Ancient Greek
ΕΙΣ ΤΟΝ ΜΔʹ ΨΑΛΜΟΝ. Ἐπινίκιος ὑπὲρ τῶν ἀνθῶν τῶν υἱῶν Κορέ. Ἄλλος, Τῷ νικοποιῷ ἐπὶ τοῖς κρίνοις τῶν υἱῶν Κορέ. Ὁ δὲ Ἑβραῖος ἀντὶ τοῦ, Κρίνοις, Ἀλ σωσανεὶμ, λέγει· Συνέσεως ᾆσμα εἰς τὸν ἀγαπητόν. Ἄλλος, Ἐπιστήμονος ᾆσμα πρὸς φιλίας. Ἄλλος, Τοῖς ἠγαπημένοις· ὁ δὲ Ἑβραῖος, Ἰδοθὼθ, φησίν. Οἱ δὲ Ἑβδομήκοντα, Εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων τοῖς υἱοῖς Κορὲ, εἰς σύνεσιν, ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. Ἄλλος, Ἐξείρπυσεν. Ἄλλος, Ἐκινήθη ἡ καρδία μου λόγῳ ἀγαθῷ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 6.1-9
Not analysed yet
Ταῦτα δὲ τὰ ῥήματα τοῦ πόθου μάλιστά ἐστι τοῦ προφητικοῦ, ὁρῶντος ἤδη τὰ κατορθώματα, καὶ τὴν οἰκουμένην πρὸς ἀλήθειαν χειραγωγουμένην. Διὰ τοῦτο τρόπῳ παρακελευομένῳ κέχρηται τῷ σχήματι τῆς λέξεως. Ἔθος γὰρ καὶ τοῖς ἐλάττοσιν, ὅταν διαθερμαινόμενοι πρὸς τοὺς μείζους ὦσι, ταύταις κεχρῆσθαι ταῖς λέξεσιν. Ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης. Ἐπιῤῥήματι ἀληθείας χρῆται. Ὁρᾷς πῶς ἑαυτὴν ἑρμηνεύει ἡ Γραφὴ, καὶ δείκνυσι νοερὰν οὖσαν τὴν νίκην καὶ πνευματικήν; Ὁ γὰρ ὅπλων μνημονεύσας, καὶ ῥομφαίας, καὶ τόξων, πῶς πραότητος ἐνταῦθα μέμνηται; Ποία γὰρ κοινωνία πραότητι καὶ πολέμῳ, ἐπιεικείᾳ καὶ μάχῃ; Πολλὴ μὲν οὖν, ἐάν τις ἀκριβῶς ἐξετάσῃ. Ἐπεὶ καὶ Δαυῒδ καὶ Μωϋσῆς πρᾶοι ἦσαν. Διὸ περὶ μὲν ἐκείνου φησὶν ἡ Γραφή· Μνήσθητι, Κύριε, τοῦ Δαυῒδ καὶ πάσης τῆς πραότητος αὐτοῦ· περὶ δὲ Μωϋσέως, ὅτι Ἦν πραότατος Μωϋσῆς πάντων ἀνθρώπων τῶν ἐπὶ τῆς γῆς· ἀλλ' ὅμως φαίνονται οὗτοι οἱ πάντων πραότατοι, μάλιστα πάντων ἀμυνόμενοι. Ἀλλ' εἰ βούλεσθε, πρότερον τὴν πραότητα αὐτῶν εἴπωμεν· Πολλάκις λαβὼν ὁ μακάριος οὗτος τὸν Σαοὺλ, καὶ γενόμενος κύριος ἀνελεῖν, οὐκ ἐπήγαγε τὴν χεῖρα· ἀλλὰ καὶ ἑτέρων ἐγκελευομένων, ἐφείσατο, καὶ τὸν θυμὸν ἐχάλασε. Καὶ τοῦ Σεμεεὶ δὲ τοιαῦτα ὑβρίζοντος, καὶ τῇ συμφορᾷ τότε ἐπεμβαίνοντος ἐκείνου, καὶ τῶν στρατηγῶν ἀξιούντων διαβῆναι καὶ ἀποτεμεῖν τὸν ὑβριστὴν τοιαῦτα ἐμπαροινοῦντα, οἷα φθέγγεται ῥήματα πάσης σοφίας γέμοντα. Τὸν δὲ πατραλοίαν ἐκεῖνον καὶ ἀκόλαστον νεανίσκον, πῶς παρακατατίθεται τοῖς ἑαυτοῦ στρατηγοῖς λέγων· Φείσασθέ μοι τοῦ παιδαρίου Ἀβεσσαλώμ; Ὅτε δὲ ἐν προοιμίοις πρὸς τοὺς ἀδελφοὺς διελέγετο διαφθονουμένους καὶ βασκαίνοντας διὰ τὴν ἐσομένην νίκην, ἐννόησον πῶς πράως διαλέγεται, Μὴ οὐχὶ ῥῆμά ἐστι; λέγων. Τί δὲ Μωϋσῆς; Ὑπὲρ τῶν λιθασάντων αὐτὸν, ὑπὲρ τῶν ἀνελόντων, τό γε εἰς αὐτοὺς ἧκον, ἄκουσον τί φησιν· Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου ἧς ἔγραψας. Ἑτέρων δὲ πάλιν αὐτὸν εἰς ζῆλον κινούντων, καὶ παροξυνόντων