε ἀρχόμενος ἔλεγεν· Ἐδοκίμασάς με, καὶ ἔγνως με. Σὺ ἔγνως τὴν καθέδραν μου, καὶ τὴν ἔγερσίν μου. Σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν· τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου ἐξιχνίασας. Καὶ πάσας τὰς ὁδούς μου προεῖδες. Σὺ ἔγνως πάντα, τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα. Πῶς οὖν ἐνταῦθα πάλιν, ὡς μήπω δοκιμασθεὶς, Δοκίμασόν με, λέγει; Ὁρᾷς ὅτι ἀνθρωπίναις κέχρηται λέξεσιν, οὐχ ἵνα τῇ εὐτελείᾳ παραμένωμεν, ἀλλ' ἵνα διὰ πάντων συναγαγόντες τὴν θεοπρεπῆ ἔννοιαν εἰς ὑψηλὰ ἀναβῶμεν νοήματα. Δοκιμασθῆναι γὰρ καὶ ἐτασθῆναι αἰτεῖ, οὐχ ἵνα γνῷ τὴν καρδίαν αὐτοῦ ὁ πρὸ τούτου εἰδὼς πάντα, καὶ πρὸ γενέσεως, ἀλλ' ἵνα γνῶμεν ἡμεῖς οἱ ἀπὸ τῆς ἐκβάσεως τῶν πραγμάτων μανθάνοντες. Τὸ γὰρ, Δοκίμασόν με, ἐνταῦθα τοῦτό ἐστι. Καὶ ἴδε εἰ ὁδὸς ἀνομίας ἐν ἐμοὶ, καὶ ὁδήγησόν με ἐν ὀδῷ αἰωνίᾳ. Ποία δέ ἐστιν αἰωνία ὁδὸς, ἀλλ' ἢ ἡ πνευματικὴ, καὶ πρὸς οὐρανὸν ἀνάγουσα, καὶ ἧς τὸ τέλος οὐκ ἔνι; Ὡς τά γε ἄλλα πάντα ἐπίκηρα γέγονε, καὶ τῷ παρόντι συγκαταλύεται βίῳ. Διὸ δὴ πάντα παραδραμὼν ἐκείνην ζητεῖ, τὴν ἀθάνατον, τὴν ἀπέραντον, τὴν εἰς τέλος οὐκ ἀπαντῶσαν. Πῶς δ' ἄν τις ὁδηγηθείη πρὸς ἐκείνην; Τῆς παρὰ τοῦ Θεοῦ ῥοπῆς ἀπολαύων, καὶ τὰ παρ' ἑαυτοῦ συνεισφέρων, ἀρετὴν μετιὼν, φιλοσοφίας ἐπειλημμένος, ὑψηλότερος τῶν βιωτικῶν γινόμενος. Τὰ γὰρ ἐκ τῆς ὁδοῦ ἐκείνης οὐκ ἔστιν ἐφήμερα, οὐδὲ πρόσκαιρα. Τοιοῦτον γὰρ ἡ ἀρετή· διηνεκεῖς ἔχει τοὺς καρποὺς ἀνθοῦντας, καὶ μηδέποτε μαραινομένους, καὶ τὰ ἀγαθὰ ἀθάνατα, καὶ ἀκήρατα, καὶ ἀτελεύτητα· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
