Ancient Greek
ΕΙΣ ΤΟΝ ΡΛΔʹ ΨΑΛΜΟΝ. Αἰνεῖτε τὸ ὄνομα Κυρίου, αἰνεῖτε, δοῦλοι, Κύριον. Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν. Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς Κύριος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 7.1-11
Not analysed yet
Εἶτα ἐπειδὴ οὐκ εἶχεν ἀπὸ βίου κατορθώματα αὐτῶν εἰπεῖν, τοῖς δικαιώμασι τούτοις κέχρηται, τῷ ὀνόματι τοῦ λαοῦ, καὶ τῷ ὀνόματι τῶν δούλων. Εἰπὼν δὲ, Παρακληθήσεται, δείκνυσι τῆς τοῦ Θεοῦ φιλανθρωπίας τὴν καταλλαγὴν, οὐ τῆς ἐκείνων ἀξίας. Ὅπου γὰρ παράκλησις, συγγνώμης χρεία· ὅπου δὲ συγγνώμης χρεία, οὐκ ἀξία κατορθωμάτων, ἀλλὰ φιλανθρωπίας καιρός. Ἐπειδὴ τοίνυν εἶπεν ἀνωτέρω· Τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεὰν, μόνοι δὲ τῶν ἄλλων ἐθνῶν αὐτοὶ Θεὸν ἐπεγράφοντο τότε, τοιοῦτόν τι αἰνίττεται διὰ τούτου, καὶ λέγει, ὅτι Ἡ σωτηρία ἐπὶ τὸν λαὸν τὴν δόξαν τὴν παρὰ τοῖς πολλοῖς περὶ σοῦ οὖσαν δείκνυσιν. Ἡ μὲν γὰρ φύσει προσοῦσα αὐτῷ δόξα, κἂν μηδεὶς ὁ θεραπεύων ᾖ, μένει ἀμείωτος, ἀκατάλυτος, ἀναλλοίωτος· ἡ δὲ παρὰ πολλοῖς εὐφημία, καὶ ἀπὸ τῆς ἡμετέρας σωτηρίας δειχθήσεται, ἀπολαβόντων ἡμῶν τὴν πόλιν, καὶ τὸ ἱερὸν, καὶ τὸν ναὸν, καὶ ἐπὶ τῆς προτέρας γενομένων πολιτείας πάλιν. Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων. Ἐπειδὴ ἀρχόμενος ἔλεγεν, Ὁ δὲ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεοὺς, καὶ ἔδοξέ τινα κατὰ σύγκρισιν ὑπεροχὴν εἰσάγειν διὰ τὴν ἀσθένειαν τῶν ἀκουόντων, ὅρα τοῦτο πῶς ἐπιτείνει τῷ λόγῳ. Ἀρξάμενος γὰρ ἀπὸ τῆς τοῦ Θεοῦ δυνάμεως, καὶ εἰπὼν τὰ ἐν τῷ οὐρανῷ, τὰ ἐν τῇ γῇ, τὰ ἐν ταῖς ἀβύσσοις, τὰ εἰς Ἰουδαίους, τὰ ἐπὶ τῆς οἰκείας, τὰ ἐπὶ τῆς ἀλλοτρίας, τὰ ἐπὶ τῶν πολεμίων. τὰ ἐπὶ τῶν ἐθνῶν, εἶτα ἀναμνήσας τὴν χρηστότητα, τὴν φιλανθρωπίαν, τὴν κηδεμονίαν, τὴν σοφίαν, τὴν δύναμιν, καὶ δείξας καθόλου Θεὸν ὄντα, καὶ τῆς οἰκουμένης προνοοῦντα, κωμῳδεῖ λοιπὸν καὶ τῶν εἰδωλικῶν θεῶν τὴν ἀσθένειαν, καὶ εὐθέως ἀπὸ τῆς φύσεως αὐτῆς καταφορικῶς κέχρηται τῷ λόγῳ· μᾶλλον δὲ καὶ τὸ ὄνομα αὐτῶν εἰς κατηγορίαν