Ancient Greek
ΕΙΣ ΤΟΝ ϛʹ ΨΑΛΜΟΝ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 6.1-3
Not analysed yet
Οὗτος τῆς μετανοίας ὁ καρπὸς, τοῦτο τῶν δακρύων τὸ κέρδος. Ἡ γὰρ οὕτω συντριβεῖσα διάνοια, οὐδεμιᾷ λοιπὸν προσπαθείᾳ κατέχεται. Τοῦτο δὴ καὶ ἡμεῖς ποιῶμεν· κἂν αὐτὸ διάδημα ᾖ τις περικείμενος, βλάπτῃ δὲ ἡμᾶς, ἀτιμάζωμεν αὐτοῦ τὴν φιλίαν. Οὐδὲν γὰρ εὐτελέστερον ἀνδρὸς, καὶ βασιλεύοντος, ὅταν κακίᾳ συζῇ· ὥσπερ οὐδὲν βασιλικώτερον καὶ δεσμώτου, ὅταν ἀρετὴν ᾖ κεκτημένος. Ὅτι εἰσή κουσε Κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου. Οὐκ εἶπεν, Ὅτι εἰσήκουσε τῆς φωνῆς μου, ἁπλῶς, ἀλλὰ, Τῆς φωνῆς τοῦ κλαυθμοῦ μου. Ὁρᾷς πῶς καὶ τὰ παρ' ἑαυτοῦ μετὰ πολλῆς εἰσάγει τῆς δαψιλείας, καὶ φωνὴν, καὶ κλαυθμὸν, φωνὴν ἐνταῦθα οὐ τὸν τόνον λέγων τῆς κραυγῆς, ἀλλὰ τὴν διάθεσιν τῆς διανοίας, καὶ κλαυθμὸν οὐ τὸν ἀπὸ τῶν ὀφθαλμῶν μόνον, ἀλλὰ καὶ τὸν ἀπὸ τῆς ψυχῆς; Ὁ γὰρ μετάνοιαν εἰσάγων, καὶ παρὰ τοῦ Θεοῦ ἀκουόμενος, εὐκόλως καὶ τοῦτο δύναται κατορθῶσαι τὸ ἀγαθὸν, τὸ διακρούεσθαι τῶν πονηρῶν τὰς συνουσίας. Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν πάντες οἱ ἐχθροί μου. Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω, καὶ καταισχυνθήτωσαν σφόδρα διὰ τάχους. Αὕτη ἡ εὐχὴ μεγίστην ἔχει ὠφέλειαν, τό τε αἰσχυνθῆναι λέγω, καὶ τὸ εἰς τοὐπίσω ἀπελθεῖν. Οἱ γὰρ κακῶς τρέχοντες, εἰ καταισχυνθεῖεν, καὶ εἰς τὰ ὀπίσω ἀπέλθοιεν, στήσονται τῆς πονηρίας. Ὥσπερ γὰρ εἰ ἄνθρωπον ἴδωμεν κατὰ κρημνοῦ φερόμενον, ἀναχαιτίζομεν αὐτὸν τῆς προσωτέρω φορᾶς, λέγοντες· Ἄνθρωπε, ποῦ φέρῃ; κρημνὸς ἔμπροσθεν ἀπαντήσεται· οὕτω δὴ καὶ οὗτος ἀξιοῖ τοὺς κακοὺς πάλιν εἰς τοὐπίσω ἀναδραμεῖν. Οὕτω καὶ ἵππον μαινόμενον ἂν μὴ ταχέως τις ἀνακρούσηται, ταχέως ἀπολεῖται. Οὕτω καὶ ἰατροὶ ἰὸν ἑρπετοῦ τινος πολλάκις ἐπινεμόμενον ἅπαν τὸ σῶμα μετὰ πολλοῦ τοῦ τάχους τῆς προσωτέρω φορᾶς ἱστῶσιν, ἐγκόπτοντες αὐτοῦ τὴν κακίαν. Τοῦτο δὴ καὶ ἡμεῖς ποιῶμεν, καὶ τὴν ἐν ἡμῖν κακίαν ἀναστέλλωμεν μετὰ πολλοῦ τοῦ τάχους, ἵνα μὴ προϊοῦσα αὔξῃ τὴν νόσον. Καὶ γὰρ ἀμελούμενα, μείζονα γίνεται τῶν ἁμαρτημάτων τὰ τραύματα, καὶ οὐ μέχρι τραυμάτων ἵσταται τὰ τῆς νόσου καὶ τῆς ἀῤῥωστίας, ἀλλὰ καὶ θάνατον