# Expositiones in Psalmos 7.1-8

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΜΗʹ ΨΑΛΜΟΝ. Εἰς τὸ τέλος τοῖς υἱοῖς Κορέ. Ἄλλος, Ἐπινίκιος. Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη. Ἄλλος, Ἀκούσατε τοῦτο. Ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. Ἄλλος, Τὴν ἐγκατάδυσιν. Ἄλλος φησὶ, Τὴν κατάδυσιν. Ὁ δὲ Ἑβραῖος, Ὄλδ, Οἵ τε γηγενεῖς καὶ οἱ υἱοὶ τῶν ἀνθρώπων. Ἄλλος, Ἥ τε ἀνθρωπότης, προσέτι δὲ καὶ οἱ υἱοὶ ἑκάστου ἀνδρός. Ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης. Ἄλλος, Ὁμοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/7.1-8

Τί γὰρ ἀνοητότερον, εἰπέ μοι, τῶν περὶ τάφους καὶ μνήματα ἀσχολουμένων, καὶ πρὸς ὀνομάτων προσηγορίας ἑτέρων κεχηνότων; Οὐδὲν γὰρ μνήμην ποιεῖ, ἀλλ' ἀρετὴ μόνη, οὐκ οἰκία, οὐκ ἀνδριὰς, οὐ παιδιὰ, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Ἡ μὲν γὰρ τῆς τοῦ τέκτονος σοφίας ἐστὶν ἔργον, ὁ δὲ τῆς τοῦ ἀνδριαντοποιοῦ, τὸ δὲ τῆς φύσεως ἔργον· σοῦ δὲ οὐδαμοῦ μνήμη. Διὰ δὴ τοῦτο ἄλογον αὐτὸν ὁ Προφήτης καλεῖ· ἐπειδὴ πρὸς τὸν τῆς ἀνοίας ὑποθεὶς ζυγὸν ἑαυτὸν, ἄγεται τοῦ ἀλόγου χεῖρον. Ἐκεῖνο μὲν γὰρ χρήσιμον, καὶ πρὸς γεωργίαν ἐπιτήδειον· οὗτος δὲ τῇ ἀνοίᾳ ἑαυτὸν ὑποβαλὼν, καὶ ἐκείνου χείρων γέγονε κατὰ τοῦτο. Ἐπειδὴ γὰρ εἶπεν ἀνωτέρω τὸ παχὺ τῆς διανοίας αὐτῶν, τὸ γεῶδες, τὸ χαμαίζηλον, τὸν ἀνόνητον περὶ τὰ χρήματα πόνον, αὐξῆσαι βουλόμενος καὶ τὴν κατηγορίαν τῶν τοιούτων, καὶ τὰς παρὰ τοῦ Θεοῦ τίθησιν εὐεργεσίας, ὅπερ πολλαχοῦ ποιεῖν εἰώθασιν οἱ προφῆται. Ἐπεὶ καὶ ὁ Ἡσαΐας μέλλων αὐτῶν κατηγορεῖν, πρῶτον λέγει τὴν παρὰ τοῦ Θεοῦ τιμὴν εἰς τοὺς Ἰουδαίους γεγενημένην, οὕτω γράφων· Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα· αὐτοὶ δέ με ἠθέτησαν. Καὶ ἐνταῦθα τοίνυν διὰ μιᾶς λέξεως τὰ ὑπηργμένα τῷ γένει τῶν ἀνθρώπων παρὰ τοῦ Θεοῦ δηλῶν, Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, φησί. Καὶ ποίαν λέγει τιμήν; Ἄκουσον αὐτοῦ ἐν ἑτέρῳ ψαλμῷ λέγοντος· Ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν. Εἶτα ἐξηγούμενος τὴν τιμὴν, ἐπάγει· Πάντα ὑπέταξας ὑποκάτω ποδῶν αὐτοῦ, πρόβατα, καὶ βόας ἁπάσας· ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου, τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ τοὺς ἰχθύας τῆς θαλάσσης, τὰ διαπορευόμενα τρίβους θαλασσῶν. Καὶ γὰρ μεγίστη τοῦτο τιμὴ, τὸ πάντων τῶν ὁρωμένων αὐτῷ τὰ σκῆπτρα ἐπιτρέψαι, καὶ ταῦτα μηδέπω κατωρθωκότι μηδέν. Οὐδέπω γὰρ αὐτὸν πλάσας, ἔλεγε· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα, καὶ καθ' ὁμοίωσιν ἡμετέραν. Εἶτα ἑρμηνεύων τὸ, Κατ' εἰκόνα, ἐπήγαγε, Καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν θηρίων τῆς γῆς, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ. Καὶ τὸν βραχὺν τοῦτον, καὶ τρίπηχυν, καὶ τοσούτῳ τῶν ἀλόγων