# Expositiones in Psalmos 5.1-3

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ϛʹ ΨΑΛΜΟΝ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/5.1-3

Ὀφθαλμὸν γὰρ ἐνταῦθα τὸν τῆς ψυχῆς φησι, τὸ διορατικὸν ἐκεῖνο καὶ λογικὸν, ὅπερ ἡ ἔννοια τῶν οἰκείων ἁμαρτημάτων ταράττειν εἴωθεν. Ἐπειδὴ γὰρ διὰ παντὸς πρὸ τῶν ὀφθαλμῶν εἶχε τὰ πλημμελήματα, καὶ τοῦ Θεοῦ τὴν ὀργὴν ἀνελογίζετο, ἐν φόβῳ ὢν, οὐκ ἀναλγήτως ζῶν, καθάπερ οἱ πολλοὶ, ἀλλὰ ἀγωνιῶν καὶ τρέμων. Ἡ τοιαύτη ταραχὴ γαλήνης μήτηρ ἐστίν· ὁ τοιοῦτος φόβος ἀδείας ὑπόθεσις. Ὁ οὕτω τεταραγμένος πάντα χειμῶνα ἐκβάλλει· τοιαύτην οὐκ ἔχων τὴν ψυχὴν χαλεπὸν κλυδώνιον ὑποστήσεται. Καὶ ὥσπερ πλοῖον ἀνερμάτιστον τῇ τῶν ἀγρίων πνευμάτων ἐκδοθὲν ῥύμῃ, ταχέως καταποντίζεται· οὕτω καὶ ψυχὴ ἀναλγήτως ζῶσα, μυρίοις πρόκειται πάθεσι. Διὸ καὶ ὁ μακάριος Παῦλος τοῦτο τὸ πάθος ἐνδεικνύμενος, ἔλεγεν· Οἵτινες ἀπηλγηκότες ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ. Καὶ καθάπερ κυβερνήτης, ἕως ἂν ταῖς φροντίσι ταῖς ὑπὲρ τῶν πλεόντων ταράττηται, πάντας ἐν γαλήνῃ καθίστησιν, ἂν δὲ ταύτης ἀπαλλαγεὶς καθεύδῃ, ταραχὴν ἐπάγει μεγάλην· οὕτω δὴ καὶ ὁ ἄνθρωπος· ὁ μὲν ἀγωνιῶν καὶ τρέμων καὶ ταραττόμενος, ἐν ἡσυχίᾳ τὴν ἑαυτοῦ καθίστησι διάνοιαν· ὁ δὲ ὕπνῳ τῆς ῥᾳθυμίας ἑαυτὸν παραδοὺς, ὑποβρύχιον τὸ σκάφος ἐργάζεται. Ἐπαλαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου. Τί ἐστιν, Ἐπαλαιώθην; Ἠσθένησα, φησὶν, ὑπὸ τῶν ἐχθρῶν μου. Καὶ γὰρ ἐναγώνιος ἡμῶν ὁ βίος, καὶ μυρίων ἐχθρῶν ἡ ζωὴ ἡμῖν ἐμπέπλησται, οἵτινες καὶ ἰσχυρότεροι γίνονται, ἐπειδὰν ἁμαρτήμασι περιπέσωμεν. Διὸ πάντα χρὴ ποιεῖν, ὥστε διαφυγεῖν αὐτῶν τὰς λαβὰς, καὶ μηδέποτε πρὸς αὐτοὺς καταλλάττεσθαι· αὕτη γὰρ ἡμῖν μεγίστης ἀσφαλείας ὑπόθεσις. Τούτων τῶν ἐχθρῶν τὴν φάλαγγα δηλῶν ὁ Παῦλος, ἔλεγεν· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου. Ἐπεὶ οὖν τοιαύτη ἡ τῶν πολεμίων φάλαγξ, ἀεὶ καὶ διηνεκῶς ὁπλίζεσθαι χρὴ, καὶ φεύγειν τῶν ἁμαρτημάτων τὰς ἐφόδους. Οὐδὲν γὰρ οὕτω παλαιοῦν εἴωθεν, ὡς ἁμαρτίας φύσις. Διόπερ καὶ ὁ Παῦλος τὴν ἐντεῦθεν παλαίωσιν γινομένην ἀποτρίβεσθαι κελεύων, ἔλεγε· Μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν. Ὅταν οὖν ὑπὸ τῆς ἁμαρτίας παλαιωθῇς, ὑπὸ τῆς μετανοίας ἀνακαίνισον σαυτόν. Ἀπόστητε ἀπ' ἐμοῦ, πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅτι εἰσήκουσε Κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου. Ἤκουσε Κύριος τῆς δεήσεώς μου, Κύριος τὴν προσευχήν μου προσεδέξατο. Οὐ μικρὰ καὶ αὕτη ὁδὸς εἰς ἀρετὴν ἄγουσα, τὸ φεύγειν τοὺς πονηρούς. Ὅπερ μετὰ τοσαύτης ὑπερβολῆς καὶ ὁ Χριστὸς ἀπαιτεῖ παρ' ἡμῶν, ὡς τοὺς ἐν τάξει μελῶν ἡμῖν ἀναγκαιοτάτων ὄντας φίλους κελεύειν ἐκκόπτειν, ὅταν ἡμᾶς σκανδαλίζωσι, καὶ βλάβην τινὰ ἡμῖν αὐτῶν ἡ συνουσία φέρῃ. Ἐὰν γὰρ, φησὶν, ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔξελε αὐτόν· καὶ ἐὰν ἡ χείρ σου σκανδαλίζῃ σε, ἔκκοψον αὐτὴν, καὶ βάλε ἀπὸ σοῦ· οὐ περὶ μελῶν λέγων, ἄπαγε· ἀλλὰ περὶ φίλων γνησίων, ὧν δεῖ τὰς φιλίας ἀτιμάζειν, ὅταν μήτε αὐτοῖς κέρδος, μήτε ἡμῖν γίνεται, ἀλλὰ βλάβη. Ταύτην δὴ τὴν ἀρετὴν κατορθώσας καὶ οὗτος οὐ μόνον οὐκ ἐδίωκε τὰς τοιαύτας συνουσίας, ἀλλὰ καὶ παρεκελεύετο τούτοις ἀποπηδᾷν ἑαυτοῦ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