τίκτει τὸν ἀθάνατον, ὥσπερ ἂν ἐξ ἀρχῆς καὶ τὰ μικρὰ ἀνέλωμεν, οὐδὲ τὰ μεγάλα ἕψεται. Σκόπει δέ. Ὁ μελετήσας μὴ ὑβρίζειν, οὐδὲ μάχεσθαι εἴσεται· ὁ μὴ εἰδὼς μάχεσθαι, καὶ τὸ φιλεῖν κατορθώσει· ὁ κατορθώσας τὸ φιλεῖν, ἐχθρὸν οὐχ ἕξει· ὁ δὲ ἐχθρὸν οὐκ ἔχων, ἀλλὰ τὴν ἀγάπην ἐπιδεικνύμενος, ἅπασαν κατορθώσει τὴν ἀρετήν. Μὴ δὴ τῶν προτέρων ἀμελῶμεν, ἵνα μὴ πρὸς τὸ μεῖζον αἴρηται τὰ κακά. Ὁ Ἰούδας, εἰ τὸ χρημάτων ἐρᾷν ἐκόλασεν, οὐκ ἂν εἰς ἱεροσυλίαν ἦλθε· ταύτην εἰ κατέσχεν, οὐκ ἂν εἰς τὸν κολοφῶνα τῶν κακῶν ἐξεπήδησε. Διὰ τοῦτο καὶ ὁ Χριστὸς οὐ τὴν πορνείαν μόνον, οὐδὲ τὴν μοιχείαν, ἀλλὰ καὶ τὴν ἀκόλαστον ὄψιν ἀναστέλλει, τὴν ῥίζαν κάτωθεν ἀνασπῶν, ὥστε καὶ εὐκολώτερον εἶναι περιγενέσθαι τῆς πονηρίας. Τοῦτο καὶ ἐπὶ τῶν Ἰουδαίων ἐποίει, παχύτερον μὲν καὶ ὡς δι' αἰνιγμάτων, ἐπειδὴ πρὸς σαρκωδεστέρους ὁ λόγος ἦν, ἐποίει γοῦν ὅμως. Πῶς, καὶ τίνι τρόπῳ; Οὐκ ἠφίει ἐν κτήνεσι γίνεσθαί τινα μίξιν ἐκ διαφόρων γενεῶν, οὐκ ἠφίει αἷμα ἐσθίειν ἀλόγων, οὐκ ἠφίει ἐνέχυρα κατέχειν μετὰ τὴν ἑσπέραν, μεγάλα ἐκ τούτων ἀναστέλλων κακά· διὰ μὲν τοῦ προτέρου τὴν ἀῤῥενομιξίαν, διὰ δὲ τοῦ δευτέρου τοὺς φόνους, διὰ δὲ τοῦ τρίτου τὴν ὠμότητα καὶ τὴν ἀπανθρωπίαν. Ἀλλὰ νῦν πάντα ἀνέδην καὶ μετὰ πολλῆς πράττεται τῆς ἀναισχυντίας· διὰ τοῦτο πάντα ἄνω καὶ κάτω γέγονεν. Ὅταν τοίνυν μικρὸν καταδέξῃ πάθος, μὴ τοῦτο ἴδῃς ὅτι μικρὸν, ἀλλ' ἐννόησον, ὅτι τὸ ἐξ αὐτοῦ τρεφόμενον τὰ μέγιστα τίκτει δεινά. Καὶ γὰρ ἐπειδὰν ἴδωμεν ἐν οἰκίᾳ στυππίον ἀναφθὲν μικρὸν, θορυβούμεθα καὶ ταραττόμεθα· οὐ γὰρ τῷ προοιμίῳ προςέχομεν, ἀλλ' ἀπὸ τοῦ προοιμίου τὸ τέλος λογιζόμενοι θορυβούμεθα καὶ περιτρέχομεν, ὥστε ὁλόκληρον σβέσαι τὴν κάμινον. Τούτου τοῦ πυρὸς σφοδρότερον ἐπινέμεται ψυχὴν ἡ κακία. Διὸ δεῖ προκαταλαβεῖν. Ἐὰν γὰρ ῥᾳθυμήσωμεν, δυσκολωτέρα γίνεται ἡ διόρθωσις. Τοῦτο καὶ ἐπὶ πλοίου συμβαῖνον ἴδοι τις ἂν, καὶ τοὺς ναύτας θορυβουμένους, οὐχ ὅταν ἴδωσι τὴν θάλατταν ὑπερέχουσαν, ἀλλὰ καὶ ὅταν μέλλουσαν τοῦτο ποιεῖν. Μὴ τοίνυν ὦμεν ῥᾴθυμοι τοῖς μικροῖς ἁμαρτήμασιν, ἀλλὰ μετὰ πολλῆς αὐτὰ ἀναστέλλωμεν τῆς σφοδρότητος, ἵνα τῶν μειζόνων ἀπαλλαγῶμεν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.