# Expositiones in Psalmos 5.1-22

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΡΜΒʹ ΨΑΛΜΟΝ. Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/5.1-22

Καὶ οὗτος γοῦν ἐντεῦθεν ἤδη παρεκλήθη ἐν τοσαύτῃ θλίψει ὢν καὶ ταραχῇ τῷ τὰ παλαιὰ ἀνελίττειν παρ' ἑαυτῷ, καὶ τοῦ Θεοῦ τὰς οἰκονομίας τὰς διαφόρως γεγενημένας ἀναμιμνήσκεσθαι. Ἕτερος γοῦν φησι, Καὶ ἐμελέτησα πάσας τὰς πράξεις σου. Ἐν τοῖς ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Ἄλλος, Τὰ ἔργα τῶν χειρῶν σου ἐμελέτων. Δείκνυσι διὰ τούτου, ὅτι ταῦτα ποιῶν, πολλὴν ἐκαρποῦτο τὴν παράκλησιν, καὶ οἰκειότερος πρὸς τὸν Θεὸν ἐγίνετο. Διὸ καὶ ἐπήγαγε τοῦτο ἐμφαίνων, Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου. Οὐκ εἶπεν, Ἐξέτεινα, ἀλλὰ, Διεπέτασα, πολλὴν δεικνὺς τὴν διάθεσιν τῆς καρδίας, μονονουχὶ ἐξάλλεσθαι τοῦ σώματος ἐπειγομένης καὶ πρὸς αὐτὸν ἀνατρέχειν. Ἔνθους οὖν γενόμενος ὑπὸ τῆς μνήμης τῶν κατορθωμάτων, καὶ τὴν φιλανθρωπίαν ἀναλογισάμενος ἅπασαν, καὶ τὴν ἀπὸ τῶν συμφορῶν παίδευσιν, καὶ τὴν ἀπὸ τῆς ἀπαλλαγῆς ἐλευθερίαν, πρὸς σὲ πάλιν κατέφυγον. Ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ἕτερος, Ὡς γῆ διψῶσα πρὸς σὲ ἀεί· τοῦτο γάρ ἐστι τὸ, Διάψαλμα. Καὶ ἐν ταῖς συμφοραῖς καὶ ἐν ταῖς εὐημερίαις καὶ ἐν πάσῃ καιρῶν διαφορᾷ τὴν ἴσην ἐπεδεικνύμην σπουδὴν, φησί. Τί δέ ἐστιν, Ὡς γῆ ἄνυδρός σοι; Ὥσπερ γῆ διψῶσα τοῦ ὑετοῦ ἐφίεται, οὕτω κἀγὼ τοῦ παρὰ σοὶ εἶναι διηνεκῶς. Μάλιστα δὲ ταύτην ἐπέτεινε τὴν ἐπιθυμίαν τῶν θλίψεων ὁ ὄγκος· διὸ καὶ ἀφῆκεν αὐτὰς ὁ Θεὸς αὐξηθῆναι, τὴν πολλὴν πρόνοιαν ἐπιδεικνύμενος. Οὐ γὰρ ἐποίησε τὰ κτίσματα μόνον, ἀλλὰ καὶ γενομένων ἐπιμελεῖται, καὶ ἀνθρώπων, καὶ τῶν ἄλλων ἁπάντων. Τοῦτο γοῦν καὶ ὁ Παῦλος εἰδὼς ἔλεγεν· Ἐν αὐτῷ γὰρ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν. Καὶ πάλιν· Ἐν αὐτῷ τὰ πάντα συνέστηκε. Καὶ ὁ Δαυΐδ· Πάντα πρὸς σὲ προσδοκῶσι δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον. Δόντος σου αὐτοῖς, συλλέξουσιν· ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσεται χρηστότητος· ἀποστρέψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται. Καὶ πάλιν· Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν. Καὶ ὁ Ἡσαΐας· Ὁ κατέχων τὸν γῦρον τῆς γῆς. Καὶ περὶ ἀρετῆς· Ἐὰν μὴ Κύριος, φησὶν, οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν. Καὶ πάλιν· Ὁ κατοικίζων στεῖραν ἐν οἴκῳ, μητέρα ἐπὶ τέκνοις εὐφραινομένην. Διὰ τοῦτο καὶ σείει τὴν γῆν, καὶ καπνίζει τὰ ὄρη ἁπτόμενος, τὴν δεσποτείαν αὐτοῦ δηλῶν. Σκοτοῖ δὲ τὸν ἥλιον, καὶ ἐκλείπειν ποιεῖ, διὰ τούτου πάλιν τὴν δημιουργίαν αὐτοῦ ἀνακηρύττων. Καὶ ἐν ταῖς Γραφαῖς δὲ ὁρᾷς ἥλιον ἀναποδίζοντα, καὶ σελήνην μετ' αὐτοῦ πάλιν ἱσταμένην, καὶ πολλὰ ἕτερα θαύματα. Ὅτε μὲν γὰρ αὐτοῦ ἡ γνῶσις οὔπω ἐκτέτατο, ταῦτα ἐγίνετο· νυνὶ δὲ οὐκ ἔστι