ἐλάττονα κατὰ τὴν τοῦ σώματος ἰσχὺν, τῇ τοῦ λόγου συγγενείᾳ ὑψηλότερον πάντων ἐποίησε, λογικὴν ψυχὴν αὐτῷ χαρισάμενος, ὅπερ ἐστὶ μάλιστα τιμῆς τεκμήριον. Διὰ γὰρ τούτου καὶ πόλεις ᾠκοδόμησε, καὶ θάλασσαν ἔτεμε, καὶ γῆν ἐκαλλώπισε, καὶ τέχνας μυρίας ἐξεῦρε, καὶ τῶν ἀγριωτέρων ἀλόγων περιεγένετο, καὶ τὸ δὴ πάντων μέγιστον καὶ πρῶτον, τὸν ποιήσαντα αὐτὸν ἐπέγνω Θεὸν, καὶ πρὸς ἀρετὴν ἐχειραγωγήθη, καὶ ἔγνω τί μὲν καλὸν, τί δὲ οὐ τοιοῦτον. Θεῷ προσεύχεται τῶν ὁρωμένων μόνος, ἀποκαλύψεων ἀπέλαυσε, καὶ τοῦτο μόνος πάλιν· πολλὰ τῶν ἀποῤῥήτων ἔγνω, τὰ ἐν τοῖς οὐρανοῖς ἐπαιδεύθη· δι' αὐτὸν γῆ, δι' αὐτὸν οὐρανὸς, δι' αὐτὸν ἥλιος, καὶ ἀστέρες· δι' αὐτὸν σελήνης δρόμοι, καὶ ὡρῶν καὶ τροπῶν διαφοραί· δι' αὐτὸν καρπῶν γενέσεις, καὶ φυτὰ, καὶ ἀλόγων γένη τοσαῦτα· δι' αὐτὸν ἡμέρα καὶ νύξ· δι' αὐτὸν ἀπόστολοι καὶ προφῆται ἐπέμφθησαν, δι' αὐτὸν ἄγγελοι πολλάκις ἀπεστάλησαν. Τί δεῖ τὰ πολλὰ λέγειν; Οὐδὲ γὰρ δυνατὸν ἅπαντα ἐπελθεῖν. Δι' αὐτὸν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ ἄνθρωπος γέγονε, καὶ ἐσταυρώθη, καὶ ἐτάφη, καὶ τὰ φρικώδη θαύματα ἐκεῖνα μετὰ τὴν ἀνάστασιν δι' αὐτὸν γέγονε. Δι' αὐτὸν νόμος, δι' αὐτὸν ὁ παράδεισος, δι' αὐτὸν ὁ κατακλυσμός. Καὶ γὰρ καὶ τοῦτο μέγιστον τιμῆς εἶδος, καὶ δι' εὐεργεσίας καὶ τιμωρίας αὐτὸν διορθοῦν. Δι' αὐτὸν μυρίαι κατὰ τὸν ἔμπροσθεν χρόνον ἅπαντα οἰκονομίαι. Καὶ αὐτὴ δὲ ἡ κρίσις ἡ μέλλουσα ἔσεσθαι τῆς εἰς αὐτὸν τιμῆς ἕνεκα γίνεται. Διὸ καὶ ὁ Ἰώβ φησι, Τί ἐστιν ἄνθρωπος, ὅτι ἤγαγες αὐτὸν εἰς κρίσιν; ὥσπερ ἀλλαχοῦ ὁ αὐτὸς ψαλμῳδὸς οὗτός φησι· Τί ἐστιν ἄνθρωπος, ὅτι ἐμνήσθης αὐτοῦ; Δι' αὐτὸν πάλιν ὁ Μονογενὴς ἥξει τὰ μυρία διδοὺς ἀγαθά. Τὰ μὲν γὰρ ἔδωκεν ἤδη διὰ τοῦ βαπτίσματος, καὶ τῶν μυστηρίων, καὶ τῆς ἄλλης μυσταγωγίας παρασχεθέντα ἀγαθὰ, καὶ θαυμάτων ἑτέρων τὴν γῆν ἐνέπλησε· τὰ δὲ ὑπέσχετο δώσειν, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ τὴν ζωὴν τὴν αἰώνιον, καὶ κληρονόμους αὐτοῦ ποιήσειν, καὶ παρασκευάζειν συμβασιλεύειν αὐτῷ. Διὸ καὶ ὁ Παῦλος ἔλεγεν· Εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν. Ταῦτ' οὖν ἅπαντα λογιζόμενος ὁ Προφήτης, εἰκότως ἀλόγοις παραβάλλει τοὺς τὴν τοσαύτην εὐγένειαν τῇ κακίᾳ παραδεδωκότας, καὶ πρὸς τὰ ἐκείνων αὐτομολήσαντας πάθη. Ποιοῦσι δὲ αὐτὰ καὶ ἕτεροι προφῆται, τῇ συγκρίσει τὸν ἀναίσχυντον ἀκροατὴν ἐντρέψαι βουλόμενοι. Καὶ ὁ μέν φησιν, Ἵπποι θηλυμανεῖς ἐγένοντο· ὁ δὲ, Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, χαλεπώτερον τοῦ Δαυῒδ οὕτω λέγων. Ὁ μὲν γὰρ Δαυΐδ φησι, Παρασυνεβλήθη τοῖς κτή νεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς· ἐκεῖνος δὲ, ὅτι καὶ τούτων ἀλογώτεροι γεγόνασιν· ἐκεῖνα γὰρ ἔγνω τὸν κτησάμενον, Ἰσραὴλ δέ με οὐκ ἔγνω, φησί.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
