# Expositiones in Psalmos 6.1-8

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΜΓʹ ΨΑΛΜΟΝ. Τῷ νικοποιῷ τοῖς υἱοῖς Κορέ. Ὁ Θεὸς ἡμῶν, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν, οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν ἔργον ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις. Ἄλλος ἑρμηνευτής φησιν, Ἐν ἡμέραις ταῖς πρίν. Ἄλλος, Ταῖς ἀρχῆθεν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/6.1-8

Οὐδὲ αὖ πάλιν σὺ μὲν εἶ ὁ αὐτὸς, ἐγὼ δὲ ἄλλον ἐπιγράφομαι Θεόν· ἀλλὰ Σὺ εἶ ὁ βασιλεύς μου καὶ ὁ Θεός μου. Οὐκ ἀπεπηδήσαμέν σου τῆς ἀρχῆς, οὐκ ἐπεγραψάμεθα προστάτην ἕτερον. Ὁ ἐντελλόμενος τὰς σωτηρίας Ἰακώβ· τουτέστι, καὶ ὁ Θεὸς ὁ αὐτὸς, καὶ ἡ πρόνοια ἡ αὐτή. Πόθεν οὖν ἡ μεταβολὴ τῶν πραγμάτων; Τί δέ ἐστιν, Ὁ ἐντελλόμενος; Ὁ κελεύων, ὁ παραγγέλλων σώζεσθαι τὸν Ἰακώβ. Ἐνταῦθα πάλιν τὴν εὐκολίαν τῆς συμμαχίας παρίστησι, καὶ τὴν ἐξουσίαν τὴν πολλὴν, καὶ οὐδὲ ἁπλῶς τοῦ προγόνου μέμνηται, ἀλλ' ἀντὶ δικαιώματος τὴν ἀρετὴν αὐτοῦ προβάλλεται, δυσωπῆσαι τὸν Θεὸν βουλόμενος. Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. Καὶ σὺ ὁ αὐτὸς, φησὶ, καὶ ἡ πρόνοια ἡ αὐτὴ, καὶ ἡμεῖς σὲ ἐπιγραφόμεθα, καὶ τοῖς αὐτοῖς ὅπλοις κεχρήμεθα. Τοῦτο γάρ ἐστιν, Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. Ἄλλος δέ φησι, Τοὺς θλίβοντας ἡμᾶς κερατιοῦμεν. Καὶ ἐν τῷ ὀνόματί σου ἐξουδενώσο μεν τοὺς ἐπανισταμένους ἡμῖν. Ἄλλος φησὶ, Συμπατήσομεν. Τί λέγω, φησὶν, Ἐν σοί; Ἀρκεῖ τὸ ὄνομά σου καλέσαι μόνον, καὶ πάντα ἀνύσαι μεθ' ὑπερβολῆς. Οὐδὲ γὰρ εἶπε, Κρατήσομεν, ἢ, Περιεσόμεθα, ἀλλ', Ἐξουδενώσομεν, οὐδὲ ἡγησόμεθα αὐτούς τι εἶναι, φησὶν, οὐδὲ φοβηθησόμεθα, ἀλλ' ὡς οὐδὲν ὄντας διώξομεν. Ὅπερ δηλῶν ἕτερος ἑρμηνευτὴς ἔλεγε· Καταπατήσομεν· τὴν κατὰ κράτος νίκην, τὴν χωρὶς ἀγωνίας παράταξιν, τὴν χωρὶς φόβου μάχην δεικνύς. Οὐ γὰρ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ. Ἄλλος φησὶ, Πέποιθα. Καὶ ἡ ῥομφαία μου οὐ σώσει με. Καὶ τίνος ἕνεκεν κέχρησαι τούτοις; τί δὲ καθοπλίζῃ, καὶ τόξον καὶ μάχαιραν μεταχειρίζῃ; Ὅτι οὕτως ἐκέλευσεν ὁ Θεός· διὰ δὴ τοῦτο κέχρημαι μὲν αὐτοῖς, τὸ δὲ πᾶν ἐπ' αὐτὸν ῥίπτω. Οὕτω πολεμεῖν τοῖς αἰσθητοῖς ἐχθροῖς ἐπαιδεύοντο ἀπὸ τῆς ἄνωθεν ῥοπῆς φραττόμενοι, οὕτω τοῖς νοητοῖς Καὶ σὺ τοίνυν, ὅταν τῷ διαβόλῳ πολεμῇς, λέγε. Οὐ τοῖς ὅπλοις μου θαῤῥῶ· τουτέστιν, οὐ τῇ ἐμῇ ἰσχύϊ, οὐδὲ ταῖς ἐμαῖς δικαιοσύναις, ἀλλὰ τῷ ἐλέει τοῦ Θεοῦ. Οὕτω καὶ Δανιὴλ ἔλεγεν· Οὐκ ἐν ταῖς δικαιοσύναις ἡμῶν ἐπιῤῥίπτομεν ἡμεῖς τὸν ἔλεον ἡμῶν ἔμπροσθέν σου. Ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς, καὶ τοὺς μισοῦντας ἡμᾶς κατῄσχυνας. Ἄλλος, Ὅτι ἔσωσας ἡμᾶς. Τί δεῖ λέγειν τὰ παλαιὰ, φησὶ, καὶ τὰ τῶν προγόνων; Ἡμεῖς αὐτοὶ πολλὰ τῆς σῆς προνοίας ἐνέχυρα ἔχομεν, καὶ τρόπαια λαμπρὰ ἀπαριθμεῖν, καὶ νίκας ἐπαλλήλους καὶ θαυμαστὰς καὶ παραδόξους δυνάμεθα. Διὰ γὰρ τοῦτο εἶπε, Κατῄσχυνας, ἐμφαίνων ὅτι οὐχ ἁπλῶς ἡμᾶς ἐξείλου, οὐδὲ ἁπλῶς ἐξήρπασας, ἀλλὰ μετὰ τῆς αἰσχύνης τῶν ἐπιόντων ἡμῖν. Ἐν τῷ Θεῷ ἐπαινεθησόμεθα ὅλην τὴν ἡμέραν· καὶ ἐν τῷ ὀνόματί σου ἐξομολογησόμεθα εἰς τὸν αἰῶνα. Ἄλλος φησί· Τὸν Θεὸν ὑμνοῦμεν κατὰ πᾶσαν ἡμέραν. Τὰ μὲν γὰρ τῆς νίκης, φησὶ, παρελήλυθε, τὰ δὲ τῆς εὐχαριστίας ἡμῖν μένει. Ὅλην γὰρ τὴν ἡμέραν, πᾶσαν λέγει τὴν ζωήν. Οὐ γὰρ παυόμεθα ὑμνοῦντες καὶ ἐγκαλλωπιζόμενοί σου ταῖς συμμαχίαις. Τοῦτο γὰρ ἡμῶν δόξα, τοῦτο καύχημα, ἐν τούτῳ πρὸς ἅπαντας φιλοτιμούμεθα· οὐχ ὅτι πόλιν ἔχομεν μεγάλην καὶ θαυμαστὴν, οὐδ' ὅτι πρῶτοι νικῶμεν, οὐδ' ὅτι ῥώμῃ σώματος περιγινόμεθα· ἀλλ' ὅτι Θεὸν ἔχομεν ἀληθῆ, ἐν τούτῳ καυχώμεθα· οὐχ ὅταν βοηθῇς ἡμῖν μόνον, ἀλλὰ καὶ ὅταν ἐγκαταλιμπάνῃς. Τοῦτο γάρ ἐστιν, Ὅλην τὴν ἡμέραν· καθάπερ καὶ Παῦλός φησιν· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν ἑτέρα δόξα τοιαύτη. Διὸ καὶ πάλιν ἔλεγεν, Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ Θεῷ. Οὐδὲν γὰρ ἴσον τούτου τοῦ καυχήματος. Μηδεὶς τοίνυν ἐπὶ πλούτῳ μεγαλοφρονείτω· μηδεὶς ἐπί τινι τῶν βιωτικῶν, ἀλλ' ἐπὶ τούτῳ μόνον, ἐπὶ τῷ τὸν Θεὸν ἔχειν Δεσπότην. Τοῦτο πάσης ἐλευθερίας ἄμεινον, τοῦτο τῶν οὐρανῶν αὐτῶν βέλτιον. Εἰ γὰρ τὸ ἀκούειν τοῦ δεῖνος καὶ τοῦ δεῖνος καύχημα πολλάκις ἤνεγκε παρ' ἀνθρώποις, ἐννόησον τὸ ἀκούειν τοῦ Θεοῦ ἡλίκην φέρει δόξαν. Διὸ καὶ ὁ Παῦλος ἀντὶ μεγάλου ἀξιώματος τέθεικε τοῦτο λέγων· Οἱ δὲ τοῦ Χριστοῦ, τὴν σάρκα ἐσταύρωσαν. Διάψαλμα. Ἄλλος, Ἀεί. Ὁ δὲ Ἑβραῖος τοῦτο Σὲλ λέγει. Νυνὶ δὲ ἀπώσω καὶ κατῄσχυνας ἡμᾶς. Ἄλλος φησὶ, Καίπερ ἀπώσω. Ἄλλος, Καί γε ἀπώσω. Ἄλλος, Ἀλλὰ πρὸς τούτοις ἀπεβάλου. Καὶ οὐκ ἐξελεύσῃ ὁ Θεὸς ἐν ταῖς δυνάμεσιν ἡμῶν. Ἄλλος, Καὶ οὐ προέρχῃ ἐν ταῖς στρατεύσεσιν ἡμῶν. Τῷ γὰρ ἀπωσμῷ αἰσχύνη εὐθέως ἕπεται, καὶ τὸ πᾶσι προκεῖσθαι πρὸς τὸ πάσχειν κακῶς. Δυνάμεις δὲ ἐνταῦθα τὰ στρατόπεδα αὐτῶν καλεῖ, ἐπειδὴ ἐν αὐταῖς ἡ τοῦ βασιλέως δύναμις, καὶ τοῦτο καλῶς τοῦ Θεοῦ οἰκονομήσαντος, ὥστε σύνδεσμον εἶναι τῷ ἄρχοντι καὶ τοῖς ἀρχομένοις. Ὅ τε γὰρ βασιλεὺς δεῖται τῶν ὑπηκόων, καὶ οὗτοι τοῦ προστάτου, καὶ ἀλλήλων ἐν χρείᾳ καθεστήκασι πολλῇ. Ὥστε γὰρ μὴ εἶναί τινα ἀπόνοιαν, τὰ μεγάλα πολλάκις τῶν μικρῶν δεῖσθαι ὁ Θεὸς παρεσκεύασεν. Τοῦτο καὶ ἐπὶ τῶν ἀψύχων ἐποίησε. Πολλάκις γοῦν κίονα σαλευόμενον ψηφὶς ὑποτεθεῖσα ἔστησε, καὶ μυριαγωγὸν πλοῖον μικρὸν πηδάλιον ἰθύνει, καὶ κινδύνων ἀπαλλάττει. Τί δέ ἐστι, Καίπερ ἀπώσω ἡμᾶς; Ὅτι καὶ τοιαῦτα, φησὶ, παθόντες, οὐκ ἀφιστάμεθά σου, δοξολογοῦντες, ὑμνοῦντες, ἐν σοὶ καλλωπιζόμενοι. Ἀπέστρεψας ἡμᾶς εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμῶν. Καὶ οἱ μισοῦντες ἡμᾶς διήρπαζον ἑαυτοῖς. Ἄλλος φησὶν, Ἔταξας ἡμᾶς ἐσχάτους παντὸς ἐναντίου. Ὅρα πῶς ἐπαίρει τὰ δεινὰ τῷ λόγῳ, καὶ ἐκτραγῳδεῖ τὴν συμφορὰν, δεικνὺς, ὅτι εἰ καὶ ἁμαρτωλοὶ σφόδρα ἦσαν, ὅμως δίκην δεδώκασιν ἱκανήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