χρεία ταύτης τῆς διδασκαλίας, τῶν πραγμάτων βοώντων καὶ δεικνύντων τὸν Δεσπότην. Εἶδες ἐν Αἰγύπτῳ σκότος, καὶ στοιχείων μεταβολάς; Εἰ δὲ λέγοιέν τινες, ὅτι ἡ ἔκλειψις φυσικῶς, ἀλλ' οὐ τοῦ Θεοῦ κελεύσαντος συνέβη, εἰπάτωσαν πῶς ἐν τῷ καιρῷ τοῦ σταυροῦ γέγονεν. Οὐ γὰρ δὴ τῷ ὡρισμένῳ τότε καιρῷ, ἀλλ' ὅτε μάλιστα οὐκ ἦν ἀκόλουθον, ἢ κατὰ δρόμον φύσεως, τότε συνέβη, τεσσαρεσκαιδεκαταίας καὶ πλήρους οὔσης· αἱ δὲ ἐκλείψεις οὐχ οὕτω γίνονται. Ἀλλ' οὐκ ἂν ἔχοιεν Ὥστε δῆλον ὅτι καθάπερ τὰ ἄλλα τῇ τοῦ Δημιουργοῦ προστάξει, οὕτω καὶ ἐκλείψεις ἅπασαι γίνονται. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Τί λέγεις; ἐπείγεις τὸν ἰατρὸν πρὸς τὴν θεραπείαν; Οὐδαμῶς· ἀλλ' ἔθος καὶ τοῦτο ταῖς θλιβομέναις ψυχαῖς, ὥσπερ καὶ τοῖς κάμνουσι τῶν ἀνθρώπων, παρακαλεῖν τοὺς ἰατροὺς, κἂν ὁ καιρὸς μὴ ἀπαιτῇ, καὶ ταχέως ἐπάγειν τὴν λύσιν. Διὸ καὶ ὁ αὐτὸς τὴν αἰτίαν προστιθεὶς ἔλεγεν· Ἐξέλιπε τὸ πνεῦμά μου. Καίτοι ὁ Θεὸς καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὢν, πολλῷ μᾶλλον πρὸ τελευτῆς. Ἀλλ' ὅπερ ἔφθην εἰπὼν, ἡ ἀσθένεια τῆς φύσεως ἐντεῦθεν ἐλέγχεται. ᾜδει μὲν γὰρ, ὅτι αὐτῷ πάντα ῥᾴδια, ἀλλ' οὐ φέρει τὴν ἐπαγωγὴν τῶν δεινῶν. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἕτερος, Μὴ κρύψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ. Καὶ πόθεν ἡ ἀποστροφὴ γίνεται; Αὐτὸς ὁ Θεὸς διὰ τοῦ Ἡσαΐου λέγει· Μὴ οὐκ ἰσχύει ἡ χείρ μου; Ἀλλ' αἱ ἁμαρτίαι ὑμῶν διιστῶσιν ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν. Ὅταν οὖν τι πράξωμεν πονηρὸν, ἀποστρέφεται. Καθαρὸς γὰρ, φησὶν, ὁ ὀφθαλμός σου τοῦ μὴ ὁρᾷν πονηρά· καὶ ἐπιβλέπειν ἐπὶ πόνους οὐ δυνήσῃ. Διὰ τοῦτο ἀποστρέφεται καὶ τοὺς ἀπονενοημένους. Διό φησιν· Ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ' ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον, καὶ τρέμοντά μου τοὺς λόγους; Ταύτην τοίνυν διώκωμεν τὴν ἀρετὴν, ἵνα ἐπισπασώμεθα αὐτοῦ τὸ πρόσωπον, ἵνα μὴ καταπέσωμεν εἰς τὰ βάραθρα τῆς κακίας, πολλοῦ τοῦ σκότους κατέχοντος. Ἔστι καὶ πεσόντας ἀνελθεῖν. Δεῖ τοίνυν τοὺς καταπίπτοντας μὴ μένειν κάτω κειμένους. Λάκκος δέ ἐστι χαλεπὰ θηρία ἔχων καὶ σκότους γέμων, τῆς ἁμαρτίας ἡ φύσις. Οὐκοῦν χαλάσωμεν τῶν Γραφῶν τὰ σχοινία, καὶ τὴν προαίρεσιν ἐπιδῶμεν· καὶ ταχέως ἀναστησόμεθα, κἂν καταπέσωμεν. Πῶς δ' ἂν γένοιτο ἀρχὴ ὁδοῦ; Ἂν καταπεσόντες μὴ καταφρονήσωμεν, μηδὲ ἀπογνῶμεν, ἀλλ' ἐπᾴδωμεν ἑαυτοῖς τὰ προφητικὰ ταῦτα· Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; Καὶ πάλιν· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ· καὶ τούτοις τοῖς λογισμοῖς δήσαντες ἑαυτοὺς ἀνελκύσωμεν. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Ἕτερος, Ἀκουστὸν ποίησόν μοι ἐξ ὄρθρου τὸ ἔλεός σου, τουτέστι, ταχέως.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
