Ancient Greek
ΕΙΣ ΤΟΝ ΡΘʹ ΨΑΛΜΟΝ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 7.1-10
Not analysed yet
Εἶτα ἐπειδὴ μέγα εἶπε καὶ ἄφατον, ἐπήγαγε· Κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν ὑποτάξαι αὐτῷ τὰ πάντα. Μὴ ζήτει πῶς, φησὶ, καὶ τίνι τρόπῳ. Δυνατὰ γὰρ αὐτῷ πάντα, ὅσα βούλεται. Τίνος δὲ ἕνεκεν οὐκ εἶπεν, Ἐν τῇ λαμπρότητι τῶν ἁγίων, ἀλλ', Ἐν ταῖς λαμπρότησιν; Ὅτι πολλὰ καὶ διάφορα τὰ βραβεῖα. Ἄλλη γὰρ δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων. Ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ· οὕτως ἔσται, φησὶ, καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. Καὶ ὁ Χριστός· Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου πολλαὶ μοναί εἰσι. Διὰ τοῦτο ἡ λαμπρότης ἐκείνη τέλος οὐκ ἔχει. Οὐδὲ γὰρ εἴκει νυκτὶ, οὐδὲ παραχωρεῖ σκότῳ, ἀλλ' ἄφατος οὖσα καὶ μεγάλη, καὶ πολὺ ταύτην τὴν ὁρωμένην ὑπερβαίνουσα, ἔτι καὶ τοῦτο ἔχει μέγιστον, τὸ πέρας μὴ δέχεσθαι, ὅπερ ἀφάτου δυνάμεώς ἐστι τοῦ βασιλέως, τὸ τὰ σώματα τὰ φθαρτὰ καὶ ἐπίκηρα εἰς τοσαύτην ἄγειν ἰσχὺν καὶ δύναμιν. Εἶτα ἐπειδὴ μεγάλα τινὰ εἶπε, καὶ ταῖς ἐλπίσιν ἐπτέρωσε τὸν ἀκροατὴν, δείκνυσιν ὅτι εἰκότως ταῦτα γίνεται, ἐπειδὴ τηλικοῦτος ὁ κατορθῶν. Τίς δὲ ὁ κατορθῶν; Ὁ ὁμοούσιος τῷ Πατρί. Τοῦτο γὰρ δηλῶν ἐπήγαγεν· Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. Ἀλλ' οἱ πρὸς τὴν ἑαυτῶν γνώμην διαστρέφοντες τὰ εἰρημένα, περὶ τῆς κατὰ σάρκα ταῦτα γεννήσεως εἰρῆσθαί φασι. Πῶς οὖν, Πρὸ ἑωσφόρου; εἰπέ μοι. Τὴν νύκτα οὕτως εἶπε, καθ' ἣν ἐτίκτετο, ὅτι πρὸ τοῦ ὄρθρου ἐτέχθη. Ἀλλ' οὐ τοῦτο ἦν τὸ ζητούμενον εἰπεῖν, οὐδὲ ἱστορίας χάριν ἔλεγεν· ἄλλως δὲ οὐδὲ ἔχουσι δεῖξαι, ὅτι ὅπερ οἱ εὐαγγελισταὶ ἐδίδαξαν, τοῦτο εἶπον ἂν οἱ προφῆται οἱ συνεσκιασμένως τὰ πλείω φθεγγόμενοι. Ἐνταῦθα τοίνυν τὸ, Πρὸ ἑωσφόρου, οὐ πρὸ τῆς ἀνατολῆς λέγει τοῦ ἑωσφόρου, ἀλλὰ πρὸ τῆς φύσεως, πρὸ τοῦ γενέσθαι ἑωσφόρον. Οἶδε γὰρ ταῦτα ἡ Γραφὴ διαιρεῖν, ὅταν πρὸ φύσεως λέγῃ, καὶ ὅταν πρὸ ἐνεργείας· οἷον ὅταν λέγῃ· Δεῖ φθάνειν τὸν ὄρθρον ἐπ' εὐχαριστίαν σου, καὶ πρὸ ἀνατολῆς φωτὸς ἐντυγχάνειν σοι. Ἐνταῦθα γὰρ τὸν ὄρθρον λέγει. Οὐ γὰρ εἶπε, Πρὸ ἡλίου, ἀλλὰ, Πρὸ ἀνατολῆς· οὐ, Πρὸ τῆς φύσεως· οὐδὲν γὰρ πρὸ τῆς φύσεως τοῦ ἡλίου γέγονεν· ἀλλὰ, Πρὸ ἀνατολῆς τοῦ ἡλίου, ἵνα τὸν ὄρθρον ἐμφήνῃ. Ἀλλαχοῦ δὲ ὅτε πρὸ τῆς φύσεως αὐτοῦ λέγει, οὐ λέγει, Πρὸ ἀνατολῆς, ἀλλὰ, Πρὸ τοῦ ἡλίου· ὡς ὅταν λέγῃ· Πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ. Καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν. Ὥσπερ οὖν ἕτερον τὸ, Πρὸ ἡλίου, καὶ ἕτερον