παράγει. Τὸ γὰρ εἴδωλον οὐδὲν ἕτερόν ἐστιν, ἢ ἀδρανές τι καὶ εὐτελὲς, καὶ ἀσθενείας ὄνομα ἐπιτεταμένης. Διόπερ ἐντεῦθεν ἄρχεται λέγων· Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον. Πρῶτον, ὅτι εἴδωλον· δεύτερον, ὅτι ἄψυχος ὕλη καὶ κωφή· τρίτον, ὅτι αὐτὸ τὸ εἴδωλα εἶναι, οὐ μόνον παρ' ἑαυτῶν ἔχουσι τὸ μικρὸν, καὶ ἀσθενὲς, καὶ εὐτελὲς, ἀλλὰ καὶ παρὰ τῶν ἀνθρώπων. Διὸ καὶ ἐπήγαγεν, Ἔργα χειρῶν ἀνθρώπων, ὅπερ μεγίστη κατηγορία τῶν θεραπευόντων αὐτούς· ὅτι καὶ αὐτοῦ τοῦ εἶναι αὐτὰ αὐτοὶ ὄντες αἴτιοι, ἐν αὐτοῖς τῆς σωτηρίας τὰς ἐλπίδας ἔχουσι. Στόμα ἔχουσι, καὶ οὐ λαλήσουσιν. Ὀφθαλμοὺς ἔχουσι, καὶ οὐκ ὄψονται. Ὦτα ἔχουσι, καὶ οὐκ ἐνωτισθήσονται. Οὐ γάρ ἐστι πνεῦμα ἐν τῷ στόματι αὐτῶν. Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς. Στόμα, φησὶν, ἔχουσι, καὶ οὐ λαλήσουσιν. Εἶδες πῶς ἐπιτείνει τὴν κωμῳδίαν, καὶ διελέγχει τὴν ἀπάτην; Ἐπειδὴ γὰρ πολλάκις αὐτὰ δαίμονες κινοῦσιν, ἀπαμφιέννυσι τὴν ὑπόκρισιν καὶ τὸ δρᾶμα, δεικνὺς ὅτι οὐκ ἔστι πνεῦμα ἐν τῷ στόματι αὐτῶν. Καὶ τίνος ἕνεκεν ὁ πονηρὸς δαίμων οὐ χωρὶς ἐκείνων δρᾷ, οὐδὲ φθέγγεται; Ἐπειδὴ πορνείας, μοιχείας μυρίας κακίας αἱ στῆλαι τῶν εἰδώλων εἰσὶν οἱ τύποι τούτων, παιδεύων τοὺς ἀπατωμένους διὰ τῆς ὄψεως τῶν ξοάνων μιμεῖσθαι τὰ πράγματα, ὧν σχήματά ἐστι τὰ εἴδωλα, προσεδρεύει καὶ παρακάθηται κινῶν τε αὐτὰ, καὶ ἀπατῶν. Εἶτα πάλιν ἕτερον κωμῳδίας εἶδος κινεῖ λέγων· Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτά. Ἐννόησον ἡλίκοι θεοὶ, ὧν ἡ ὁμοίωσις ἐν τάξει κεῖται ἀρᾶς. Ἀλλ' οὐ τὰ παρ' ἡμῖν τοιαῦτα. Ἔσχατος γὰρ ἀρετῆς ὅρος, καὶ πρὸς αὐτὴν τὴν κορυφὴν ἀναβῆναι τῶν ἀγαθῶν ποιοῦν, τὸ πρὸς τὸν Θεὸν ὁμοιωθῆναι, κατὰ τὸ ἐγχωροῦν ἡμῖν. Παρὰ δὲ ἐκείνοις ἡ λατρεία, φησὶ, καὶ οἱ θεοὶ τοιοῦτοι, ὡς τὴν πρὸς αὐτοὺς ὁμοίωσιν ἐν τάξει εἶναι ἀρᾶς τῆς ἐσχάτης. Ὥστε καὶ δι' ὧν ἄψυχός εἰσιν ὕλη, καὶ δι' ὧν παρὰ τῶν θεραπευόντων γίνονται, καὶ δι' ὧν εἴδωλα ἀσχημοσύνης εἰσὶ, καὶ δι' ὧν ἀναίσθητα κεῖται, καὶ δι' ὧν ἐν τάξει ἀρᾶς προσέθηκε τὴν πρὸς αὐτοὺς ὁμοίωσιν· διὰ πάντων γὰρ δείκνυται τῆς πλάνης ἡ ὑπερβολή. Εἰπὼν τοίνυν αὐτῶν τὴν ἀσθένειαν, τὴν ἀπάτην, τὴν τῶν δαιμόνων πονηρίαν, τὴν τῶν ποιούντων αὐτὰ ἄνοιαν, καὶ ταχέως αὐτῶν ἀπαλλαγεὶς, ἐπὶ τὴν δοξολογίαν κατακλείει τὸν λόγον, οὐκέτι διηγούμενος τὰ περὶ τοῦ Θεοῦ, ἀλλ' ὡς ἀποδείξας σαφῶς, ἐπὶ ὡμολογημένοις πᾶσι τὴν εὐφημίαν ἀπαιτῶν παρὰ τῶν τῆς εὐεργεσίας ἀπολαυόντων αὐτοῦ· διὸ καὶ καλεῖ πάντας εἰς δοξολογίαν, οὕτω λέγων· Οἶκος Ἰσραὴλ, εὐλογήσατε τὸν Κύριον. Οἶκος Ἀαρὼν, εὐλογήσατε τὸν Κύ ριον. Οἶκος Λευὶ, εὐλογήσατε τὸν Κύριον. Οἱ φοβούμενοι τὸν Κύριον, εὐλογήσατε τὸν Κύριον. Εὐλογητὸς Κύριος ἐκ Σιὼν, ὁ κατοικῶν Ἱερουσαλήμ. Τί δήποτε οὐ πάντας ὁμοῦ καλεῖ, ἀλλ' εἰς τάγματα διαιρῶν; Ἵνα μάθῃς, ὅτι πολλὴ ἡ διαφορὰ τῆς εὐλογίας. Ἄλλως γὰρ ὁ ἱερεὺς, ἄλλως ὁ Λευίτης, ἄλλως ὁ λαϊκὸς, ἄλλως ὁ πολὺς λαὸς εὐλογεῖ. Τὸ δὲ εἰπεῖν, Εὐλογήσατε, δεικνύντος ἐστὶ τὴν μακαρίαν καὶ ἀκήρατον φύσιν ἐκείνην. Εὐλογήσατε γὰρ, φησὶν, ὅτι τῶν ἐναντίων ἀπηλλάγητε, ὅτι τοιοῦτον κατηξιώθητε προσκυνεῖν Θεὸν, ὅτι τὴν ἀλήθειαν ἐπέγνωτε. Ἔστι μὲν γὰρ καὶ αὐτὸς εὐλογητὸς, ἐν τῇ φύσει ἔχων τὴν εὐλογίαν, οὐ δεόμενος τῆς παρ' ἑτέρων εὐφημίας· πλὴν καὶ ὑμεῖς εὐλογεῖτε, οὐχ ὡς ἐκείνῳ τι προστιθέντες, ἀλλ' ὡς αὐτοί τι μέγα καρπούμενοι. Εἰ γὰρ καὶ φύσει ἐστὶν εὐλογητὸς, ὥσπερ οὖν καὶ ἔστιν, ἀλλὰ βούλεται καὶ παρ' ἡμῶν εὐλογεῖσθαι. Καὶ πάλιν δὲ τῆς Σιὼν μέμνηται, καὶ τῆς Ἱερουσαλήμ. Ἐπειδὴ γὰρ ἐκεῖ τὰ τῆς πολιτείας αὐτοῖς συγκεκρότητο, καὶ τὰ τῆς λατρείας ὑπόθεσιν εἶχε ταύτην, καὶ ἐκεῖθεν ἐπαιδεύοντο, καὶ ἐῤῥυθμίζοντο, βούλεται ποιῆσαι τοὺς τόπους σεμνοὺς τῇ ἐπωνυμίᾳ τοῦ Θεοῦ, ἵνα αἰδέσιμοι ὄντες, μᾶλλον αὐτοῖς ὦσι περισπούδαστοι, περισπούδαστοι δὲ ὄντες, μᾶλλον αὐτοὺς ἐφέλκωνται, ἐφελκόμενοι δὲ, προσηλῶσι τῇ λατρείᾳ, προσηλοῦντες δὲ, εἰς μείζονα ἄγωσιν ἀρετὴν, δι' ἢν πάντα ἐγένετο Ἀλλὰ τότε μὲν Ἱερουσαλὴμ καὶ Σιὼν, σήμερον δὲ ὁ οὐρανὸς καὶ τὰ ἐν τοῖς οὐρανοῖς. Τούτῳ δὴ καὶ ἡμεῖς ὦμεν, παρακαλῶ, προσηλωμένοι, ἵνα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.