# Expositiones in Psalmos 5.1-7

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΜΑʹ ΨΑΛΜΟΝ. »Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων.» Καὶ τίνος χάριν ὁ ψαλμὸς εἰς τὸν βίον εἰσενεχθεὶς μετ' ᾠδῆς ψάλλεται. Καὶ περὶ τῆς τοῦ Θεοῦ μακροθυμίας.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/5.1-7

Πάντα ἀνάλεγε τὰ παρὰ πᾶσάν σου τὴν ζωὴν γινόμενα εὐεργετήματα τοῦ Θεοῦ, καὶ πολλὰ πάντως εὑρήσεις, οὐ παρὰ πᾶσαν τὴν ζωὴν μόνον, ἀλλὰ καὶ ἐν ἡμέρᾳ μιᾷ· καὶ εἰ ἐβούλετο ὁ Θεὸς πάσας τὰς καθ' ἑκάστην ἡμέραν εὐεργεσίας, ἃς ἡμᾶς εὐεργετεῖ, ἀγνοούντων ἡμῶν καὶ οὐκ εἰδότων, εἰς μέσον τιθέναι, οὐδ' ἂν ἀριθμῆσαι αὐτὰς δυνηθείημεν. Πόσοι δαίμονες εἰς τὸν ἀέρα φέρονται τοῦτον; πόσαι ἐναντίαι δυνάμεις; Εἰ μόνον ἐπέτρεψεν αὐτοῖς τὴν ὄψιν τὴν ἑαυτῶν δεῖξαι τὴν φοβερὰν ἐκείνην καὶ ἀτερπῆ, οὐκ ἂν ἐξέστημεν; οὐκ ἂν ἀπωλόμεθα; οὐκ ἂν διεφθάρημεν; Ταῦτα δὴ πάντα ἀναλογιζόμενοι, καὶ τὰ ἁμαρτήματα ἑαυτῶν, ὅσα ἑκόντες, ὅσα ἀγνοοῦντες σφαλλόμεθα (καὶ γὰρ καὶ τοῦτο οὐ μικρὸν εἰς εὐεργεσίας λόγον, μὴ καθ' ἑκάστην ἡμέραν ἐπεξιέναι τὸν Θεὸν τοῖς πλημμελήμασι τοῖς ἡμετέροις), δυνησόμεθα φιλεῖν τὸν Θεόν. Ὅταν γὰρ ἐννοήσῃς, ὅσα καθ' ἑκάστην ἁμαρτάνεις τὴν ἡμέραν, ὅσα καθ' ἑκάστην εὐεργετῇ τὴν ἡμέραν, ὅσης ἀπολαύεις μακροθυμίας, ὅσης ἀνέσεως, καὶ ὅτι εἰ καθ' ἑκάστην ὁ Θεὸς ἐπεξῄει, οὐδὲ βραχὺν ἂν ἔζησας χρόνον (κατὰ τὸν Προφήτην τὸν λέγοντα· Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται;)· αὐτῷ χάριτας εἴσῃ, καὶ ἐπ' οὐδενὶ δυσχερανεῖς τῶν προσπιπτόντων· ἀλλ' ὄψει, ὅτι κἂν μυρία πάθῃς, οὐδέπω τὴν ἀξίαν ἀπέδωκας δίκην, καὶ οὕτω διακείμενος πολὺν τὸν πόθον ἀνάψεις, καὶ δυνήσῃ κατὰ τὸν προφήτην λέγειν· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός. Ἄξιον δὲ ἐξετάσαι, τί δήποτε τοῦτο τὸ ζῶον εἰς μέσον παρήγαγε. Διψαλέον πώς ἐστιν ἡ ἔλαφος, καὶ διὰ τοῦτο συνεχῶς τρέχει ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων. Διψαλέον δὲ γίνεται καὶ ἀπὸ τῆς φύσεως καὶ ἀπὸ τοῦ τοὺς ὄφεις κατεσθίειν, καὶ τοῖς ἐκείνων τρέφεσθαι σώμασι. Καὶ σὺ τοίνυν τοῦτο ποίησον· τὸν νοητὸν ὄφιν κατάφαγε· ἐδάφισον τὴν ἁμαρτίαν, καὶ δυνήσῃ διψᾷν τὸν τοῦ Θεοῦ πόθον. Καθάπερ γὰρ τὸ πονηρὸν συνειδὸς ῥυπαροὺς ἡμᾶς ἐργάζεται, καὶ εἰς ἀπόγνωσιν ἡμᾶς ἐμβάλλει· οὕτως, ἂν ἐδαφίσωμεν ἡμῶν τὰς ἁμαρτίας, ἂν ἐκκαθάρωμεν τὴν πονηρίαν δυνησόμεθα διαβλέψαι εἰς τὸν πνευματικὸν πόθον, καὶ μετὰ πολλῆς τῆς προθυμίας καλεῖν τὸν Θεὸν, καὶ τὸ φίλτρον σφοδρότερον ἀνάπτειν, καὶ μὴ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ δι' αὐτῶν τῶν ἔργων ταύτην ὑποψάλλειν τὴν ὑπακοήν. Καὶ γὰρ διὰ τοῦτο τοὺς ψαλμοὺς ἡμῖν ᾖσεν ὁ μακάριος ἐκεῖνος, μᾶλλον δὲ ἡ τοῦ Πνεύματος χάρις, οὐχ ἵνα τὰ ῥήματα λέγωμεν μόνον, ἀλλ' ἵνα καὶ δι' αὐτῶν τῶν ἔργων