# Expositiones in Psalmos 6.1-5

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ Ηʹ ΨΑΛΜΟΝ. Εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν. Ἄλλος, Ἐπινίκιον ὑπὲρ τῶν ληνῶν. Ἄλλος, Τῷ νικοποιῷ, ὑπὲρ τῆς Γετθίτιδος. Ὁ δὲ Ἑβραῖος, Λαμανασσὴ, ἂλ ἁγεθθίθ. Κύριε, ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ. Ἄλλος, Τί μέγα τὸ ὄνομά σου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/6.1-5

Ταῦτα πάντα μετὰ ἀκριβείας ἀναλογιζόμενοι παρ' ἑαυτοῖς, καὶ τὸν λόγον ἐκ τούτων πλατύνοντες (Δίδου γὰρ σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται), τὴν ἀναισχυντίαν αὐτῶν καὶ τὴν ἀγνωμοσύνην ἐλέγχειν δυνήσεσθε. Ὅτι ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου. Ἄλλος, Ὁρῶ γὰρ τοὺς οὐρανούς. Σελήνην καὶ ἀστέρας ἃ σὺ ἐθεμελίωσας. Ἄλλος, Ἡτοίμασας. Ἄλλος, Ἥδρασας. Εἰπὼν, ὅτι Κατέλυσας τοὺς ἐχθροὺς, καὶ τὴν ἀπόδειξιν παρέχει τῆς λαμπρᾶς ταύτης νίκης. Σὺ γὰρ, φησὶν, ὁ σταυρωθεὶς, ὁ ἀναιρεθεὶς, ἀνεφάνης τῆς οἰκουμένης δημιουργός. Διὰ τοῦτό φησι· Ὄψομαι τοὺς οὐρανούς· δηλῶν, ὅτι ἔμπροσθεν οὐ πολλοὶ τοῦτο ᾔδεισαν, ὕστερον μέντοι πάντες εἴσονται. Καὶ τίνος ἕνεκεν οὐκ ἐπῆλθεν ἅπαντα τῆς οἰκουμένης τὰ μέρη; Ὅτι τὰ καιριώτερα τῶν ὁρωμένων ἐπελθὼν, οὐδὲν ἔδει τῆς περὶ τῶν ἄλλων διδασκαλίας. Εἰς τοσοῦτον τοίνυν κατελύθησαν οἱ ἐχθροὶ, ὡς τὸν παρ' αὐτῶν ἐλαυνόμενον καὶ ἀναιρεθέντα ἀναφανῆναι τῶν ὁρωμένων ἁπάντων δημιουργόν. Καὶ τίνος ἕνεκεν οὐκ εἶπε, Τῶν χειρῶν σου, ἀλλὰ, Τῶν δακτύλων σου; Τῆς ἐλαχίστης ἐνεργείας ἔργον δεικνὺς τὰ ὁρώμενα, καὶ τὸ παράδοξον τῆς δημιουργίας, ὅτι κρεμασθέντες οὐκ ἐκπίπτουσιν οἱ ἀστέρες· καίτοι γε οὐκ αὐτὴ τῶν θεμελίων ἡ φύσις, ἄνω κρεμᾶσθαι, ἀλλὰ κάτω κεῖσθαι πέφυκεν· ἀλλ' ὁ ἀριστοτέχνης δημιουργὸς καὶ παράδοξα ποιῶν, ἐν τοῖς φαινομένοις τὰ πλείονα ὑπὲρ φύσεως ἀκολουθίαν ἐποίησε. Καὶ διὰ τί μηδὲν περὶ ἀσωμάτων δυνάμεων διαλέγεται, καὶ ἐκεῖθεν δείκνυσιν αὐτοῦ τὴν δημιουργίαν; Ὅτι τέως τὸ σπουδαζόμενον τοῦτο ἦν, περὶ τῶν φαινομένων αὐτοὺς μαθεῖν. Διὰ τοῦτο καὶ ὁ Πατὴρ αὐτοῦ ἄνω καὶ κάτω Ἰουδαίοις διαλεγόμενος, οὐ λέγει· Ἐγὼ τοὺς ἀγγέλους ἐποίησα, καὶ τὰ Χερουβίμ· ἀλλ', Ἐγὼ τὸν οὐρανὸν ἐξέτεινα· ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν, ἡ δεξιά μου ἐστερέωσε· καὶ πάντα ἀεὶ τὸν λόγον ἐν τοῖς φαινομένοις ἀναλίσκει, πρὸς τὴν σωτηρίαν τῶν ἀκουόντων ἅπαντα πραγματευόμενος. Παχύτεροι γὰρ ὄντες, ἀπὸ τῶν φαινομένων μᾶλλον ἐνήγοντο, ἢ ἀπὸ τῶν ἀοράτων. Διὰ τοῦτο καὶ Παῦλος εἰσιὼν ἀεὶ καὶ δημηγορῶν, ἀπὸ τῆς φαινομένης κτίσεως προοιμιάζεται λέγων· Ὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανὸν, καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς· καὶ ἀπὸ τῶν ὄμβρων τῶν ἐτησίων, καὶ ἀπὸ τοῦ γένους τοῦ τῶν ἀνθρώπων ἀεὶ ποιεῖται τὸν λόγον. Ἂν γὰρ εἴπω ὅτι τὰ Χερουβὶμ ἐποίησε, διπλῆς μοι χρεία κατασκευῆς, ὅτι τε ἔστι Χερουβὶμ, καὶ ὅτι ἐποίησεν· ἐπὶ δὲ τῶν ὁρωμένων μόνον ὅτι ἐποίησεν ἀναγκάζομαι ἀποδεῖξαι. Διὸ καὶ εὐκολώτερος ὁ λόγος· τὴν γὰρ ὄψιν ἔχει μαρτυρίαν τῶν λεγομένων. Καὶ γὰρ τὸ μέγεθος, καὶ τὸ κάλλος, τὴν χρῆσιν, καὶ τὴν θέσιν, καὶ τὴν εὐρυθμίαν ὁρᾷ ὁ ἀκροατής. Ὥστε ἕν μοι τὸ σπουδαζόμενον, δεῖξαι ὅτι ὁ Θεὸς αὐτὸ εἰργάσατο. Καὶ τίνος ἕνεκεν οὐχὶ τοῦ ἡλίου ἐμνήσθη, ἀλλὰ τῆς σελήνης καὶ τῶν ἀστέρων; Μάλιστα μὲν οὖν τοῦτο εἰπὼν, κἀκεῖνο ᾐνίξατο. Ἐπειδὴ γάρ τινες ἀποσχίζουσι τῆς δημιουργίας τοῦ Θεοῦ τὴν νύκτα, διὰ τῆς σελήνης αὐτὴν ἐνέφηνε, δεικνὺς ὅτι καὶ ταύτης δημιουργός ἐστιν. Οὐ μικρὰ δὲ καὶ ἡ τῶν ἀστέρων ποικιλία, καὶ ἡ τῶν σεληναίων δρόμων ἀπόδειξις. Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν, Ἄλλος, Τί ὁ κατ' ἄνδρα, ὅτι μνημονεύεις αὐτοῦ; Ἄλλος ἀντὶ τοῦ, Ἐπισκέπτῃ αὐτὸν, Ἐπισκέψῃ αὐτὸν, φησίν. Εἰπὼν περὶ τῆς δημιουργίας, καὶ ἐκ μέρους τὴν πᾶσαν αἰνιξάμενος, ἐμβάλλει λοιπὸν εἰς τὸν περὶ τῆς προνοίας τῶν ἀνθρώπων λόγον. Κἀκεῖνα μὲν γὰρ τὰ εἰρημένα, διὰ τὸ γένος τὸ ἡμέτερον, ἀλλὰ καὶ τὰ τῆς κηδεμονίας, ἧς ἔχεται· ἡ γὰρ κτίσις ἅπασα διὰ τὸν ἄνθρωπον. Πλὴν ἀλλὰ καὶ ἕτερον εἶδος ἀνακινεῖ προνοίας, καὶ οὐχ ἁπλῶς εἰς τοῦτον ἐμβάλλει τὸν λόγον, ἀλλὰ μετὰ πολλῆς τῆς εὐγνωμοσύνης, ὑπὲρ τῆς οἰκουμένης εὐχαριστῶν, καὶ τὴν καθόλου λέγων εὐεργεσίαν, καὶ τῆς οἰκονομίας τῆς εἰς αὐτὸν γεγενημένης τὸ μέγεθος παριστῶν. Εἰ γὰρ πρὸ τούτου οὐδὲν ἦν, πολλῷ μᾶλλον ὅτε ὁ Χριστὸς παρεγένετο, μετὰ τοσαῦτα καὶ τηλικαῦτα ἁμαρτήματα. Καὶ δείκνυσιν ὅτι οὐκ ἔξω φειδοῦς ἡ παρουσία τοῦ Χριστοῦ, ἀλλ' ἐκ πολλῆς φιλανθρωπίας. Καὶ γὰρ καθάπερ τις ἄριστος ἰατρὸς, τοὺς ὑγιαίνοντας ἀφεὶς, ἦλθε πρὸς ἡμᾶς τοὺς κάμνοντας. οὐδὲν ὄντας. Τοῦτο γοῦν παριστῶν, ἔλεγε· Τί ἐστιν ἄνθρωπος; ἀντὶ τοῦ, Οὐδέν ἐστιν, εὐτελές τί ἐστι. Πρὸς γὰρ τὴν τοσαύτην πρόνοιαν ἀφορῶν, καὶ τὴν τοσαύτην τοῦ Θεοῦ κηδεμονίαν, καὶ τὰς πραγματείας, ἃς ἐπραγματεύσατο διὰ τὴν σωτηρίαν τοῦ τῶν ἀνθρώπων γένους, σφόδρα ἐκπλήττεται καὶ θαυμάζει, τί δήποτε τοσαύτης ἠξίωσεν αὐτὸν προνοίας. Ἐννόησον γὰρ, ὅτι δι' αὐτὸν τὰ ὁρώμενα πάντα. Δι' αὐτὸν τὰ ἀπὸ Ἀδὰμ ἕως τῆς παρουσίας αὐτοῦ οἰκονομηθέντα· δι' αὐτὸν παράδεισος, καὶ ἐντολαὶ, καὶ κολάσεις, καὶ θαύματα, καὶ τιμωρίαι, καὶ εὐεργεσίαι, μετὰ τὸν νόμον· δι' αὐτὸν ὁ Υἱὸς τοῦ Θεοῦ ἄνθρωπος ἐγένετο. Τί ἄν τις εἴποι τὰ μέλλοντα, ὧν ἀπολαύειν μέλλει; Ταῦτα τοίνυν ἅπαντα ἀναλογιζόμενος λέγει· Τί τοσοῦτόν ἐστιν ἄνθρωπος, ὅτι τοσούτων ἠξιώθη;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
