# Expositiones in Psalmos 7.1-5

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΜΑʹ ΨΑΛΜΟΝ. »Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων.» Καὶ τίνος χάριν ὁ ψαλμὸς εἰς τὸν βίον εἰσενεχθεὶς μετ' ᾠδῆς ψάλλεται. Καὶ περὶ τῆς τοῦ Θεοῦ μακροθυμίας.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/7.1-5

Τοῦτον δὴ καὶ ἡμεῖς μιμησώμεθα, καὶ μὴ θαυμάσωμεν τὰ παρόντα, ἵνα θαυμάσωμεν τὰ μέλλοντα· μᾶλλον δὲ θαυμάσωμεν τὰ μέλλοντα, ἵνα μὴ θαυμάσωμεν τὰ παρόντα. Ἂν γὰρ διηνεκῶς ταῖς περὶ ἐκείνων ἐννοίαις ἐνδιατρίβωμεν, καὶ τὴν βασιλείαν τῶν οὐρανῶν, τὴν ἀθανασίαν, τὴν ζωὴν τὴν ἀτελεύτητον, τὴν μετὰ ἀγγέλων χορείαν, τὴν μετὰ Χριστοῦ διατριβὴν, τὴν ἀκήρατον δόξαν ἐκείνην, τὴν πάσης ἀπηλλαγμένην ὀδύνης ζωὴν ἀναλογισώμεθα πρὸς ἑαυτοὺς, καὶ ἐνορῶμεν, ὅτι καὶ δάκρυα, καὶ ὀνείδη, καὶ λοιδορίαι, καὶ θάνατος, καὶ ἀθυμίαι, καὶ πόνος, καὶ γῆρας, καὶ νόσος, καὶ ἀῤῥωστία, καὶ πενία, καὶ συκοφαντία, καὶ χηρεία, καὶ ἁμαρτία, καὶ κατάγνωσις, καὶ κόλασις, καὶ τιμωρία, καὶ εἴ τι ἕτερον κατὰ τὸν παρόντα βίον ἐστὶ λυπηρὸν καὶ ἀηδὲς, ταῦτα πάντα ἀπελήλαται, ἀντεισενήνεκται δὲ ἀντὶ τούτων εἰρήνη, πραότης, ἐπιείκεια, ἀγάπη, χαρὰ, δόξα, τιμὴ, λαμπρότης, τὰ ἄλλα, ὅσα οὐδὲ λόγος παραστῆσαι δυνήσεται, οὐδὲν ἡμᾶς τῶν παρόντων αἱρήσεται, ἀλλὰ καὶ ἡμεῖς δυνησόμεθα λέγειν κατὰ τὸν Προφήτην· Πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; καὶ οὕτω διακείμενοι, οὔτε εἰς ἀπόνοιαν ἀπὸ τῶν τοῦ βίου λαμπρῶν, οὔτε εἰς ἀθυμίαν ἀπὸ τῶν λυπηρῶν ἐμπεσούμεθα, οὐ φθόνος, οὐ κενοδοξία, οὐκ ἄλλο τι τῶν τοιούτων ἡμᾶς αἱρήσεταί ποτε. Μὴ τοίνυν ἁπλῶς ἐνταῦθα εἰσίωμεν, μηδὲ τὰς ὑπακοὰς ἀφωσιωμένοι ὑπακούωμεν, ἀλλὰ ἀντὶ βακτηρίας αὐτὰς λαβόντες ἐξέλθωμεν. Ἀρκεῖ δὲ ἕκαστος στίχος πολλὴν ἡμῖν ἐνθεῖναι φιλοσοφίαν, καὶ εἰς τὸ τὰ δόγματα διορθῶσαι, καὶ εἰς τὸ βίον ὠφελῆσαι τὰ μέγιστα· κἂν μετὰ ἀκριβείας ἑκάστην διερευνήσωμεν ῥῆσιν, μεγάλα καρπωσόμεθα ἀγαθά. Οὔτε γὰρ πενίαν, οὔτε ἀσχολίαν, οὔτε ὀκνηρίαν δεῖ ἐνταῦθα προβάλλεσθαι. Κἂν γὰρ πένης ᾖς, καὶ διὰ τὴν πενίαν ἀπορῇς βιβλίων, ἢ βιβλία μὲν ἔχῃς, σχολῆς δὲ μὴ ἀπολαύσῃς, τὰς ὑπακοὰς μόνον διατήρησόν μοι τῶν ψαλμῶν, ἃς ἐνταῦθα ὑποψάλλεις οὐχ ἅπαξ, οὐ δὶς, οὐ τρὶς, ἀλλὰ καὶ πολλάκις, καὶ μεγάλην ἀπελθὼν λήψῃ τὴν παραμυθίαν. Ὅρα γοῦν, ἡ ὑπακοὴ αὕτη πόσον ἡμῖν ἠνέῳξε θησαυρόν. Καὶ μή μοι λεγέτω τις, ὅτι πρὸ τῆς ἑρμηνείας οὐκ εἶδεν αὐτῆς τὴν δύναμιν. Καὶ γὰρ πρὸ τῆς ἑρμηνείας παντὶ τῷ ἀκούοντι καὶ ὁπωσοῦν βουλομένῳ προσέχειν εὐσύνοπτος ἡ ὑπακοή. Εἰ γὰρ μόνον ἐπαίδευσας σαυτὸν λέγειν· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός· ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν, τὸν ζῶντα· πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; καὶ πρὸ τῆς ἑρμηνείας δύνασαι πᾶσαν φιλοσοφίαν ἐνθεῖναι. Οὐχ αὕτη δὲ μόνον, ἀλλὰ καὶ ἑκάστη ὑπακοὴ τὸν αὐτὸν ἡμῖν παρέξεται πλοῦτον. Κἂν εἴπῃς πάλιν· Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, καὶ δυνηθῇς ἰδεῖν τί ἐστιν ὃ λέγεις· οὐ τὸν πλουτοῦντα, οὐ τὸν ἄρχοντα, οὐ τὸν εὔμορφον, οὐ τὸν ῥώμῃ κεκοσμημένον, οὐ τὸν οἰκίας ἔχοντα λαμπρὰς, οὐ τὸν ἐν δυναστείαις ὄντα, οὐ τὸν ἐν βασιλείοις τρεφόμενον, οὐκ ἄλλον οὐδένα· ἀλλὰ τὸν ἐν εὐλαβείᾳ, τὸν ἐν φιλοσοφίᾳ, τὸν ἐν φόβῳ Θεοῦ ζῶντα ζηλώσεις, οὐ μόνον διὰ τὰ μέλλοντα, ἀλλὰ καὶ δι' αὐτὰ τὰ παρόντα. Καὶ γὰρ καὶ ἐνταῦθα οὗτος ἐκείνου δυνατώτερος. Εἰ γὰρ δή ποτε νόσος ἐπιστῇ, ὁ μὲν τὴν ἁλουργίδα ἔχων οὐδὲν ἀπὸ τῶν δορυφόρων καὶ τῆς πολλῆς φαντασίας εἰς τὴν παραμυθίαν ὠφελεῖται τῆς ἀῤῥωστίας, ἀλλὰ καὶ οἰκείων, καὶ πατέρων, καὶ πάντων παρόντων, καὶ χρυσῶν ἱματίων ἐπικειμένων καὶ ὑποκειμένων, ὥσπερ ἐν καμίνῳ κεῖται καιόμενος· ὁ δὲ ἐν εὐλαβείᾳ ζῶν, καὶ τὸν Θεὸν φοβούμενος, οὐ πατέρος, οὐκ οἰκέτου, οὐκ ἄλλου τινὸς παρόντος, ἀναβλέψας εἰς τὸν οὐρανὸν οὐ πολλάκις, ἀλλὰ καὶ δὶς καὶ τρὶς, πᾶσαν τὴν κάμινον ἐκείνην ἔσβεσε. Τοῦτο δὲ καὶ ἐν ταῖς περιστάσεσι καὶ ἐν τοῖς ἀδοκήτοις πᾶσι συμβαῖνον ἴδοι τις ἂν, τοὺς ἐν πλούτῳ καὶ περιφανείᾳ θορυβουμένους, τοὺς δὲ ἐν εὐλαβείᾳ καὶ φιλοσοφίᾳ ἀταράχως ἅπαντα φέροντας. Καὶ πρὸ τούτων δὲ πάντων, κἂν μηδὲν συμπέσῃ δεινὸν, πλείονος τὸ συνειδὸς τοῦ φοβουμένου τὸν Θεὸν καὶ καθαρωτέρας ἡδονῆς γέμει τῆς τοῦ πλουτοῦντος ψυχῆς. Ἐκεῖνος μὲν γὰρ, εἰ καὶ τῆς ἔξωθεν ἀπολαύει τροφῆς, τῶν ἐν λιμῷ ζώντων ἁπάντων χαλεπώτερον διακείσεται, τὰ οἰκεῖα ἑαυτὸν ἀναμιμνήσκων κακὰ καὶ πονηρῷ συζῶν συνειδότι· οὗτος δὲ, κἂν τῆς ἀναγκαίας ἀπορῇ τροφῆς, τῶν πάσης ἀπολαυόντων τρυφῆς εὐθυμότερος ἔσται, ἐλπίσι χρησταῖς συντρεφόμενος, καὶ τὰς ἀμοιβὰς τῶν οἰκείων κατορθωμάτων καθ' ἑκάστην προσδοκᾷ τὴν ἡμέραν. Ἵνα δὲ μὴ μακρύνων τὸν λόγον δόξω ἐνοχλεῖν, τοῖς φιλοπονωτέροις καταλιπὼν ἑκάστην ἐκλέγειν ὑπακοὴν, καὶ τὴν ἐναποκειμένην αὐτῇ δύναμιν διερευνᾶσθαι, ἐνταῦθα καταλύσω τὸν λόγον, ἐκεῖνα παραινέσας ὑμῶν τῇ ἀγάπῃ, μὴ ἁπλῶς ἐνταῦθα εἰσιέναι, ἀλλ' ὥσπερ μαργαρίτας τὰς ὑπακοὰς λαμβάνοντας διατηρεῖν, καὶ μελετᾷν οἴκοι διηνεκῶς, καὶ πρὸς φίλους καὶ πρὸς γυναῖκας ἅπαντα ταῦτα λέγειν· κἂν πάθος διενοχλῇ, κἂν ἐπιθυμία διαναστῇ, κἂν θυμὸς, κἂν ἄλλο ὁτιοῦν ἕτερον πάθος ἀλογώτατον, αὐτὰς ἐπᾴδειν συνεχῶς· ἵνα καὶ κατὰ τὸν παρόντα βίον γαλήνης πολλῆς ἀπολαύσωμεν, καὶ εἰς τὴν μέλλουσαν ζωὴν τῶν αἰωνίων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