εἰς ἀγανάκτησιν, τὰ φιλόσοφα ἐκεῖνα ἐφθέγξατο ῥήματα λέγων· Τίς δώῃ πάντα τὸν λαὸν Κυρίου προφήτας εἶναι; Ὑπὲρ δὲ τῆς ἀδελφῆς πάλιν λοιδορησάσης αὐτὸν, ὅσην τίθεται τὴν ἱκετηρίαν. Καὶ πολλαχόθεν ἑτέρωθεν ἴδοι τις ἂν αὐτοῦ τὴν πραότητα, ὅτε καὶ τῆς γῆς ἐκπεσὼν, καὶ εἰς τὴν Παλαιστίνην κωλυθεὶς εἰσελθεῖν, μετὰ πάσης ἐπιεικείας διαλέγεται τοῖς Ἰουδαίοις. Ἀλλ' ὅμως οὗτος ὁ πρᾶος τὸν Δαθὰν καὶ Ἀβειρὼν καὶ Κορὲ ἠξίωσε καταποθῆναι, ἡνίκα τῇ ἱερωσύνῃ ἐπανέστησαν, ὑπὸ τῆς γῆς, καὶ τοὺς ἄλλους ἐμπρησθῆναι, ὅτε προσήνεγκαν πῦρ ἀλλότριον. Καὶ ὁ Δαυῒδ δὲ τὸν Γολιὰθ κατήνεγκεν ὁ πρᾶος, καὶ τὸ στρατόπεδον ἤλασε, καὶ τὴν νίκην ἤρατο. Τοῦτο γὰρ μάλιστά ἐστι πράου, τὰ μὲν εἰς ἑαυτὸν ἀφεῖναι, τοῖς δὲ ἀδικουμένοις ἀμύνειν· καθάπερ καὶ ὁ Χριστὸς ἐποίησεν. Εἰς γὰρ τὸν σταυρὸν ἀναβὰς ἔλεγε· Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσι. Καὶ θρηνῶν πάλιν τὴν Ἱερουσαλὴμ ἔλεγε· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα ὑμῶν, καὶ οὐκ ἠθελήσατε· ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Καὶ ῥαπιζόμενος, οὐκ ἀντεῤῥάπισεν, ἀλλ' ἀπολογεῖται τῷ ῥαπίζοντι· καὶ δαιμονῶν καλούμενος, δαίμονας ἐξέβαλε· καὶ πλάνος καὶ ἀντίθεος καλούμενος, εἰς βασιλείαν αὐτοὺς ἐχειραγώγει. Καὶ τοῖς μαθηταῖς ἐκέλευε πανταχοῦ μαστιγοῦσθαι, διώκεσθαι, ἐλαύνεσθαι, καὶ τὴν ἐλάττω καταδέχεσθαι τάξιν· Ὁ γὰρ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, φησὶν, ἔστω ὑμῶν διάκονος. Καὶ τὸ ὑπόδειγμα οἴκοθεν ἐπῆγε λέγων· Καθάπερ ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. Εἰ δὲ ἐλαύνει δαίμονας, καὶ πολεμεῖ τῷ διαβόλῳ, καὶ τὴν πλάνην ἀναιρεῖ καὶ τοῦτο μάλιστα πραότητός ἐστι, τὸ τὴν κακίαν μὲν πᾶσαν λύειν, τοὺς δὲ κατεχομένους ἐλευθεροῦν, τὸ τοὺς ἐπιβουλεύοντας δαίμονας ἀναστέλλειν, τοὺς δὲ ἐπηρεασθέντας ἀπαλλάττειν τῶν δεινῶν. Τί δέ ἐστιν, Ἕνεκεν ἀληθείας, καὶ πραότητος, καὶ δικαιοσύνης; Εἶπε τὸν πόλεμον, εἶπε τὴν παράταξιν, ἔδειξε τὸν ὁπλίτην· λέγει λοιπὸν καὶ τῆς βασιλείας αὐτοῦ τὰ κατορθώματα, λέγει τοῦ τροπαίου τὸ εἶδος, λέγει τῆς νίκης τὴν φύσιν. Οἱ μὲν γὰρ ἄλλοι πάντες ἄνθρωποι βασιλεύοντες πολεμοῦσιν, ἢ πόλεων ἕνεκεν, ἢ χρημάτων, ἢ ἔχθρας, ἢ κενοδοξίας· αὐτὸς δὲ δι' οὐδὲν τούτων, ἀλλ' ἕνεκεν ἀληθείας, ἵνα αὐτὴν ἐν τῇ γῇ φυτεύσῃ· καὶ πραότητος, ἵνα θηρίων ὄντας χαλεπωτέρους, πράους ἐργάσηται· καὶ δικαιοσύνης, ἵνα ὑπὸ τῆς ἀνομίας τυραννουμένους, δικαίους ποιήσῃ, πρῶτον μὲν ἀπὸ χάριτος, δεύτερον δὲ καὶ ἀπὸ κατορθωμάτων. Καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. Ἄλλος, Καὶ φωτίσει σε ἐπὶ φοβερὰ ἡ δεξιά σου. Ἄλλος, Καὶ ὑποδείξει σοι φοβερὰ ἡ δεξιά σου.