Ancient Greek · ~20 min
ΕΙΣ ΤΟΝ Ζʹ ΨΑΛΜΟΝ. Ψαλμὸς τῷ Δαυῒδ, ὃν ᾖσε τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεῖ. Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα· σῶσόν με ἐκ πάντων τῶν διωκόντων με, καὶ ῥῦσαί με.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos 7.1-2
Not analysed yet
Καθάπερ γὰρ ὁ ἥλιος ἀμυδρὸς φαίνεται τοῖς ἀσθενοῦσι τὰς ὄψεις, οὕτω δὴ καὶ ὁ Θεὸς ἀσθενὴς καὶ ταπεινὸς ἐν ταῖς διανοίαις ἐκείνων. Ἀλλ' ὥσπερ ὁ ἥλιος οὕτω νομίζεται, οὐκ ἔστι δὲ ἀμυδρὸς, ἀλλὰ τῆς ἀσθενείας ἐκείνων τὸ πάθος· οὕτω καὶ ὁ Θεὸς, κἂν τοῦτο ὑποπτεύηται, οὐκ ἔστιν ἀσθενὴς, ἀλλὰ τῆς ἐκείνων ἀνοίας τὸ σύμπτωμα. Τί οὖν φησιν ὁ δίκαιος; Ὑψώθητι καὶ παρὰ τοῖς ἐχθροῖς ἡμῶν, ἐπέξελθε καὶ δεῖξόν σου τὴν ἰσχὺν, ἵνα οἱ νομίζοντες εἶναί σε ταπεινὸν, ἀφ' ὧν πάσχουσιν, ἴδωσί σου τὴν δόξαν. Εἶδες αὐτοῦ τὸν σκοπὸν, οὐ τὸ ἑαυτοῦ ζητοῦντος, ἀλλὰ τὸ τοῦ Θεοῦ. Τὸ δὲ, Ἐν τοῖς πέρασιν, οἱ μέν φασιν, Ἐν ταῖς κεφαλαῖς, οἱ δὲ, Μηδεὶς διαφύγοι τῶν ἐχθρῶν. Μεγάλη δὲ ἀρετὴ τοῦ δικαίου, ὅταν τοὺς αὐτοὺς ἐχθροὺς ἔχῃ τῷ Θεῷ καὶ τοὺς αὐτοὺς φίλους· ὥσπερ κακία μεγάλη, ὅταν τοὺς τοῦ Θεοῦ φίλους ἐχθροὺς ἔχῃ, καὶ τοὺς ἐχθροὺς φίλους. Ὥσπερ οὖν ὁ Θεὸς ἐχθροὺς ἔχειν λέγεται, οὐ μισῶν, οὐδὲ ἀποστρεφόμενος αὐτοὺς, ἀλλὰ τὰς πράξεις αὐτῶν τὰς πονηρὰς βδελυττόμενος· οὕτω καὶ ὁ δίκαιος ἐχθροὺς ἔχει, οὐκ ἀμυνόμενος αὐτοὺς, ἀλλὰ τὴν πονηρίαν ἀποστρεφόμενος. Καὶ ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω. Ἄλλος φησὶν, Ἐν κρίματι. Καὶ συναγωγὴ λαῶν κυκλώσει σε. Ἄλλος φησὶ, Κυκλωσάτω σε. Καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον, Κύριε. Ἄλλος φησὶ, Καὶ ἐπάνω αὐτῆς εἰς τὸ ὕψος ὑπόστρεψον. Ἄλλος, Καὶ ἐπὶ ταύτῃ εἰς ὕψος ἐπίστρεψον. Ὁ δὲ Ἑβραῖος τὸ, Ὑπὲρ ταύτης, φησίν, Οὐαλεά. Τί ἐστιν, Ἐν προστάγματι ᾧ ἐνετείλω; Ὥστε βοηθεῖν τοῖς ἀδικουμένοις, καὶ μὴ περιορᾷν, φησὶ, τοὺς ἐπιβουλευομένους. Ὅπερ οὖν ἡμῖν ἐνομοθέτησας, τοῦτο καὶ αὐτὸς διὰ τῶν ἔργων ἡμῖν ἀπόδος. Τινὲς δὲ καὶ ἕτερόν φασιν, ὅτι ἐπηγγείλατο ἐχθραίνειν τοῖς ἐχθροῖς αὐτοῦ. Καὶ συναγωγὴ λαῶν κυκλώσει σε. Μηδὲν ἀνθρώπινον μηδὲ ἐνταῦθα ὑπόπτευε. Κἂν γὰρ αἱ λέξεις τοιαῦται, ἀλλὰ τὰ νοήματα θεοπρεπῆ. Τί οὖν ἐστι τὸ, Κυκλώσει σε; Ἀντὶ τοῦ, ᾄσεταί σοι, ὑμνήσει σε, εὐφημίαν οἴσει σοι πολλήν. Ἐπειδὴ γὰρ διὰ χορῶν τοῦτο ἐποίουν, κύκλῳ περιιστάμενοι ἐν τῷ ναῷ καὶ ἐν τῷ θυσιαστηρίῳ, καὶ οὕτω τὰς εὐχαριστίας ἀνέφερον, ἀπὸ τοῦ σχήματος τῆς στάσεως αὐτῶν τὴν εὐφημίαν ᾐνίξατο. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἐπέξελθε, βοήθησον. Τοῦτο γάρ σε καὶ παρὰ τοῖς ἐχθροῖς ὑψηλὸν ποιήσει, καὶ παρὰ τοῦ λαοῦ σου πολλὰς οἴσει τὰς εὐφημίας. Ὅρα πῶς οὐ τὸ αὑτοῦ ζητεῖ, ἀλλὰ τὸ τοῦ Θεοῦ. Πανταχοῦ γὰρ βούλεται καὶ παρὰ τοῖς ἐχθροῖς, καὶ παρὰ τοῖς οἰκείοις αὐτὸν δοξάζεσθαι. Καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον. Ὑπὲρ ταύτης, τίνος; Τῆς συναγωγῆς, φησί· τουτέστι, διὰ ταύτην Εἰς ὕψος ἐπίστρεψον· ὕψωσον ἡμᾶς, ἀνάγαγε ἡμᾶς, ὑψηλὰ ποίησον πράγματα, λαμπροτέραν αὐτὴν καὶ περιφανῆ ποίησον, ἐπὶ τὴν προτέραν αὐτὴν εὐπραγίαν ἐπανάγαγε. Ὅρα δὲ πανταχοῦ ταῖς ἱκετηρίαις ἀναμιγνύντα καὶ διδασκαλίαν. Καὶ γὰρ πρὸ τούτου εἰπὼν, Οἰκτείρησόν με, καὶ εἰσάκουσόν μου, τρέπει τὸν λόγον εἰς συμβουλὴν, οὕτω λέγων· Υἱοὶ ἀνθρώπων ἕως πότε βαρυκάρδιοι; Καὶ ἐνταῦθα εἰπὼν, Εἰς ὕψος ἐπίστρεψον, Κύριε, ἐπάγει· Κύριος κρινεῖ λαούς. Ἄλλος δέ φησι, Κύριος δικάσει. Διδάσκει τοὺς νομίζοντας ἁπλῶς καὶ ὡς ἔτυχεν ἅπαντα φέρεσθαι, ὅτι πρόνοιά τις ἐφέστηκε τοῖς πράγμασιν, ἀπαιτοῦσα εὐθύνας τῶν γινομένων. Κρίσιν δὲ ἐνταῦθα τήν τε μέλλουσαν λέγει, τήν τε παροῦσαν. Ἐκεῖ μὲν γὰρ καθόλου καὶ ἡ σαφὴς ἐκείνη· ἐκ μέρους δὲ καὶ ἐνταῦθα ἀπαιτεῖ δίκας, τούς τε ῥᾳθυμοτέρους διεγείρων, καὶ τοὺς ἀπιστοτέρους ἐφελκόμενος