# Expositiones in Psalmos 7.1-6

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΜΓʹ ΨΑΛΜΟΝ. Τῷ νικοποιῷ τοῖς υἱοῖς Κορέ. Ὁ Θεὸς ἡμῶν, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν, οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν ἔργον ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις. Ἄλλος ἑρμηνευτής φησιν, Ἐν ἡμέραις ταῖς πρίν. Ἄλλος, Ταῖς ἀρχῆθεν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/7.1-6

Τοῦτο καὶ οἱ παῖδες ἐκ περιουσίας ποιοῦσιν ἐν τῇ καμίνῳ τότε ᾄδοντες καὶ λέγοντες· Παρέδωκας ἡμᾶς εἰς χεῖρας ἐχθρῶν ἀνόμων, ἐχθίστων, ἀποστατῶν, καὶ βασιλεῖ ἀδίκῳ καὶ πονηροτάτῳ παρὰ πᾶσαν τὴν γῆν. Καὶ πάλιν· Ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη, καὶ ἐσμὲν ταπεινοὶ ἐν πάσῃ τῇ γῇ. Τοῦτο καὶ ἐνταῦθα δηλοῖ, μονονουχὶ λέγων· Πάντων γεγόναμεν ἀτιμότεροι, ἐπειδὴ τῆς σῆς ἐγυμνώθημεν προνοίας· καὶ οὐδὲ μέχρι τούτων ἔστη τὰ δεινὰ, ἀλλὰ καὶ νομὴ γεγόναμεν τοῖς πολεμίοις, κατ' ἐξουσίαν ἡμᾶς διανεμομένοις. Τοῦτο γάρ ἐστι· Διήρπαζον ἑαυτοῖς, τουτέστιν, οὐδενὸς ὄντος τοῦ κωλύοντος. Ἔδωκας ἡμᾶς ὡς πρόβατα βρώσεως, καὶ ἐν τοῖς ἔθνεσι διέσπειρας ἡμᾶς. Ἄλλος φησὶν, Ἐλίκμησας ἡμᾶς. Τί ἐστιν, Ὡς πρόβατα βρώσεως; Εὐεπιχειρήτους ποιήσας, εὐτελεῖς δείξας. Ἔστι γὰρ καὶ πρόβατα κτήσεως, τὰ πρὸς γονὴν ἐπιτήδεια· τὰ δὲ, διὰ τὸ γῆρας ἢ τὸ ἄγονον, εἰς βρῶσιν μόνον ἐστὶ χρήσιμα. Καὶ τὸ δὴ χαλεπώτερον, τὸ καὶ εἰς τὰ ἔθνη διαιρεθῆναι, ὃ πάντων αὐτοῖς βαρύτερον ἦν, τὸ μηδὲ τὸν νόμον δύνασθαι μετὰ ἀκριβείας φυλάττειν ἐκεῖ, καὶ τῆς πατρῴας ἐκπεπτωκέναι πολιτείας. Καὶ οὐδὲ εἰς ἓν ἔθνος, ἀλλὰ πανταχοῦ, φησὶ, καὶ πρὸς ἓν μόνον ἐσμὲν ἕτοιμοι, τὸ πάσχειν κακῶς, ἀμύνεσθαι δὲ ἢ ἀνταίρειν χεῖρας οὐδὲ ἰσχύομεν. Τοῦτο γὰρ ἡ τῶν προβάτων εἰκὼν δηλοῖ. Ἀπέδου τὸν λαόν σου ἄνευ τιμῆς. Ἄλλος φησὶν, Ἐν οὐχ ὑπάρξει. Ἄλλος, Οὐχ ὑπάρξεως. Καὶ οὐκ ἦν πλῆθος ἐν τοῖς ἀλλάγμασιν ἡμῶν. Ἄλλος φησί· Καὶ οὐ πολλὴν ἐποίησας τὴν τιμὴν αὐτῶν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· καὶ γὰρ σφόδρα ἀσαφὲς εἶναι δοκεῖ τὸ ῥητὸν, ἀλλὰ προσέχετε, ἵνα μετὰ συνέσεως ψάλλητε. Τί οὖν ἐστι τὸ λεγόμενον; Τὸ εὐτελὲς αὐτῶν καὶ οὐδαμινὸν παρίστησιν. Ὡς οὐδενὸς ὄντας ἀξίους, ὡς εὐώνους καὶ εὐκαταφρονήτους, οὕτως ἡμᾶς εἴασας. Καὶ τοῦτο ἀπὸ τῆς συνηθείας τῆς ἀνθρωπίνης φησίν. Ἔθος γὰρ ἡμῖν τὰ ἄτιμα καὶ τὰ εὐτελῆ καὶ ἄνευ τιμῆς διδόναι· ὧν δὲ πολὺς ἡμῖν ὁ λόγος, κἂν ἀποδώμεθα, πολλῆς ἀποδιδόμεθα τιμῆς· ὧν δὲ οὐ πολὺς λόγος ἡμῖν, ταῦτα καὶ δωρεὰν παρέχομεν. Τῶν γοῦν οἰκετῶν τοὺς ἀγνώμονας οἱ μὲν τὰς ἡμισείας τῆς τιμῆς, οἱ δὲ τούτους ἀπέδοντο μὴ λαβόντες μηδέν. Εἰ δὲ τὸ ἐλάττονος παραχωρῆσαι τιμῆς δείκνυσι τὴν εὐτέλειαν τοῦ πιπρασκομένου· τὸ μηδὲ τιμῆς λαβεῖν, ἀλλ' ἄνευ τιμῆς, πολλῷ μᾶλλον. Τοῦτο οὖν φησιν· Ὥσπερ ἂν εἴ τις ἄνθρωπος ἄνευ τιμῆς ἐκσταίη τῶν αὑτοῦ, οὕτω καὶ αὐτὸς ὡς ἀτίμους ἡμᾶς εἴασας, κατεφρόνησας ἡμῶν σφόδρα. Τοῦτο γοῦν καὶ ἐν τῇ ἐπαγωγῇ δηλοῖ εἰπών· Καὶ οὐκ ἦν πλῆθος ἐν τοῖς ἀλλάγμασιν ἡμῶν· τουτέστιν, ἐν τῇ ὠνῇ ἡμῶν. Διὸ καὶ ἕτερός φησιν, Ἐν τῇ τιμήσει ἡμῶν· τουτέστιν, ἐν τῇ πράσει ἡμῶν. Ἡ γὰρ τιμὴ ἄλλαγμά ἐστι· δίδομεν γὰρ οἰκέτην πολλάκις, καὶ λαμβάνομεν ἀργύριον ἢ χρυσίον. Ἔθου ἡμᾶς ὀνειδισμὸν τοῖς γείτοσιν ἡμῶν, μυκτηρισμὸν καὶ χλευασμὸν τοῖς κύκλῳ ἡμῶν. Ἄλλος λέγει, Πομπὴν τοῖς κύκλῳ ἡμῶν. Ἔθου ἡμᾶς εἰς παραβολὴν ἐν τοῖς ἔθνεσι. Χαλεπὴ αὕτη τιμωρία καὶ ἀφόρητος, μάλιστα τὸ παρὰ τῶν ἀσεβῶν ὀνειδίζεσθαι, τὸ παρ' ἐχθρῶν ταῦτα πάσχειν, καὶ κύκλῳ περικεῖσθαι τοὺς ἐπεμβαίνοντας αὐτοῖς, καὶ πανταχόθεν αὐτοὺς περιβεβλῆσθαι ὑπὸ τῶν ὀνειδιζόντων. Τί δέ ἐστι παραβολή; Διήγημα, ὄνειδος. Καὶ γὰρ μιαροί τινες καὶ ἀναίσθητοι ἦσαν οἱ κύκλῳ, οὐ μόνον οὐκ ἐλεοῦντες, ἀλλὰ καὶ ὀνειδίζοντες, ὃ δὴ μάλιστα αὐτοὺς ἔδακνεν. Ἐνταῦθα δέ μοι τοὺς Ἄραβας λέγειν δοκεῖ, τοὺς ἐκ γειτόνων αὐτοῖς οἰκοῦντας. Κίνησιν κεφαλῆς ἐν τοῖς λαοῖς. Ἄλλος φησὶ, Μετακίνημα. Ὁ δὲ Ἑβραῖος, Μανούδ. Ἢ τοῦτό φησιν, ὅτι Μετεκίνησας ἡμᾶς, ἢ διὰ τοῦ σχήματος τῆς κινήσεως τῆς κεφαλῆς τοῦ σφόδρα ἐφηδομένου τὴν παροινίαν ἐνδείκνυται. Ὅλην τὴν ἡμέραν ἡ ἐντροπή μου κατεναντίον μου ἐστί. Ἄλλος φησίν· Ἡ ἀσχημοσύνη μου. Καὶ ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέ με, ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ καταλαλοῦντος. Ἄλλος φησὶ, Καὶ βλασφημοῦντος. Ἀπὸ προσώπου ἐχθροῦ καὶ ἐκδιώκοντος. Ταῦτα τῶν τιμωριῶν μᾶλλον αὐτοὺς ἔδακνεν. Ἐπειδὴ γὰρ ἀεὶ καὶ συνεχῶς εὐημερίας ἀπήλαυον, καὶ τῶν πολεμίων ἐκράτουν, τὰ πάντων τότε ἠνοίχθη στόματα, πεσόντων αὐτῶν καὶ ὑποσκελισθέντων, καὶ οὐδὲ ἀνακῦψαι εἶχον, ἀλλὰ διηνεκῆ τιμωρίαν ὑπέμενον. Ταῦτα πάντα ἦλθεν ἐφ' ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου, καὶ οὐκ ἠδικήσαμεν ἐν διαθήκῃ σου. Ἄλλος, Οὐδὲ παρελογισάμεθα τὴν συνθήκην σου. Ἀπεναντίας τοῖς ἄλλοις, φησὶν, ἡμεῖς ἤλθομεν. Ἐκεῖνοι μὲν γὰρ καὶ πρὸ τῶν δεινῶν ὑπεσκελίσθησαν· ἡμεῖς δὲ, φησὶ, καὶ μετὰ τὰ δεινὰ ἑστήκαμεν ἀπερίτρεπτον τὴν γνώμην ἔχοντες. Ταῦτα δὲ λέγουσιν εὐέλπιδας ποιοῦντες τοὺς ὄντας μετ' αὐτῶν. Διὸ δὴ τοῦ Δανιὴλ καὶ τῶν τριῶν παίδων λεγόντων· Ἡμάρτομεν, ἠνομήσαμεν· οὗτοι λέγουσιν· Οὐκ ἠδικήσαμεν ἐν διαθήκῃ σου· ἐπαίροντες τὰ φρονήματα τῶν συστρατιωτῶν. Εἰ γὰρ τὰ μέγιστα πεπόνθαμεν, φησὶ, καὶ ἔγγονοι τῶν τὰ μεγάλα εὐηργετημένων ἐσμὲν, καὶ ἐν ταῖς συμφοραῖς οὐκ ἐξεκλίναμεν, πολλῆς σωτηρίας ἡμῖν ἔσται ἐλπίς.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