αὐτοὺς μελετῶμεν. Μὴ τοίνυν οἰηθῇς διὰ τοῦτο ἐνταῦθα εἰσιέναι, ἵνα τὰ ῥήματα εἴπῃς μόνον, ἀλλ' ἵνα ὅταν ὑποψάλλῃς, συνθήκας εἶναι νομίσῃς τὴν ὑπακοήν. Ὅταν γὰρ εἴπῃς Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός· συνέθου τῷ Θεῷ, γραμματεῖον ἔγραψας ἄνευ χάρτου καὶ μέλανος, διὰ τῆς φωνῆς ὡμολόγησας πάντων αὐτὸν μᾶλλον φιλεῖν, καὶ οὐδὲν αὐτοῦ προκρίνεσθαι, καὶ καίεσθαι τῷ περὶ αὐτὸν ἔρωτι. Ἂν τοίνυν ἐξελθὼν ἴδῃς γυναῖκα εὔμορφόν τινα καὶ ἀκόλαστον δελεάζουσάν σε καὶ πρὸς τὸν ἔρωτα τὸν ἑαυτῆς καλοῦσαν, εἰπὲ πρὸς αὐτήν· Οὐ δύναμαί σοι ἀκολουθῆσαι, συνθήκας ἐθέμην πρὸς τὸν Θεὸν, παρόντων τῶν ἀδελφῶν, τῶν ἱερέων, τῶν διδασκάλων, ὡμολόγησα καὶ ὑπεσχόμην διὰ τῆς ὑπακοῆς οὕτως αὐτὸν φιλεῖν, Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων. Δέδοικα παραβῆναι τὰς συνθήκας, ἐκείνου λοιπὸν μελετῶ τὸν ἔρωτα. Ἐὰν ἴδῃς ἀργύριον ἐπὶ τῆς ἀγορᾶς κείμενον, ἢ ἱμάτια χρυσᾶ, ἑτέρους σοβοῦντας, οἰκέτας ἔχοντας καὶ ἵππους χρυσοχαλίνους, μηδὲν πάθῃς ὑπὸ τῆς φαντασίας ἐκείνης, ἀλλὰ πάλιν ἔπᾳδε σεαυτῷ, καὶ εἰπὲ πρὸς τὴν ψυχὴν τὴν σήν· Πρὸ μικροῦ ὑπεψάλαμεν, Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός· καὶ ᾠκειωσάμεθα τὸ γράμμα, καὶ ἡμῶν αὐτὸ ἐποιήσαμεν εἶναι. Μηδὲν οὖν φιλῶμεν τῶν βιωτικῶν τούτων, ἵνα ἄκρατος ἡμῖν ὁ ἔρως ἐκεῖνος μείνῃ, καὶ μὴ σχιζόμενος ἀσθενέστερος γένηται. Οὗτος ὁ πλοῦτος ἅπαντα πλοῦτον, ἅπαντα θησαυρὸν, πᾶσαν εὐδοκίμησιν, πᾶσαν δόξαν, πᾶσαν περιφάνειαν ἡμῖν χαρίσασθαι δυνήσεται. Τοῦτον κατέχωμεν, καὶ οὐδενὸς ἑτέρου δεησόμεθα. Εἰ γὰρ οἱ τὸν αἰσχρὸν τοῦτον ἔρωτα φιλοῦντες, καὶ κόρης περικαιόμενοι πολλάκις εὐμόρφου τινὸς, καὶ πατέρων ἀπειλούντων, καὶ φίλων ὀνειδιζόντων, καὶ ἑτέρων πολλῶν διαβαλλόντων, οὐδὲ ἐπιστρέφονται, ἀλλὰ πρὸς ἐκείνην εἰσὶ τετραμμένοι, καὶ οἰκίας καταφρονοῦσι, καὶ κλήρου πατρῴου, καὶ δόξης, καὶ εὐδοκιμήσεως, καὶ φίλων παραινέσεως, μεγάλην νομίζοντες ἔχειν παραμυθίαν τούτων ἁπάντων, ἂν εὐδοκιμῶσι παρὰ τῇ ἐρωμένῃ μόνῃ, κἂν εὐτελὴς ᾖ, κἂν ἄτιμος, κἂν ἡτισοῦν ἐκείνη· οἱ τὸν Θεὸν φιλοῦντες, ὡς χρὴ, πότε αἰσθήσονται τῶν ἀνθρωπίνων, ἢ τῶν λαμπρῶν, ἢ τῶν λυπηρῶν; Οὐδὲ ὄψονται μὲν οὖν τὰς φαντασίας τοῦ παρόντος βίου, πρὸς ἐκεῖνον τεταμένοι τὸν ἔρωτα, ἀλλὰ πάσης μὲν καταγελάσουσι τῆς εὐημερίας, πάσης δὲ ὑπερόψονται δυσπραγίας, προσδεδεμένοι τῷ πόθῳ τοῦ Θεοῦ, καὶ οὐδὲν ἄλλο ὁρῶντες, ἀλλ' ἢ ἐκεῖνον μόνον, καὶ πανταχοῦ αὐτὸν φανταζόμενοι, καὶ πάντων μακαριωτέρους ἑαυτοὺς εἶναι νομίζοντες. Κἂν ἐν πενίᾳ, κἂν ἐν ἀτιμίᾳ, κἂν ἐν δεσμοῖς, κἂν ἐν θλίψεσι, κἂν ἐν τοῖς ἐσχάτοις ὦσι κακοῖς, τῶν βασιλευόντων αὐτῶν ἄμεινον ἡγήσονται διακεῖσθαι, ἐν πᾶσιν οἷς ἂν πάσχωσι θαυμαστήν τινα παραμυθίαν ἔχοντες, τὸ διὰ τὸν ποθούμενον ταῦτα πάσχειν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
