# Expositiones in Psalmos 5.1-9

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΜΔʹ ΨΑΛΜΟΝ. Ἐπινίκιος ὑπὲρ τῶν ἀνθῶν τῶν υἱῶν Κορέ. Ἄλλος, Τῷ νικοποιῷ ἐπὶ τοῖς κρίνοις τῶν υἱῶν Κορέ. Ὁ δὲ Ἑβραῖος ἀντὶ τοῦ, Κρίνοις, Ἀλ σωσανεὶμ, λέγει· Συνέσεως ᾆσμα εἰς τὸν ἀγαπητόν. Ἄλλος, Ἐπιστήμονος ᾆσμα πρὸς φιλίας. Ἄλλος, Τοῖς ἠγαπημένοις· ὁ δὲ Ἑβραῖος, Ἰδοθὼθ, φησίν. Οἱ δὲ Ἑβδομήκοντα, Εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων τοῖς υἱοῖς Κορὲ, εἰς σύνεσιν, ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. Ἄλλος, Ἐξείρπυσεν. Ἄλλος, Ἐκινήθη ἡ καρδία μου λόγῳ ἀγαθῷ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/5.1-9

Τίς οὖν κοινωνία ὅπλοις καὶ μύροις, χρίσματι καὶ ῥομφαίᾳ, διδασκαλίᾳ καὶ πολέμῳ, τόξοις καὶ ὡραϊσμῷ; Τὰ μὲν γάρ ἐστιν εἰρήνης σύμβολα, τὰ δὲ μάχης καὶ παρατάξεως. Τίς οὖν ἐστιν ὁ εἰρηνικὸς ὁμοῦ καὶ πολεμικός; ὁ μύρον στάζων, καὶ ὅπλοις φραττόμενος; ὁ προϊὼν ἀπὸ βάρεων ἐλεφαντίνων, καὶ μυρίους βάλλων τῶν ἐχθρῶν, καὶ τοσαύτας ἐργαζόμενος σφαγάς; Πῶς λύσομεν τὴν ἀπορίαν ταύτην; Ἂν γνῶμεν ἀκριβῶς ὅτι καὶ περὶ τοῦ Πατρὸς αὐτοῦ ταῦτα λέγεται. Καὶ γὰρ καὶ αὐτὸν εἰσάγει ὁ Προφήτης ἀλλαχοῦ ὁπλιζόμενον, ὡς ὅταν λέγῃ· Ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει· τὸ τόξον αὐτοῦ ἐνέτεινε, καὶ ἡτοίμασεν αὐτὸ, καὶ ἐν αὐτῷ ἡτοίμασε σκεύη θανάτου. Καὶ πάλιν ἀλλαχοῦ· Ἐνδύσεται θώρακα δικαιοσύνην. Ὅρα δὲ καὶ αὐθεντίαν τὴν αὐτήν. Ὥσπερ γὰρ ἐκεῖ φησι, Τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει, οὐ παρά τινος κελευσθεὶς, ἀλλ' αὐτὸς ἀφ' ἑαυτοῦ· οὕτω καὶ ἐνταῦθα, Τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα, λαοὶ ὑποκάτω σου πεσοῦνται ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως. Εἶτα δεικνὺς, ὅτι οἴκοθεν πάντα ποιεῖ, λέγει· Ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. Οὐχ ἑτέρωθεν, φησὶν, ἐνέργειαν δέχῃ, ἀλλ' αὐτὸς ἑαυτῷ ἀρκεῖς. Ἄκουε δὲ καὶ αὐτοῦ λέγοντος τοῦ τῆς εἰρήνης Θεοῦ πρὸς τοὺς μαθητάς· Οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν. Καὶ πάλιν· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί ἤθελον εἰ ἤδη ἀνήφθη; Οὗτος δὲ περὶ αὐτοῦ λέγων, πῶς ἥξει φησί· Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν. Ταῦτα λέγω, ἵνα διεγηγερμένοι ἦτε, καὶ τὰ ἀπὸ τῶν λέξεων σημαινόμενα μετὰ ἀκριβείας ἐκλαμβάνοντες, λύητε παρ' ἑαυτοῖς καὶ ἀπορίαν. Ταῦτα γὰρ τὰ ὀνόματα τῶν ἐνεργειῶν αὐτοῦ ἐστι σημαντικά. Οὕτω τοίνυν καὶ ἐνταῦθα ὅταν ἀκούσῃς, Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατὲ, τῆς ἐνεργείας αὐτοῦ εἶναι ὄνομα νόμιζε· καὶ τὰ τόξα καὶ τὰ βέλη. Ὥσπερ γὰρ ὀργίζεσθαι τὸν Θεὸν ἡ Γραφὴ λέγει, οὐ πάθος αὐτῷ περιάπτουσα, ἀλλὰ διὰ τῆς λέξεως ταύτης τὴν ἐνέργειαν αὐτοῦ τὴν κολαστικὴν παριστῶσα, καὶ τῶν παχυτέρων καθαπτομένη· οὕτω καὶ τὰ ὅπλα λέγουσα τοῦτο δηλοῖ. Ἐπειδὴ γὰρ ἡμεῖς οὐ δι' ἑαυτῶν, ἀλλὰ δι' ἑτέρων ὀργάνων τιμωρούμεθα, θέλων δεῖξαι τὴν τιμωρητικὴν αὐτοῦ δύναμιν, διὰ τῶν γνωρίμων ἡμῖν ὀνομάτων ἐδήλωσεν, οὐχ ἵνα ὅπλα περὶ Θεὸν νοήσωμεν, ἀλλ' ἵνα ἐμφαντικώτερον τὴν κόλασιν αὐτοῦ ἀκούσωμεν. Ἀλλὰ πολλοὶ, φησὶν, ἐντεῦθεν ἐβλάβησαν. Ἀλλ' εἰκῆ καὶ μάτην καὶ ὑπὸ τῆς οἰκείας ἀνοίας· μάλιστα μὲν γὰρ ἀκούοντες Θεὸν, ὤφειλον συνιέναι, ὅτι τροπικώτερον εἴρηται· νυνὶ δὲ οὐ διὰ ῥημάτων ἑτέρων αὐτοὺς παιδεῦσαι τὸ ἀπαθὲς τοῦ Θεοῦ ἠμέλησεν ἡ Γραφή. Ἄκουσον γοῦν ἀλλαχοῦ πῶς αὐτοῦ δείκνυσι τὴν εὐκολίαν τῆς τιμωρίας, λέγων· Ἀναστήτω ὁ Θεὸς, διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ. Μὴ χρεία ὅπλων; μὴ χρεία ῥομφαίας; Ἀρκεῖ μόνον, φησὶν, ἡ ἀνάστασις. Ἀλλὰ καὶ τοῦτο πάλιν παχύ· διὸ πολλαχοῦ λέγει· Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν. Καὶ πάλιν· Ἀπὸ προσώπου αὐτοῦ ἐσαλεύθη ἡ γῆ. Ἀλλὰ καὶ τοῦτο παχύ. Ἄκουσον τὸ ὑψηλότερον· Πάντα, ὅσα ἠθέλησεν, ἐποίησεν· ἀρκεῖ γὰρ αὐτῷ τὸ θελῆσαι μόνον. Σκόπει δὲ πῶς καὶ ἐν αὐτοῖς τοῖς παχυτέροις τούτοις δείκνυσι τὸ ἀνενδεὲς τοῦ Θεοῦ. Οὐ γὰρ πρότερον ὅπλων ἐμνημόνευσεν, ἕως ὅτε δυνατὸν αὐτὸν ἐκάλεσε· καὶ πάλιν καταλέξας τὰ ὅπλα, ὅλην τὴν νίκην τῇ δεξιᾷ αὐτοῦ ἐλογίσατο, τουτέστι, τῇ φύσει αὐτοῦ καὶ τῇ δυνάμει αὐτοῦ. Ὅπερ καὶ ἄλλος προφήτης δηλῶν ἔλεγεν· Ἡ ἀρχὴ αὐτοῦ ἐπὶ τοῦ ὤμου αὐτοῦ· οὐχ ἵνα ὦμον νοήσῃς (μὴ γένοιτο), ἀλλ' ἵνα εἰδῇς ὅτι οὐ δεῖται ἑτέρων Θεὸς συμμαχίας. Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατὲ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου. Τί οὖν ἐνταῦθα λέγει; Διὰ τῶν παχυτέρων ὀνομάτων τούτων τὴν ἐνέργειαν αὐτοῦ δείκνυσι, δι' ἧς τὴν οἰκουμένην κατώρθωσε, δι' ἧς τὸν πόλεμον ἔλυσε, καὶ τὸ τρόπαιον ἔστησε. Καὶ γὰρ πόλεμος ἦν χαλεπὸς, πολέμων ἁπάντων ὁ πικρότατος, οὐ βαρβάρων πολεμούντων, ἀλλὰ τῶν δαιμόνων ἐπιβουλευόντων, καὶ τὴν οἰκουμένην διαφθειρόντων ἅπασαν. Διὰ δὴ τοῦτο καὶ ὁ Ἡσαΐας ἔλεγε· Καὶ τῶν ἰσχυρῶν μεριεῖται σκῦλα· καὶ πάλιν· Πνεῦμα Κυρίου ἐπ' ἐμέ· οὗ ἕνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν. Διὰ δὴ τοῦτο καὶ Παῦλος πανταχοῦ τῶν ἐπιστολῶν προγράφων ἔλεγε· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν. Καὶ πάλιν· Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕν. Ἵνα δὲ μὴ ἀκούων, Περίζωσαι τὴν ῥομφαίαν σου, μάχαιραν νομίσῃς αἰσθητὴν, ἄκουε τῶν ἑξῆς. Εἰπὼν γὰρ, Περίθου τὴν μάχαιράν σου, ἐπήγαγε, Τῇ ὡραιότητί σου, καὶ τῷ κάλλει σου· τοῦτό ἐστιν ἡ μάχαιρα, ἡ ὡραιότης αὐτοῦ, καὶ τὸ κάλλος αὐτοῦ, καὶ ἡ δόξα, καὶ τὸ ἀξίωμα, καὶ ἡ μεγαλωσύνη. καὶ ἡ μεγαλοπρέπεια. Οὐδενὸς γὰρ δεῖται ἡ οὐσία ἐκείνη εἰς τὸ κατορθῶσαι τὰ προκείμενα· ἀνενδεὴς γάρ ἐστι. Παρακαλεῖ τοίνυν ὁ προφήτης, ὑπὲρ τῆς οἰκουμένης εἰς πόλεμον αὐτὸν ἐξάγων. Εἶτα ἀπὸ τῶν ὑψηλῶν πάλιν ἐπὶ τὰ παχύτερα κατάγει τὸν λόγον. Εἰπὼν γὰρ μάχαιραν καὶ μηρὸν, ἀνῆλθεν εἰς τὴν ὡραιότητα· καὶ πάλιν ἐκεῖθεν κάτεισιν ἐπὶ τὰ σωματικώτερα, καί φησιν· Καὶ ἔντεινε, καὶ κατευοδοῦ, καὶ βασίλευε. Εἰπὼν δὲ, Ἔντεινε, τὸ τόξον ἡμῖν ἐδήλωσε καὶ τὸ βέλος. Εἶτα δεικνὺς πάλιν, ὅτι οὐχ ὅπλων αὐτῷ δεῖ, ἐπήγαγε, Καὶ κατευοδοῦ, καὶ βασίλευε. Ἕτερος δὲ ἑρμηνευτής φησι, Πρόκοπτε. Βασιλείαν δὲ ἐνταῦθα λέγει, ἣν ἐλθὼν κατώρθωσεν ἐν ὑστάτοις καιροῖς, τὴν κατ' οἰκείωσιν καὶ γνῶσιν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