τὸ, Πρὸ ἀνατολῆς ἡλίου· τὸ μὲν γὰρ τὴν ἐνέργειαν τοῦ ἡλίου, καὶ τὸν ὄρθρον δηλοῖ, τὸ δὲ τὴν φύσιν· οὕτω δὴ καὶ ἐνταῦθα εἰ ἐβούλετο τὴν νύκτα δηλῶσαι, οὐκ ἂν εἶπε, Πρὸ ἑωσφόρου, ἀλλὰ, Πρὸ ἀνατολῆς ἑωσφόρου. Ἄλλως δὲ καὶ ὁ Χριστὸς τὸν ψαλμὸν τοῦτον οὐκ εἰς τὴν κατὰ σάρκα οἰκονομίαν, ἀλλ' εἰς τὴν κατὰ Πνεῦμα γέννησιν ἔλαβεν. Εἰπὼν γὰρ τοῖς Ἰουδαίοις, Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ, τίνος υἱός ἐστιν; ἐπειδὴ εἶπον, Τοῦ Δαυῒδ, ἐπήγαγε τὸν ψαλμὸν, λέγων· Πῶς οὖν Δαυΐδ φησιν, Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου; Εἰ οὖν Κύριος αὐτοῦ ἐστι, πῶς ὑμεῖς λέγετε, ὅτι υἱὸς αὐτοῦ ἐστι; Τί οὖν ἐστι τὸ λεγόμενον; Τὸ γνήσιον τῆς γεννήσεως παρέστησεν ἐνταῦθα. Τί οὖν; πρὸ τοῦ ἑωσφόρου μόνον ἐστίν; Οὐδαμῶς. Ἐπεὶ καὶ ἀλλαχοῦ φησι· Πρὸ τῆς σελήνης ὁ θρόνος αὐτοῦ. Καὶ οὐ πρὸ τῆς σελήνης μόνον, ἐπεὶ καὶ περὶ τοῦ Πατρὸς λέγει· Πρὸ τοῦ ὄρη γενηθῆναι, καὶ πλασθῆναι τὴν γῆν, καὶ τὴν οἰκουμένην, καὶ ἀπὸ τοῦ αἰῶνος, καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ. Οὐκ ἀπὸ τοῦ αἰῶνος μόνον, ἀλλὰ καὶ πρὸ τοῦ αἰῶνος· οὐδὲ γὰρ ἕως τοῦ αἰῶνος, ἀλλ' ἀπείρως ἐστί. Μὴ δὴ πρόσπταιε ταῖς λέξεσιν, ἀλλὰ θεοπρεπῶς δέχου τὴν ἔννοιαν. Καὶ ὅρα Προφήτου σοφίαν. Ἀρχόμενος τοῦ ψαλμοῦ, οὐκ ἐντεῦθεν ἤρξατο· Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησα σε· ἀλλὰ πρότερον δείξας αὐτοῦ τὰ κατορθώματα, καὶ διὰ τῶν ἔργων ἀνακηρύξας αὐτὸν, ὕστερον ἀπὸ κυρίου δείκνυσιν αὐτοῦ τὴν ἀξίαν. Οὕτω καὶ αὐτὸς ἔλεγεν· Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι. Εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύσατε· ἵνα μαθὼν, ὅτι ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρὸς, ὁ Κύριος καλούμενος ὡς ὁ Πατὴρ, ὁ μεθ' ἑαυτοῦ τὴν ἀρχὴν ἔχων, ὁ λαμπρότητα τοιαύτην ἐργαζόμενος, ὁ μεταξὺ τῶν ἐθνῶν κατακυριεύων, μὴ θορυβηθῇς, ἐὰν ἀκούσῃς, ὅτι οὗτος Υἱός ἐστι καὶ πρὸ τῆς κτίσεως ἁπάσης. Θαυμάζειν δὲ ἄξιον τὸν Προφήτην, πῶς τὰ μὲν ἐκ προσώπου τοῦ Θεοῦ, τὰ δὲ ἐκ προσώπου αὐτοῦ φθέγγεται. Τὸ μὲν γὰρ, Κάθου ἐκ δεξιῶν μου, καὶ τὸ, Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε, ἅπερ ἐστὶν ὑψηλότερα αὐτοῦ, αὐτὸν εἰσάγει τὸν Θεὸν λέγοντα· τὰ δὲ ἄλλα αὐτὸς διηγεῖται. Σκόπει δὲ καὶ πόσῃ κέχρηται οἰκειότητι τῆς λέξεως. Ἤρκει μὲν γὰρ καὶ τὸ εἰπεῖν, Ἐγέννησά σε· ἀλλὰ διὰ τοὺς χαμαὶ βαδίζοντας, ἵνα τὸ γνήσιον παραστήσῃ, καὶ ταύτης ἐμνημόνευσε τῆς ῥήσεως. Καὶ καθάπερ λέγων χεῖρα, οὐχ ἵνα ὑποπτεύσωμεν χεῖρα, λέγει, ἀλλὰ τὴν δημιουργικὴν δύναμιν· οὕτω καὶ γαστρὸς ἐμνημόνευσεν, ἵνα τὸ γνήσιον τῆς γεννήσεως παραστήσῃ.