Ancient Greek · ~18 min
ΕΙΣ ΤΟΝ ΜΗʹ ΨΑΛΜΟΝ. Εἰς τὸ τέλος τοῖς υἱοῖς Κορέ. Ἄλλος, Ἐπινίκιος. Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη. Ἄλλος, Ἀκούσατε τοῦτο. Ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. Ἄλλος, Τὴν ἐγκατάδυσιν. Ἄλλος φησὶ, Τὴν κατάδυσιν. Ὁ δὲ Ἑβραῖος, Ὄλδ, Οἵ τε γηγενεῖς καὶ οἱ υἱοὶ τῶν ἀνθρώπων. Ἄλλος, Ἥ τε ἀνθρωπότης, προσέτι δὲ καὶ οἱ υἱοὶ ἑκάστου ἀνδρός. Ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης. Ἄλλος, Ὁμοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 6.1-10
Not analysed yet
Εἶδες πῶς οὐκ ἀπὸ τῶν μελλόντων, ἀλλὰ καὶ ἀπὸ τῶν ἐνταῦθα συμβαινόντων, ἀπάγει κακίας καὶ πλεονεξίας, καὶ χειραγωγεῖ πρὸς ἀρετὴν, καταλύων τὴν περὶ τὰ χρήματα μανίαν, καὶ τοὺς πρὸς τὰ παρόντα ἐπτοημένους ἀνοήτους καλῶν, καὶ διὰ τῶν πραγμάτων τοῦτο ἀποδεικνύς; Τί γὰρ ἀνοητότερον, εἰπέ μοι, ἀνθρώπου πονοῦντος, καὶ ταλαιπωρουμένου, καὶ τοσαῦτα συνάγοντος, ὥστε ἑτέρους ἐντρυφᾷν τοῖς αὐτοῦ πόνοις; τί δὲ τῆς ματαιοπονίας ταύτης χεῖρον, ὅταν αὐτὸς μὲν ἀπέλθῃ τοὺς ἱδρῶτας ἀνασχόμενος, καὶ τοὺς καμάτους ὑπομείνας, ἑτέροις δὲ παρέχῃ τὴν ἀπόλαυσιν, καὶ οὐδὲ οἰκείοις τισὶ καὶ γνωρίμοις, ἀλλὰ καὶ πολλάκις ἐχθροῖς καὶ πολεμίοις; Διὰ τοῦτο οὐκ εἶπεν, Ἑτέροις, ἀλλ', Ἀλλοτρίοις καταλείψουσι τὸν πλοῦτον αὐτῶν. Τί δέ ἐστιν, Ἐπὶ τὸ αὐτὸ ἄφρων καὶ ἄνους ἀπολοῦνται; Μετὰ τῶν ἔμπροσθεν εἰρημένων, φησί. Ἐνταῦθά μοι τὸν περὶ τῶν ἀσεβῶν δοκεῖ κινεῖν λόγον, τῶν πρὸς τὰ παρόντα ἐπτοημένων, καὶ οὐδὲν περὶ τῶν μελλόντων φιλοσοφούντων, ἀνοήτους καὶ ἐντεῦθεν καλῶν. Εἰ γὰρ μηδὲν ἡγῇ μετὰ ταῦτα εἶναι, τίνος ἕνεκεν σαυτὸν κόπτεις καὶ ταλαιπωρῇ, μυρία συνάγων πανταχόθεν χρήματα, καὶ τοὺς μὲν πόνους ὑπομένων, τῆς δὲ ἀπολαύσεως οὐ μετέχων; Καὶ οἱ τάφοι αὐτῶν, οἰκία αὐτῶν εἰς τὸν αἰῶνα. Τοῦτο κατὰ τὴν ὑπόνοιαν ἐκείνων φησί. Σκηνώματα αὐτῶν εἰς γενεὰν καὶ γενεάν· ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν αὐτῶν. Τί ταύτης τῆς ἀνοίας γένοιτ' ἂν χεῖρον, τὸ τοὺς τάφους οἰκίαν νομίζειν διηνεκῆ, τὸ φιλοτιμεῖσθαι περὶ ταῦτα; Πολλοὶ γοῦν πολλάκις τοὺς τάφους τῶν οἰκιῶν λαμπροτέρους εἰργάσαντο. Ἢ γὰρ τοῖς πολεμίοις πονοῦσι καὶ ταλαιπωροῦνται, ἢ τῷ σκώληκι καὶ τῇ κόνει, εἰς οὐδὲν δέοντα ταῦτα ἀναλίσκοντες. Τοιαύτη γὰρ τῶν οὐδὲν περὶ τῶν μελλόντων ἐλπιζόντων ἡ φρόνησις. Ἀλλ' ἐνταῦθά μοι στενάξαι ἔπεισιν, ὅτι πολλοὶ καὶ τῶν τὰ μέλλοντα ἐλπιζόντων, κατὰ τοῦτο ἐκείνους μιμοῦνται, τοὺς οὐδεμίαν περὶ τῶν μελλόντων ἔχοντας ἐλπίδα, τάφους οἰκοδομοῦντες, καὶ λαμπρὰ σήματα ποιοῦντες, καὶ χρυσίον κατορύττοντες, καὶ εἰς ἑτέρους τὰ ὄντα παραπέμποντες, κατὰ τοῦτο ἐκείνων χείρους ὄντες. Ὁ μὲν γὰρ οὐδὲν προσδοκῶν μετὰ ταῦτα, εἰ καὶ αὐτὸς ἀλόγως, ἀλλ' ὅμως διὰ τὸ μηδὲν