εἰς τὴν ἔννοιαν τῆς περὶ τοῦ παντὸς προνοίας. Κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύνην μου. Ἄλλος, Κατὰ τὸ δίκαιόν μου. Καὶ κατὰ τὴν ἀκακίαν μου ἐπ' ἐμοί. Συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν. Ἄλλος φησὶν, Ἀπαρτισθήτω κάκωσις κατὰ τῶν ἀσεβῶν. Καὶ κατευθυνεῖς δίκαιον. Ἄλλος, Καὶ ἑδράσεις δίκαιον. Πῶς ὁ λέγων ἀλλαχοῦ, Μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ἐνταῦθά φησι, Κρῖνόν με κατὰ τὴν δικαιοσύνην μου; Ὅτι ἕτερον τοῦτο, καὶ ἕτερον ἐκεῖνο. Ἐκεῖ μὲν γὰρ λέγων, Μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, μὴ κριθῇς σὺ πρὸς ἐμὲ, δηλοῖ, μηδὲ πρὸς ἀντιπαράθεσιν τῶν εὐεργεσιῶν τῶν παρὰ σοῦ τὸν ἐμὸν βίον ἐξετάσῃς. Διὸ καὶ ἐπήγαγεν, Ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν, τουτέστι, πρὸς σὲ κρινόμενος. Ἐνταῦθα δὲ οὐ τοῦτό φησιν· οὐ γὰρ πρὸς αὐτὸν κρίνεσθαι βούλεται, ἀλλὰ πρὸς ἑαυτόν. Διὸ καὶ, Κατὰ τὴν δικαιοσύνην μου, εἶπε, τουτέστι, κατὰ τὴν δικαιοσύνην τὴν ἐμήν. Δικαιοσύνην δὲ ἐνταῦθα λέγει, τὸ μὴ ἄρξαι χειρῶν ἀδίκων· ὅπερ ἔλεγεν ἀνωτέρω, Εἰ ἐποίησα τοῦτο, καὶ τὰ ἑξῆς. Τὸ αὐτὸ δὲ τοῦτο δηλοῖ τὸ, Κατὰ τὴν ἀκακίαν μου· κατὰ τοῦτο βούλομαι κριθῆναι, φησί. Πολλὴ καὶ ἐνταῦθα ἡ παῤῥησία τοῦ δικαίου. Ταῦτα δὲ λέγει εἰς ἀνάγκην ἐμπεσών. Ποίαν δὴ ταύτην; Ὅτι πονηρὰν παρὰ πολλοῖς ἀνοήτοις, ἀφ' ὧν ἔπασχεν, ἐκτᾶτο δόξαν. Οἱ γὰρ πολλοὶ τῶν ἀνοήτων, ἀπὸ τῶν συμφορῶν καὶ τὸν βίον διαβάλλειν εἰώθασιν· ὅπερ καὶ ἐπὶ τοῦ Ἰὼβ γέγονε. Διὸ καὶ ἔλεγον, μηδὲν αὐτῷ συνειδότες πονηρόν· Οὐκ ἄξια ὧν ἡμάρτηκας μεμαστίγωσαι. Καὶ τὸν Παῦλον δὲ πονηρόν τινα καὶ κακοῦργον ᾤοντο εἶναι οἱ βάρβαροι, ἐπειδὴ ἡ ἔχις εἴχετο αὐτοῦ τῆς χειρός. Διὸ καὶ ἔλεγον, Σωθέντα τὸν ἄνθρωπον τοῦτον ἐκ τῆς θαλάσσης ἡ δίκη ζῇν οὐκ εἴασε. Καὶ ὁ Σεμεεὶ δὲ ἀνδροφόνον ἐκάλει τὸν Δαυῒδ, ἀπὸ τῆς συμφορᾶς ταύτην τὴν πονηρὰν περὶ αὐτοῦ φέρων ψῆφον.