# Expositiones in Psalmos 7.1-9

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos, ΕΙΣ ΤΟΝ ΜΘʹ ΨΑΛΜΟΝ. Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν, ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/expositiones-in-psalmos/7.1-9

Οὐ γὰρ μόνον οὐ προέθηκάς τι παρὰ τῆς τοῦ νόμου διδασκαλίας, ἀλλὰ καὶ ὃ ἀπὸ τῆς φύσεως ἔχεις, ἐπήρωσας. Τῶν γὰρ οὐ πρακτέων, καὶ τῶν μὴ τοιούτων φυσικῶς ἔγκεινται ἡμῖν οἱ λόγοι. Σὺ δὲ αὐτοὺς ἀπώσω, καὶ οὐκ εἶχες ἐν μνήμῃ. Εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχοῦ τὴν μερίδα σου ἐτίθεις. Ἐπειδὴ γὰρ οὐκ ἔστιν ἄνθρωπον εὑρεῖν ἀναμάρτητον καθόλου· διὸ καί τις ἔλεγε· Τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν; ἢ τίς παῤῥησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίας; καὶ Παῦλος εἰπὼν, Οὐδὲν ἐμαυτῷ σύνοιδα, ἐπήγαγεν· Ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι· καὶ, Δίκαιος δὲ ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ, εὔδηλον ὅτι τῶν ἡμαρτημένων αὐτῷ· ἵνα οὖν μηδεὶς ἔχῃ λέγειν, ὅτι Εἰ πάντες ἐν ἁμαρτίαις, τὸν δὲ ἁμαρτωλὸν ἐκέλευσε μὴ διηγεῖσθαι τὰ δικαιώματα, τίς ἔσται ὁ διηγησόμενος; ἵνα μή τις οὖν ταῦτα λέγῃ, τίθησι καὶ κατ' εἶδος ἁμαρτιῶν εἴδη. Ἔστι γὰρ ἁμαρτία πρὸς θάνατον, καθάπερ καὶ ὁ Ἠλεὶ ἔλεγεν· Ἐὰν ἁμαρτὼν ἁμάρτῃ ἄνθρωπος, προσεύξεται περὶ αὐτοῦ ὁ ἱερεύς· ἐὰν δὲ τῷ Κυρίῳ ἁμάρτῃ, τίς προσεύξεται περὶ αὐτοῦ; Καὶ ἐν τῷ νόμῳ δὲ τὰ μὲν ἦν ἀνίατα, ὡς καὶ θανάτῳ κολάζεσθαι· τὰ δὲ εἶχέ τινα ταχίστην παραμυθίαν· οὕτω καὶ ὁ Χριστὸς ἐν τῇ Καινῇ· Ἐὰν ἁμάρτῃ ὁ ἀδελφός σου, φησὶν, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε ἔτι μετὰ σαυτοῦ δύο, φησίν. Ἐὰν μηδὲ τούτων ἀκούσῃ, ἔστω σοι ὡς ὁ ἐθνικὸς καὶ τελώνης. Καίτοι γε ἀλλαχοῦ εἰπόντος τοῦ Πέτρου· Ποσάκις, ἐὰν ἁμάρτῃ ὁ ἀδελφός μου εἰς ἐμὲ, ἀφήσω αὐτῷ; καὶ ἀκούσαντος· Ἕως ἑβδομηκοντάκις ἑπτά· ἐνταῦθα δὲ μετὰ δύο παραινέσεις μέγα δείκνυσι τὸ πλημμέλημα, καὶ οὐκ ἀναγκάζει παραμεῖναι πάλιν. Τί οὖν; ἐναντία ταῦτα ἐκείνων; Ἄπαγε· ἀλλὰ τὸ, Ἑβδομηκοντάκις ἑπτὰ, ἐὰν μετανοῇ, λέγει. Πῶς γὰρ ἄν τις ἀφήσει τῷ μηδὲ ἡμαρτηκέναι ὁμολογοῦντι, μηδὲ μετανοοῦντι; Καὶ γὰρ τὸν ἰατρὸν φάρμακα ἀπαιτοῦντες, καὶ τὸ ἕλκος δείκνυμεν. Τίς οὖν ἐστιν ὁ ἁμαρτωλὸς, περὶ οὗ φησιν ἐνταῦθα ἡ Γραφή; Ἀκούσωμεν μετὰ ἀκριβείας. Καὶ γὰρ ὑπογράφει αὐτὸν, διὰ τῶν ἑξῆς οὕτω λέγων· Εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις. Τὸ στόμα σου ἐπλεόνασε κακίαν, καὶ ἡ γλῶσσά σου περιέπλεκε δολιότητας. Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις, καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον. Εἶδες καθάπερ ἐν εἰκόνι τῆς κακίας τὰ χρώματα, καὶ πῶς θηρίον ὁ πονηρὸς γέγονε τῇ κακίᾳ, τῆς φύσεως τὴν εὐγένειαν προδούς; Μὴ τοίνυν ἁπλῶς ἐπέλθωμεν τὴν εἰκόνα, ἀλλ' ἀκριβῶς καὶ καθ' ἕκαστον ἐξετάζοντες. Εἰ ἐθεώρεις κλέπτην, φησὶ, συνέτρεχες αὐτῷ. Τοῦτο πάντων αἴτιον τῶν κακῶν· τοῦτο μάλιστά ἐστι τὸ ἀνατρέπον ἀρετὴν, τὸ ἐκλύον τὴν περὶ τὰ καλὰ τῶν πολλῶν σπουδὴν, ὅταν μὴ μόνον μὴ ἐπιτιμῶσί τινες, ἀλλὰ καὶ συνήδωνται τοῖς ἁμαρτάνουσι. Τοῦτο τοῦ ἁμαρτάνειν οὐκ ἔλαττον. Ἄκουσον γοῦν Παύλου λέγοντος· Οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσιν. Οὐ μικρὸν δὲ καὶ τοῦτο ἁμάρτημα, κἂν μὴ πράττῃ τις τὰ κακὰ, τὸ συνήδεσθαι τοῖς κακοῖς. Ὁ μὲν γὰρ ἔχει τὴν ἀνάγκην εἰπεῖν, τὴν πενίαν αἰτιάσασθαι, εἰ καὶ μὴ εὔλογοι αἱ προφάσεις· σὺ δὲ πόθεν ἐπαινεῖς τὸ γεγενημένον, οὐδὲ τὴν ἐξ αὐτοῦ καρπούμενος ἡδονήν; Κἀκεῖνος μὲν ἴσως καὶ μεταγνώσεται· σὺ δὲ καὶ ταύτας ἀποκλείεις τὰς θύρας, καὶ τὸ φάρμακον ἀναιρεῖς, καὶ ἀνατρέπεις τὴν τοσαύτην παραμυθίαν, πάντοθεν ἑαυτῷ προσχωννὺς τὸν λιμένα τῆς ἐπὶ τὴν μετάνοιαν ἐπανόδου. Ὅταν οὖν ἴδῃ σε, τὸν ἐκτὸς τῆς ἁμαρτίας, καὶ τὸν ὀφείλοντα ἐπιτιμῆσαι, οὐ μόνον μὴ ἐπιτιμῶντα, ἀλλὰ καὶ συσκιάζοντα, καὶ μὴ συσκιάζοντα μόνον, ἀλλὰ καὶ συμπράττοντα, τί ἡγήσεται περὶ ἑαυτοῦ; τί δὲ περὶ τοῦ τολμηθέντος; Ὡς γὰρ τὰ πολλὰ οἱ πολλοὶ τῶν ἀνθρώπων οὐκ ἐκ διανοίας μόνον ταύτας περὶ τῶν πρακτέων φέρουσι τὰς ψήφους, ἀλλὰ καὶ ἐκ τῆς ἑτέρων προαιρέσεως διαφθειρόμενοι· κἂν μὲν ἴδῃ πάντας ἀποστρεφομένους αὐτὸν ὁ ἡμαρτηκὼς, μέγα τι καὶ πονηρὸν ἡγήσεται εἰργάσθαι· ὅταν δὲ μὴ μόνον μὴ ἀγανακτοῦντας, μηδὲ δυσχεραίνοντας, ἀλλὰ καὶ πράως φέροντας, καὶ συνεφαπτομένους, τὸ ἐκ τοῦ συνειδότος διαφθείρας λοιπὸν δικαστήριον, τῆς τῶν πολλῶν ψήφου συμπραττούσης αὐτοῦ τῇ διεφθαρμένῃ γνώμῃ, τί οὐ τολμήσει; πότε δὲ καταγνώσεται ἑαυτοῦ, καὶ παύσεται τοῦ ἀδεῶς ἁμαρτάνειν; Διὸ χρὴ, κἂν πράττῃ τις τὸ πονηρὸν, καταγινώσκειν ἑαυτοῦ· ὁδὸς γὰρ τοῦτο ἐπὶ τὸ ἀποστῆναι τοῦ πονηροῦ· κἂν μὴ πράττῃ τὰ καλὰ, ἐπαινεῖν τὰ καλά. Ὁδὸς γὰρ ἐπὶ τὴν ἐργασίαν ἡ προθυμία. Ἐνταῦθα μέντοι, ἐπειδὴ καὶ συνεφάπτεται τῶν γινομένων, εἰκότως αὐτὸν μεθ' ὑπερβολῆς στίζει πάσης. Εἰ γὰρ ἐπιτιμωμένη ἡ κακία τοσοῦτον ἀνθεῖ, καὶ ἐπαινουμένη ἡ ἀρετὴ μόλις ἐκκαλεῖται πρὸς τοὺς ἱδρῶτας τοὺς ἑαυτῆς· τί ἔσται εἰ μὴ τοῦτο γένοιτο; Τοῦτο ἴδοι τις ἂν καὶ ἐν χορῷ ἱερέων πολλάκις γινόμενον· εἰ δὲ ἐπὶ τῶν μαθητῶν χαλεπὸν τοῦτο, πολλῷ μᾶλλον ἐπὶ τῶν διδασκάλων.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Expositiones in Psalmos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg143.local001/.