προσδοκᾷν, περὶ τὰ παρόντα φιλοπονεῖται· σὺ δὲ ὁ τὴν μέλλουσαν ζωὴν εἰδὼς, ἄνθρωπε, καὶ τὰ ἀγαθὰ ἐκεῖνα τὰ ἀπόῤῥητα, κατὰ τὴν ῥῆσιν ἐκείνην τὴν εὐαγγελικὴν, ὅτι Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος, ποίαν ἂν σχοίης συγγνώμην; τίνα ἀπολογίαν; ποίαν δὲ οὐκ ἂν ὑποσταίης δικαίως κόλασιν, πάντα ἐνταῦθα καταδαπανῶν εἰς τὴν κόνιν, εἰς τὴν τέφραν, εἰς τὰ σήματα, εἰς τοὺς πολεμίους, εἰς τοὺς ἐχθρούς; Ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν αὐτῶν. Ἰδοὺ καὶ ἑτέρας ἀνοίας εἶδος, τὸ περιτιθέναι τὰς προσηγορίας αὐτῶν οἰκοδομήμασι, καὶ ἀγροῖς, καὶ λουτροῖς, καὶ μεγίστην ἐντεῦθεν καρποῦσθαι παραμυθίαν νομίζειν, καὶ τὴν σκιὰν διώκειν ἀντὶ τῆς ἀληθείας. Εἰ γὰρ μνήμης ἐρᾷς διηνεκοῦς, μὴ ὀνόματα περιθῇς οἰκοδομήμασιν, ἄνθρωπε, ἀλλ' ἀνάστησον τρόπαια κατορθωμάτων, ἃ καὶ ἐν τῷ παρόντι σοι βίῳ τὸ ὄνομα διατηρεῖ, καὶ πρὸς τὴν μέλλουσαν ζωὴν ἀθάνατον κατασκευάζει σοι τὴν ἀνάπαυσιν. Εἰ μνήμης ἐρᾷς καὶ ἐπιθυμεῖς, ἐγώ σε διδάσκω τὴν ἀληθῆ καὶ σαφεστάτην ὁδόν· ἀρετῆς ἐπιμελοῦ. Οὐδὲν γὰρ οὕτως ἀθάνατον ὄνομα ποιεῖ, ὡς ἀρετῆς φύσις. Καὶ τοῦτο δηλοῦσιν οἱ μάρτυρες, δηλοῖ τῶν ἀποστόλων τὰ λείψανα, δηλοῖ τῶν ἐν ἀρετῇ βεβιωκότων ἡ μνήμη. Πόσοι βασιλεῖς πόλεις ἀνέστησαν, λιμένας κατεσκεύασαν, καὶ τὰ ὀνόματα ἐπιθέντες ἀπῆλθον; ἀλλ' οὐδὲν ἀπώναντο, ἀλλὰ σεσίγηνται, καὶ λήθῃ παραδέδονται. Ὁ δὲ ἁλιεὺς Πέτρος οὐδὲν τούτων ἐργασάμενος, ἐπειδὴ ἀρετὴν μετῆλθε, καὶ τὴν βασιλικωτάτην κατέλαβε πόλιν, ὑπὲρ τὸν ἥλιον λάμπει καὶ μετὰ τελευτήν. Ὃ δὲ σὺ ποιεῖς, καταγέλαστον καὶ αἰσχύνης γέμον. Οὐ γὰρ μόνον σε λαμπρὸν ταῦτα οὐκ ἐργάσεται τὰ μνημεῖα, ἀλλὰ καὶ καταγέλαστον, καὶ τὰ πάντων ἀνοίξει στόματα. Αἱ γὰρ οἰκοδομαὶ τῷ χρόνῳ δυναμένην σου τὴν πλεονεξίαν λήθῃ παραδοθῆναι, ὥσπερ στῆλαι, καὶ τρόπαιά σου τῆς πλεονεξίας ἑστήκασι πανταχοῦ. Καὶ ἄνθρωπος ἐν τιμῇ ὢν, οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Ἐνταῦθά μοι λοιπὸν ἀποδύρεσθαι ὁ Προφήτης δοκεῖ, ὅτι τὸ ζῶον τὸ λογικὸν, τὸ καὶ τὴν βασιλείαν τὴν ἐπὶ γῆς ἐγχειρισθὲν, πρὸς τὴν τῶν ἀλόγων εὐτέλειαν ἐξέκλινε, ματαιοπονοῦν, ἐναντία τῇ σωτηρίᾳ τῇ ἑαυτοῦ κατασκευάζον, κενοδοξίαν διῶκον, πλεονεξίαν μετιὸν, ἀνήνυτα πονοῦν. Τιμὴ γὰρ ἀνθρώπου ἀρετὴ, καὶ τὸ περὶ τῶν μελλόντων φιλοσοφεῖν, καὶ πρὸς ἐκείνην τὴν ζωὴν ἅπαντα πραγματεύεσθαι, καὶ τὸ τῶν παρόντων ὑπερορᾷν. Ἡ μὲν γὰρ τῶν ἀλόγων ζωὴ μέχρι τοῦ παρόντος συγκέκλεισται βίου· ἡ δὲ ἡμετέρα πρὸς ἑτέραν ὁδεύει βελτίω, καὶ τέλος οὐκ ἔχουσαν. Ἀλλ' οὗτοι οἱ περὶ τῶν μελλόντων οὐδὲν εἰδότες, τῶν ἀλόγων χείρους εἰσίν· οὐχ οὗτοι δὲ μόνον, ἀλλὰ καὶ οἱ βίῳ διεφθαρμένῳ συζῶντες, ὄφεις γινόμενοι καὶ σκορπίοι καὶ λύκοι διὰ τῆς πονηρίας, καὶ βόες διὰ τῆς ἀνοίας, καὶ κύνες διὰ τῆς ἀναισχυντίας.