# Expositiones in Psalmos 6

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ Μϛʹ ΨΑΛΜΟΝ. Εἰς τὸ τέλος, ὑπὲρ τῶν υἱῶν Κορέ. Ἄλλος δὲ, Τῷ νικοποιῷ τῶν υἱῶν Κορέ. Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας. Ἄλλος, Χειρί. Ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. Ἕτερός φησι, Σημάνατε ἐν φωνῇ εὐφημίας. Ὅτι Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/6

Ἐνταῦθα δείκνυσι τὴν ἐπίτασιν τοῦ Εὐαγγελίου, ὅτι οὐκ ἰδιωτῶν ἥψατο μόνον, ἀλλὰ καὶ αὐτῶν τῶν τὸ διάδημα ἐχόντων, καὶ τῶν ἐπὶ τοῦ θρόνου καθημένων τοῦ βασιλικοῦ. Εἶτα δεικνὺς αὐτὸν ὄντα Καινῆς καὶ Παλαιᾶς ἕνα Θεὸν, φησί· Μετὰ τοῦ Θεοῦ Ἀβραὰμ, ἀντὶ τοῦ, αὐτὸς οὗτος ὁ καὶ τῶν προπατόρων Θεὸς, ὁ καὶ τὸν νόμον ἐκείνοις δεδωκώς. Διὸ καὶ Ἱερεμίας ἔλεγε· Διαθήσομαι ὑμῖν διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν, ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, δεικνὺς ὅτι καὶ Καινῆς καὶ Παλαιᾶς εἷς καὶ ὁ αὐτός ἐστι νομοθέτης. Καὶ ὁ Βαροὺχ πάλιν ἔλεγεν· Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ· μετὰ δὲ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, δεικνὺς ὅτι ὁ τὸν νόμον δεδωκὼς, αὐτός ἐστιν ὁ σαρκωθείς· καὶ ὁ σαρκωθεὶς αὐτὸς καὶ τὸν νόμον δέδωκε. Τοῦτο καὶ ὁ προφήτης λέγει· Συνήχθησαν μετὰ τοῦ Θεοῦ, φησὶν, Ἀβραάμ. Ὁ δὲ Ἑβραῖος, ἀντὶ τοῦ, Μετὰ τοῦ Θεοῦ, Ἒμ Ἐλωῒ Ἀβραάμ. Καὶ πῶς τοῦτο γέγονεν; Ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν. Τίνες δὲ οἱ κραταιοὶ τοῦ Θεοῦ, ἀλλ' ἢ οἱ ἀπόστολοι, εἰ πιστοὶ πάντες; Ἐπειδὴ γὰρ τοσοῦτον ἔλαμψεν ἡ δύναμις αὐτῶν, φησὶν, ἐκράτησαν ἁπάντων. Καὶ καλῶς αὐτοὺς κραταιοὺς ἐκάλεσε. Πῶς γὰρ οὐ κραταιοὶ, οἱ πρὸς ἅπασαν τὴν οἰκουμένην παραταξάμενοι, πρὸς τοὺς δαίμονας, πρὸς τὸν διάβολον, πρὸς δήμους, πρὸς πόλεις. πρὸς ἔθνη, πρὸς τυράννους, πρὸς τιμωρίας, πρὸς κολάσεις, πρὸς τήγανα, πρὸς καμίνους, πρὸς συνήθειαν, πρὸς φύσεως τυραννίδα, καὶ πάντα καθελόντες, καὶ ὑψηλότεροι πάντων γενόμενοι, καὶ μηδενὶ χειρωθέντες; πῶς οὐ κραταιοὶ, καὶ μετὰ τελευτὴν τοσαύτην ἐπιδεικνύμενοι τὴν ἰσχύν; πῶς οὐ κραταιοὶ, ὧν τὰ ῥήματα ἀδάμαντός ἐστι στεῤῥότερα καὶ οὐδεὶς αὐτὰ χρόνος ἤλεγξεν, ἀλλὰ καὶ καθ' ἑκάστην ἐπιδίδωσι τὴν ἡμέραν, τοῦ εὐαγγελικοῦ κηρύγματος πάντῃ καὶ πανταχοῦ διατρέχοντος εἰς τὰ τῆς οἰκουμένης πληρώματα; Ὑπὲρ δὴ τούτων ἁπάντων εὐχαριστήσωμεν τῷ φιλανθρώπῳ Θεῷ· ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
