# Expositiones in Psalmos 7.1-7

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΜΔʹ ΨΑΛΜΟΝ. Ἐπινίκιος ὑπὲρ τῶν ἀνθῶν τῶν υἱῶν Κορέ. Ἄλλος, Τῷ νικοποιῷ ἐπὶ τοῖς κρίνοις τῶν υἱῶν Κορέ. Ὁ δὲ Ἑβραῖος ἀντὶ τοῦ, Κρίνοις, Ἀλ σωσανεὶμ, λέγει· Συνέσεως ᾆσμα εἰς τὸν ἀγαπητόν. Ἄλλος, Ἐπιστήμονος ᾆσμα πρὸς φιλίας. Ἄλλος, Τοῖς ἠγαπημένοις· ὁ δὲ Ἑβραῖος, Ἰδοθὼθ, φησίν. Οἱ δὲ Ἑβδομήκοντα, Εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων τοῖς υἱοῖς Κορὲ, εἰς σύνεσιν, ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. Ἄλλος, Ἐξείρπυσεν. Ἄλλος, Ἐκινήθη ἡ καρδία μου λόγῳ ἀγαθῷ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/7.1-7

Εἶδες πῶς πάλιν παρήνοιξεν ἡμῖν τοῦ τὰ τοιαῦτα κατορθοῦντος τὸ ἀξίωμα; Ὥσπερ γὰρ ἀνωτέρω εἰπὼν ὅπλα καὶ ῥομφαίαν, ἐπὶ τὴν ὡραιότητα ἀνέβη, καὶ πρὸς τὰς ἀσωμάτους ἐννοίας τὸν ἀκροατὴν ἤγαγεν· οὕτω πάλιν ἐπὶ τὸ παχύτερον καταβὰς, τὰ τόξα καὶ τὸ βέλη, κατὰ μικρὸν ἀνάγει πάλιν τὸν ἀκροατὴν, λέγων τοῦ πολέμου τὰς αἰτίας, ἀλήθειαν καὶ πραότητα καὶ δικαιοσύνην· εἶτα πάλιν καὶ τὸν τρόπον τῆς νίκης. Ποῖον δὲ τοῦτον; Καὶ ὁδηγήσει σε, φησὶ, θαυμαστῶς ἡ δεξιά σου. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Αὐτὴ ἑαυτῇ ἀρκεῖ ἡ φύσις, αὐτὴ ἑαυτῇ ἀρκεῖ ἡ δύναμις εἰς τὸ καὶ ἰδεῖν τὰ πρακτέα, καὶ τέλος αὐτοῖς ἐπιθεῖναι. Καὶ καλῶς ἕτερος εἶπε, Φοβερὰ ἡ δεξιά σου· πολὺ γὰρ φοβερὰ τὰ κατωρθωμένα καὶ φρίκης γέμοντα. Θάνατος ἐλύθη, ᾅδης ἀνεῤῥάγη, παράδεισος ἀνεῴχθη, ὁ οὐρανὸς ἀνεπετάσθη, δαίμονες ἐπεστομίσθησαν, ἀνεμίγη τὰ κάτω τοῖς ἄνω, Θεὸς ἄνθρωπος γέγονεν, ἄνθρωπος ἐπὶ βασιλικοῦ κάθηται θρόνου· ἀναστάσεως ἐλπίδες ἠνοίγησαν, ἀθάνατοι προσδοκίαι, ἀγαθῶν ἀποῤῥήτων ἀπόλαυσις, τὰ ἄλλα ὅσα διὰ τῆς αὑτοῦ παρουσίας κατώρθωσε. Διὰ δὴ τοῦτο εἶπεν, Ὁδηγήσει σε ἐπὶ τὰ φοβερὰ ταῦτα ἡ δεξιά σου, δεικνὺς ὅτι ἀρκεῖ ἑαυτῇ ἡ φύσις, φησὶ, καὶ ἡ δύναμις εἰς τὸ καὶ εὑρεῖν καὶ ἀνύσαι τὰ προκείμενα. Οἱ δὲ Ἑβδομήκοντα φασίν· Ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου· τουτέστιν, Οὐ μόνον τὰ κατωρθωμένα δεῖ θαυμάζειν, ἀλλ' ὅτι καὶ παραδόξως κατωρθώθη. Διὰ θανάτου γὰρ θάνατος ἐλύθη, διὰ κατάρας κατάρα ἀνῃρέθη, καὶ εὐλογία ἐδόθη· διὰ βρώσεως ἐξεβλήθημεν πρώην, διὰ βρώσεως εἰσήχθημεν πάλιν. Παρθένος ἡμᾶς ἐξέβαλε παραδείσου, διὰ παρθένου ζωὴν εὕρομεν αἰωνίαν. Δι' ὧν κατεκρίθημεν, διὰ τούτων ἐστεφανώθημεν. Ταῦτα τοίνυν ἐννοῶν ὁ Προφήτης ἔλεγεν· Ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. Μή τι ὅπλων χρεία; μή τι ῥομφαίας, μή τι τόξων καὶ βελῶν; Εἶδες πῶς αὐτάρκης αὐτὴ ἑαυτῇ ἡ φύσις, ἡ δύναμις; Ἀλλ' ὅρα πάλιν αὐτὸν, καθάπερ ἄριστον χορευτὴν, πάλιν ἀπὸ τῶν ὑψηλῶν ἐπὶ τὰ παχύτερα καταβαίνοντα. Τὰ βέλη σου ἠκονημένα, δυνατέ. Λαοὶ ὑποκάτω σου πεσοῦνται, ἐν καρδία τῶν ἐχθρῶν τοῦ βασιλέως. Ἄλλος φησὶ, Κατὰ καρδίας οἱ ἐχθροὶ τοῦ βασιλέως. Ὅρα πάλιν, ὅτε βελῶν ἐμνημόνευσε, πῶς τὸ ῥῆμα τοῦ δυνατοῦ προσέλαβεν, ἵνα μάθῃς, ὅτι οὐ βελῶν δεῖται, ἀλλ' αὐτὸς ἑαυτῷ ἀρκεῖ. Ἡ δὲ ἀκολουθία αὕτη ἐστί· Τὰ βέλη σου ἠκονημένα, δυνατὲ, ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως. Τὸ δὲ, Λαοὶ ὑποκάτω σου πεσοῦνται, παρέγκειται μέσον. Ἐνταῦθα τοίνυν διπλῆ εἶναί μοι δοκεῖ ἡ ἐξήγησις· ἢ γὰρ τὴν ἅλωσίν φησι τὴν Ἰουδαϊκὴν, καὶ τὸν τῆς πόλεως ἀνδραποδισμὸν καὶ τὴν πανωλεθρίαν, ἢ κατὰ ἀναγωγὴν τὴν τοῦ λόγου δύναμιν βέλη καλεῖ. Καὶ γὰρ βελῶν ὀξύτερον τὴν οἰκουμένην περιῆλθεν ἅπασαν, καὶ τῶν πρὸ τούτου ἐχθρῶν τοῦ βασιλέως τῆς καρδίας ἥψατο, οὐχ ἵνα ἀνέλῃ, ἀλλ' ἵνα ἐπισπάσηται· ὅπερ καὶ ἐπὶ Παύλου γέγονεν. Οὐ γὰρ ἄν τις ἁμάρτοι τὸ ῥῆμα ἐκεῖνο βέλος εἰπὼν, ὅπερ ἐξ οὐρανοῦ ἀκοντισθὲν ἥψατο τῆς καρδίας τοῦ πρὸ τούτου ἐχθροῦ, καὶ φίλον ἐποίησε. Λαοὶ ὑποκάτω σου πεσοῦνται. Εἶδες τοῦ πολέμου τὸ κατόρθωμα; τὴν προσαγωγὴν τῶν πρὸ τούτου στασιαζόντων; τὴν διδασκαλίαν; τὴν κατήχησιν; Ἡ γὰρ πρόσπτωσις αὕτη, καὶ τὸ ὑποκάτω αὐτοῦ, πᾶσιν ὕψους ἐστὶν ὑπόθεσις καὶ ῥίζα. Ἀπαλλάξας γὰρ αὐτοὺς ἀπονοίας καὶ κενοῦ τύφου, καὶ τῆς τῶν δαιμόνων πλάνης, ἑαυτῷ ὑπέταξεν. Οὕτω καὶ ἕτερος προφήτης δείκνυσιν αὐτὸν ᾑμαγμένον, οὕτω λέγων· Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ; ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ; Οὐδαμοῦ ὅπλα ἐκεῖ, καὶ τόξα καὶ βέλη, ἀλλ' ἱμάτια. Παχύτερον μὲν τὸ ῥῆμα, πλὴν τούτου λεπτότερον· ὅμως καὶ ἐν τῇ παχύτητι, κἀκεῖ κατὰ μικρὸν πρὸς τὰ ἀσώματα ἀνάγει τὸν λόγον. Ἐπειδὴ γὰρ ἐρωτᾷ ὁ προφήτης, πόθεν ἐρυθρὰ τὰ ἱμάτια, φησί· Ληνὸν ἐπάτησα μονώτατος, τὴν εὐκολίαν δεικνὺς τῆς νίκης, καὶ τὸ μηδένα σχεῖν τὸν συνεργοῦντα αὐτῷ, ἀλλ' ὅτι αὐτὸς ἑαυτῷ ἤρκεσεν. Ὥσπερ γὰρ ἐνταῦθά φησιν, Ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου· οὕτω καὶ ἐκεῖ, Ληνὸν ἐπάτησα μονώτατος. Ὃν τρόπον γὰρ τῷ ληνοβάτῃ ῥᾴδιον καταπατεῖν τοὺς βότρυς· οὕτω τῷ Θεῷ, ἐργάσασθαι ἅπερ ἠθέλησε· μᾶλλον δὲ οὐδὲ οὕτως, ἀλλὰ καὶ πολλῷ πλεῖον. Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν. Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Ἄλλος, Ὁ θρόνος σου, ὁ Θεὸς, αἰώνιος, καὶ ἔτι. Ὁ δὲ Ἑβραῖός φησι τὸ, Ὁ Θεὸς, ὁ Θεός σου, Ἐλωεὶμ Ἐλωάχ. Τί ἐνταῦθα εἴποι ὁ Ἰουδαῖος; Περὶ τίνος γὰρ τὰ λεγόμενα; Τί δὲ ὁ αἱρετικός; Εἰ γὰρ δὴ λέγοι περὶ τοῦ Πατρὸς λέγεσθαι, Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πῶς ἁρμόσει αὐτῷ τὸ ἑξῆς· Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου; Οὐ γὰρ δὴ ὁ Πατήρ ἐστιν ὁ Χριστὸς, οὐδὲ αὐτὸς κέχρισται. Ὅθεν δῆλον ὅτι περὶ τοῦ Μονογενοῦς ὁ λόγος, περὶ οὗ καὶ τὰ ἔμπροσθεν εἴρηται· ὅπερ καὶ ὁ Ἡσαΐας ἔλεγεν, ὅτι Τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
